Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

Βλεψιάδαις: Βλεψιάδαι ἡ φατρία αὐτῶν ἐστιν, [*]() ὧν εἷς ἀπόγονος ὁ νικήσας.

ἕκτος οἷς ἤδη στέφανος: οἷστισι Βλεψιάδαις [*]() καὶ ᾧ γένει ἕκτος ὑπῆρξε στέφανος ἤδη ἐκ τῶν ἱερῶν τούτων ἀγώνων.[*]()

a. φυλλοφόρων ἀπ᾿ ἀγώνων: ἤτοι καθὸ οἱ [*]() νικῶντες ἐφυλλοβολοῦντο· ἢ φύλλα τοὺς στεφάνους εἶπε, διακρίνων αὐτοὺς πρὸς τοὺς δωρίτας καὶ χρηματίτας.

b. φυλλίναι οἱ στεφανῖται· δωρῖται οἱ θέματα διδόντες· [*]() ἀργυρῖται οἱ ἔχοντες χρυσᾶ ἆθλα.

1.262

[*]()a. ἔστι δὲ καί τι θανόντεσσιν: ἔστι δὲ καὶ τοῖς τετελευτηκόσιν ἔννομον καὶ δίκαιον μέρος ἀποδιδόμενον, τὸ τῶν ἐπαίνων λέγει.

[*]()b. θανόντεσσι μέρος: καὶ τοῖς ἀποθανοῦσι μεμέρισται, καὶ οἱ ἀποθανόντες κοινωνοῦσι τῆς τῶν ἐγκωμίων γραφῆς.

[*]()(καννόμον:) ἤτοι κατὰ νόμον.

[*]()κατακρύπτει δ᾿ οὐ κόνις κεδνὰν χάριν: τὴν τῶν συγγενῶν ἀγαθὴν χάριν οὐ κρύπτει κόνις, ἀλλ᾿ ἐν φανερῷ κειμένη καὶ τῶν τεθνεώτων ἐφικνεῖται. πρὸς γὰρ τοῦτο τὸ πᾶν λέγει, τὸν μὲν λόγον ἐν τῷ καθόλου τιθεὶς, τείνων δὲ πρὸς ἐκεῖνο, διὸ τῆς νίκης τούτου ὁ προθανὼν Ἰφίων μετέχει καὶ συνήδεται.

[*]()a. συγγόνων κεδνὰν χάριν: τὴν τῶν συγγόνων ἀγαθὴν χάριν οὐ κρύπτει κόνις, ἀλλὰ ἐν φανερῷ κειμένη καὶ εἰς τεθνεῶτας ἀφικνεῖται· πρὸς γὰρ τοῦτο τὸ πᾶν λέγει.

b. καὶ γὰρ οἱ προαποθανόντες συγγενεῖς τοῦ Ἀλκιμέδοντος μετειλήφασι τῆς ἐπὶ τῇ νίκῃ δόξης, ὡς εἶναι διὰ τὴν τούτου δόξαν ἀθανάτους αὐτούς.