Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
c. θάλλει δ᾿ ἀρεταῖς: βρύει δὲ καὶ αὔξεται ταῖς [*]() τῆς νίκης ἀρεταῖς [ἡ Ὀποῦς] ἔν τε τῇ Κασταλίᾳ πηγῇ ἐν Πυθοῖ | καὶ ἐν ταῖς τοῦ Ἀλφειοῦ ποταμοῦ . . ., τουτέστιν [*]() ἐν τῇ Ὀλυμπίᾳ· ἀφ᾿ ὧν, ἤτοι ποταμῶν ἢ τόπων, αἱ νῖκαι καὶ τὰ ἄνθη τῶν στεφάνων τὴν ἔνδοξον τῶν Λοκρῶν
[*]()ἐπαείροντι: ὑψοῦσι. μετεωροῦσιν. ὑμνοῦσιν.
[*]()a. ματέρ᾿ ἀγλαόδενδρον: μητέρα τοῦ Ἐφαρμόστου τὴν Ὀποῦντα, καθὸ μητέρας τὰς πατρίδας λέγουσι. Μᾶτερ ἐμὰ, τὸ τεὸν, χρύσασπι, φησὶ τὴν Θήβην (J. I, 1).
b. μητρόπολις δὲ τῶν Λοκρῶν ἡ Ὀποῦς.
d. μητρόπολιν δὲ τὴν Ὀποῦντα τῶν Λοκρῶν λέγει.
[*]()ἐγὼ δέ τοι φίλαν πόλιν: ὁ νοῦς τοιοῦτος· ἐγὼ δὴ οὖν ταύτην τὴν προσφιλεστάτην Ὀποῦντα ἐκδήλοις καταυγάζων ὕμνοις πανταχοῦ ἐκπέμπω ταύτην τὴν ἀγγελίαν καὶ ἵππου παντὸς ταχυτάτου καὶ ναὸς ταχείας θᾶττον, εἴπέρ τινι θείᾳ μοίρᾳ καὶ μετά τινος θείας χειρὸς τὸν ἐξαίρετον τῶν Χαρίτων κῆπον, τὸν ποιητικὸν λέγει, νέμομαι. τοῦτον δὲ νέμομαι εἶπεν, ὅτι οἶδεν αὑτὸν εὐφυῶς καὶ δυνατῶς φράζοντα, εἰ δὲ καὶ χάρις τοῖς ποιήμασιν ἐφέψεται, ὡς ἄνθρωπος ἀγνοεῖ.