Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
c. ἢ ὅτι οὐχ ὑμνοῦνται.
[*]()d. ἀτιμοτέραν γλῶσσαν: ἀπαρρησίαστον.
[*]()a. πατρὶ δὲ πατρός: τῷ δὲ προπάτορι αὐτοῦ μένος ἐνέπνευσεν ἐναντίον τῷ γήρᾳ, τουτέστιν ἀντὶ γέροντος νέον αὐτὸν ἐποίησε καὶ εὔθυμον. καὶ Ὅμηρος (τ 360)·
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
b. ἢ ἐκ τοῦ ἐναντίου· ἡ γὰρ εὐθυμία τοὺς γέροντας νεάζειν ποιεῖ.
[*]()ἀντίπαλον: ἐτυμολογεῖται παρὰ τὸ πάλος, ἀπὸ τῶν κατὰ συζυγίαν κληρουμένων ἐν τοῖς ἀγῶσιν ἐν τῷ παλαίειν ἢ παγκρατιάζειν.
[*]()a. Ἀίδα τοι λάθεται: πᾶς γάρ τις ἁρμόδια καὶ καταθύμια πράξας τοῦ Ἅιδου λήθην ποιεῖται, τουτέστιν ἀθάνατα φρονεῖ διὰ τὴν παρεστῶσαν εὐφροσύνην.
[*]()b. Ἀίδα τοι λάθεται: πᾶς γὰρ ἀνὴρ ἁρμόδια
ἀλλ᾿ ἐμὲ χρὴ μναμοσύναν: ἐμὲ τοίνυν χρὴ τὴν [*]() μνήμην ἀνεγείροντα ὥσπερ κοιμηθεῖσαν καὶ σιωπηθεῖσαν λοιπὸν (λέγει δὲ τῶν προγόνων αὐτοῦ, οἵτινές εἰσι Βλεψιάδαι οὕτω καλούμενοι . . .) οὕτω τὸν εἰς αὐτοὺς ὕμνον πληρῶσαι διηγούμενον τὸν τῶν χειρῶν αὐτῶν καρπὸν, ὅ ἐστιν ἡ νίκη· ἀνεγεῖραι δὲ τὴν μνήμην τῶν προγόνων διὰ τῶν τοῦ Ἀλκιμέδοντος νικητηρίων. Βλεψιαδῶν δὲ φυλὴ ἐν Αἰγίνῃ ἀπὸ Βλεψιάδου προγόνου Ἀλκιμέδοντος.[*]()