Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

Διαγόρᾳ Ῥοδίῳ πύκτῃ υἱῷ Δαμαγήτου. [*]()

Διαγόρᾳ Ῥοδίῳ πύκτῃ.[*]()

Διαγόρᾳ Ῥοδίῳ πύκτῃ νικήσαντι ἑβδομηκοστὴν ἐννάτην[*]()

Ὀλυμπιάδα.[*]()

Ταύτην τὴν ᾠδὴν ἀνακεῖσθαί φησι Γόργων (FHG IV, 410) [*]() ἐν τῷ τῆς Λινδίας Ἀθηναίας ἱερῷ χρυσοῖς γράμμασιν. | ἐνίκησε [*]() δὲ καὶ Πύθια καὶ Ἴσθμια.[*]()

Τοῦ ζ΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν ια΄. [*]()

τὸ α΄ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ β΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ Εὐριπίδειον. τὸ ε΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ς΄ δακτυλικὸν πενθημιμερές. τὸ ζ΄ ὅμοιον

1.196
τῷ β΄. τὸ η΄ ἐγκωμιολογικόν. τὸ θ΄ δακτυλικὸν πενθημιμερές. τὸ ι΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ια΄ δακτυλικὸν τρίμετρον καταληκτικόν.

ἡ δὲ ἐπῳδὸς κώλων ιγ΄. τὸ α΄ δακτυλικὸν πενθημιμερές.

τὸ β΄ ἰωνικὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς εἰς τροχαϊκήν. τὸ γ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ δακτυλικὸν τρίμετρον καταληκτικὸν ἢ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ ε΄ ἀναπαιστικὸν μονόμετρον. τὸ ς΄ περίοδος, διπλοῦς τροχαῖος. τὸ ζ΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ θ΄ δακτυλικὸν πενθημιμερές. τὸ ι΄ ἰαμβέλεγος τοῦ πρώτου ἰάμβου λελυμένου. τὸ ια΄ ἰωνικὸν ἀπ᾿ ἐλάσσονος δίμετρον καταληκτικόν. τὸ ιβ΄ προσοδιακὸν δίμετρον καταληκτικόν. τὸ ιγ΄ Στησιχόρειον.[*]()

[*]()Inscr.a. Διαγόρᾳ νικήσαντι τὴν οθ΄ Ὀλυμπιάδα. τοῦτον δὲ τὸν Διαγόραν οἱ Ῥόδιοι Ἑρμοῦ παῖδά φασιν. πορευομένῃ γὰρ τῇ μητρὶ αὐτοῦ εἰς ἀγρὸν καὶ ἀναπαυομένῃ πρὸς Ἑρμαίῳ τινὶ μιγῆναι τὸν θεὸν, καὶ ἐκ τούτου γενέσθαι τὸν Διαγόραν.

Inscr.b. περὶ τοῦ Διαγόρου εἷπε μὲν καὶ Ἀριστοτέλης . . . καὶ Ἀπόλλας μαρτυροῦσιν ὅτι δ΄ πηχῶν καὶ ε΄ δακτύλων ἦν. ἔσχε δὲ καὶ Δαμάγητον υἱὸν πρεσβύτατον τῶν παίδων τετράπηχυν τὸ μέγεθος, τοῦ πατρὸς ἐλάττονα ε΄ δακτύλων. ἔσχε δὲ καὶ ἄλλον ἀδελφὸν Ἀκουσίλαον, θυγατέρων

1.197
δὲ υἱοὺς Εὐκλέα Καλλιάνακτος καὶ Πεισίρροδον. οὗτοι δὲ πολλὰς νίκας ἐκ τῶν Ὀλυμπίων ἔσχον, ἔσχον δὲ καὶ ἐκ Πυθίων . . . δὲ ἔφη ὅτι παῖδες τούτου διαφόρους ἀγῶνας νικήσαντες καὶ περιβαλόντες τὸν Διαγόραν ἐξῆλθον μακαριζόμενοι, ἀφ᾿ οὗ Ἡρακλῆς συνέθηκε τὸν ἀγῶνα, μηδενί πω τοιαῦτα συμβῆναι ὥστε καὶ τὸν πατέρα καὶ τοὺς υἱοὺς Ὀλυμπινοίκας γενέσθαι. ἡ θυγάτηρ δὲ τούτου ἦλθεν εἰς τὰ Ὀλύμπια· ᾗ ὄνομα Καλλιπάτειρα. ἐκωλύετο δὲ ὑπὸ τῶν Ἑλλανοδικῶν γυνὴ οὖσα θεωρῆσαι τὰ Ὀλύμπια. ἡ δὲ οὐχ ὁμοία ἔφη εἶναι ταῖς ἄλλαις γυναιξίν· ἔχειν γὰρ καὶ τὸν πατέρα Διαγόραν καὶ τοὺς τρεῖς ἀδελφοὺς Ὀλυμπιονίκας, Δαμάγητον, Δωριέα, Ἀκουσίλαον, καὶ πέμπτον ἀδελφῆς παῖδα Εὐκλέα καὶ αὐτῆς υἱὸν Πεισίρροδον, καὶ τούτων εἰκόνας εἶναι ἐν Ὀλυμπίᾳ. οἱ Ἑλλανοδίκαι δὲ ἡσθέντες συνεχώρησαν αὐτῇ θεωρεῖν.

Inscr.c. προοίμιον. ὁ Διαγόρας υἱὸς μὲν ἦν Δαμαγήτου [*]() τοῦ Ῥοδίου· περὶ δὲ τούτου τοῦ Διαγόρου ἱστόρηται τοιαῦτα. κατὰ γὰρ τὴν Ὀλυμπίαν ἕστηκεν ὁ Διαγόρας μετὰ τὴν Λυσάνδρου εἰκόνα, πηχῶν τεσσάρων δακτύλων πέντε, τὴν δεξιὰν ἀνατείνων χεῖρα, τὴν δὲ ἀριστερὰν εἰς ἑαυτὸν ἐπικλίνων. μετὰ δὲ τοῦτον ἵσταται καὶ ὁ Δαμάγητος ὁ πρεσβύτερος τῶν παίδων αὐτοῦ, ὃς ὖν καὶ ὁμώνυμος τῷ πάππῳ, παγκράτιον προβεβλημένος, καὶ αὐτὸς πηχῶν τεσσάρων, ἐλάττων δὲ τοῦ πατρὸς δακτύλων τεσσάρων.

1.198
ἐχόμενος δὲ τούτων ἕστηκε Δωριεὺς ἀδελφὸς πύκτης καὶ αὐτὸς προβεβλημένος. τρίτος δὲ μετ᾿ ἐκεῖνον Ἀκουσίλαος, τῇ μὲν ἀριστερᾷ ἱμάντα ἔχων πυκτικὸν, τὴν δὲ δεξιὰν ὥσπερ πρὸς εὐχὴν ἀνατείνων. καὶ οὗτοι μὲν οἱ τοῦ νικηφόρου [*]() παῖδες ἐν στήλαις ἵστανται σὺν τῷ πατρί· | μετ᾿ ἐκείνους δὲ καὶ θυγατέρων αὐτοῦ νικηφόροι υἱοὶ δύο, Εὔκλων πυγμῇ νικήσας ἄνδρας καὶ μετ᾿ ἐκεῖνον Πεισίρροδος. καὶ λέγεται κατὰ τὴν Ὀλυμπίαν νικήσαντας τοὺς παῖδας κατὰ τὴν αὐτὴν [*]() ἡμέραν τῷ πατρί, | περιβαλόντας [οὖν] τὸν Διαγόραν περιιέναι τὸ στάδιον μακαριζομένους ὑπὸ τῶν Ἑλλήνων. χρόνῳ δὲ ὕστερόν φασι καὶ τὴν τούτου θυγατέρα Ἀριστοπάτειραν ἐλθεῖν εἰς τὴν Ὀλυμπίαν καὶ αἰτεῖν παρὰ τῶν Ἑλλανοδικῶν ἐπιτρέψαι τὴν θέαν αὐτῇ· τοὺς δὲ κωλύειν φάσκοντας κατὰ νόμον γυναῖκα μὴ θεωρεῖν τὸν γυμνικὸν ἀγῶνα. τὴν δὲ φῆσαι πρὸς αὐτοὺς οὐκ ἴσην εἶναι ταῖς ἄλλαις γυναιξὶν, ἀλλὰ φέρειν πλέον τι, ταῖς προγονικαῖς ἀρεταῖς ἐπερειδομένην, καὶ δεῖξαι τάς τε τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν στήλας· καὶ οὕτω νικηθέντας τοὺς Ἑλλανοδίκας ἐπιχωρῆσαι καὶ συνήθειαν νόμου διαλῦσαι καὶ τῇ
1.199
Ἀριστοπατείρᾳ τὴν θέαν ἐπιτρέψαι. καὶ τὰ μὲν περὶ αὐτῶν τοσαῦτα. ἱστόρηται δὲ ὁ Διαγόρας Ἑρμοῦ παῖς γεγενῆσθαι. φασὶ γὰρ αὐτοῦ τὴν μητέρα εἰς ἀγρόν που πορευομένην, εἶτα καύματος σφοδροῦ ἐπισχόντος ἐπικλιθῆναί τινι Ἑρμαίῳ τεμένει, καὶ οὕτω τὸν θεὸν αὐτῇ συνελθεῖν, | τὸν δὲ Διαγόραν [*]() οὕτω τεκεῖν αὐτήν· ὃς πρῶτος ἀφ᾿ Ἡρακλέος λέγεται τοιοῦτος γενέσθαι.[*]()

a. φιάλαν ὡς εἴ τις: ὡς εἴ τις φιάλην πάγχρυσον [*]() ἀπὸ πλουσίας χειρὸς λαβὼν πεπληρωμένην οἴνου δωρήσεται ἀκμαίῳ νυμφίῳ, ἅμα τὸν οἶνον προπίνων καὶ αὐτὴν τὴν φιάλην δωρούμενος, οὖσαν κεφάλαιον τῶν τοῦ πλούτου κτημάτων διὰ τὸ αὐτὴν χρυσῆν εἶναι· | ἀπὸ τῶν οἴκων δὲ τοῦ [*]() πενθεροῦ δεξάμενος εἰς τὰ ἑαυτοῦ φέρει οἰκήματα· ἐχαρίσατο δὲ τοῦ τε συμποσίου διὰ τοῦ δώρου τὴν ὀφειλομένην χάριν ἀποσώσας καὶ τὴν ἑαυτοῦ συγγένειαν τὴν πρὸς τὸν νεανίαν τιμήσας· | ἔθηκε δὲ αὐτὸν ζηλωτὸν ἕνεκεν τῆς ὁμοφροσύνης [*]() πρὸς τὴν τοῦ δωρησαμένου θυγατέρα.[*]()

b. ὥσπερ οὖν ὁ πενθερὸς δωρεῖται τῷ νεανίᾳ τὴν φιάλην [*]() οἴνου πεπληρωμένην, κἀγὼ τὸ ἄκρατον τὸ ἐκ Μουσῶν ὑπάρχον μοι νέκταρ, ὃ ἐκ τῆς ἐμαυτοῦ διανοίας ἐκαρπωσάμην, | παρέχων τοῖς νικηταῖς ἀνδράσιν, ἱλαροὺς αὐτοὺς [*]() καὶ εὐχαρίστους ἀποτελῶ.[*]()

1.200

[*]()a. καγχλάζοισαν: ἀντὶ τοῦ πληθύνουσαν.

b. ἔνδον δὲ ὅτι ἔσω τῆς φιάλης ἔχεται ὁ οἶνος.

c. ἀμπέλου δρόσῳ: ἤγουν τῷ οἴνῳ. 6

[*]()d. καχλάζοισαν: ἀντὶ τοῦ πεπληρωμένην· πρὸς ὃ τὸ σημεῖον.

[*]()δωρήσεται: οὐ μόνον προπίνων, ἀλλὰ καὶ τὴν φιάλην χαρίσεται χρυσῆν οὖσαν. δηλοῖ γὰρ τὸ δωρεῖσθαι, ὡς καὶ Ἀνακρέων (fr. 66?)· ὡς καὶ προπίνων χρηστὰς φιάλου. καὶ Δημοσθένης (18, 296) τοὺς προδιδόντας τὴν πατρίδα . . . [*]()

[*]()a. προπίνων: προπίνειν ἐστὶ κυρίως τὸ ἅμα τῷ κράματι τὸ ἀγγεῖον χαρίζεσθαι. Ἀνακρέων (fr. 66)· ἀλλὰ πρόπινε ῥαδινοὺς ὦ φίλε μηρούς· ἀντὶ τοῦ χαρίζου. καὶ Δημοσθένης (18, 296) τοὺς προδιδόντας τὰς πατρίδας τοῖς [*]() ἐχθροῖς προπίνειν ἔφη τοῖς ἐχθροῖς.[*]()

b. ἄλλως· τινὲς προπέμπων λέγουσι, τὸ δὲ προπίνων παλαιὸν σφάλμα φασὶ [*]() τῶν γραψάντων.

c. νεανίᾳ δὲ γαμβρῷ, τῷ ἀκμαίῳ νυμφίῳ· γαμβρὸν γὰρ κυρίως τὸν νυμφίον λέγουσι δηλονότι.

[*]()a. οἴκοθεν: διὰ γὰρ τὴν οἰκειότητα αἱ οἰκίαι κοιναί εἰσι τοῦ πενθεροῦ καὶ τοῦ γαμβροῦ.[*]()

[*]()b. πάγχρυσον κορυφάν: τὸ μὲν πάγχρυσον ὡς πρὸς τὴν φιάλην, ἵν᾿ ᾖ ἡ φιάλη ὅλη χρυσῆ.

c. τὸ δὲ κορυφὰν κτεάνων, ὅτι ἀξιοπρεπέστερος τῶν τοῦ πλούτου χρημάτων ὁ χρυσός. κορυφὰν οὖν τὸ κεφάλαιον καὶ ἄκρον [*]() ἀκουστέον.[*]()

d. ἐξ Ὁμήρου τοῦτο παρέξεται φάσκοντος· τῷ κτέρας οὐδὲν ὅμοιον (K 216 cl. Ω 235).

1.201

a. συμποσίου τε χάριν: ἀντὶ τοῦ τῶν ἐν τῷ συμποσίῳ. [*]()ποσίῳ.

b. ὅπως καὶ δόξῃ χαριστικός τις εἶναι παρὰ τοῖς [*]()πίνουσιν.

c. κᾶδός τε· τὴν κατ᾿ ἐπιγαμίαν οἰκειότητα τιμῶν [*]() τῷ δώρῳ τῆς χρυσῆς φιάλης. ἔνθεν καὶ κηδεστής.[*]()

d. κᾶδός τε τιμάσας ἑόν: τὸ κῆδος. τὴν συγγένειαν· [*]() ἔοικε γὰρ ὁ δωρούμενος πατὴρ εἶναι τῆς γαμηθείσης τῷ νεανίᾳ νύμφης.[*]()

a. ζαλωτόν: ζηλωτὸν ἐκεῖνον αὐτοῖς ἐποίησεν ἕνεκεν [*]() τῆς ὁμοφροσύνης αὐτοῦ πρὸς τὴν σύνευνον. διὰ γὰρ αὐτὸ τοῦτο δηλονότι παρὰ τοῦ πατρὸς αὐτῆς ἐτιμᾶτο.

b. προσληπτέον δὲ εἰς τὸν πλήρη λόγον τὴν ἕνεκα, ἵν᾿ ᾖ· φίλων δὲ παρόντων ἐποίησεν αὐτὸν ζηλωτὸν ἕνεκα τῆς ὁμόφρονος εὐνῆς.[*]()

a. καὶ ἐγὼ νέκταρ χυτόν: αὐτόχυτον καὶ ἄκρατον. [*]()[*]()

b. νέκταρ τὸ ποίημα εἶπε· Μοισᾶν δὲ δόσιν, [*]() τὴν μουσικὴν καὶ τοὺς ὕμνους.

c. ἱλάσκομαι, ἱλαροὺς ποιῶ.

d. καρπὸν φρενός: τὴν ποίησιν καὶ τὴν [*]() ἐπίνοιαν τῶν ποιημάτων καρπὸν εἶπε φρενός.

e. νέκταρ χυτόν: καὶ ἐγὼ τὴν τῶν Μουσῶν δόσιν, [*]() ἥτις ἐστὶ νέκταρ χυτὸν καὶ αὐτὸ ἄκρατον· οὐ γὰρ ἐπιδέεται τοῦτο συγκράσεως, ὥσπερ οἶνος χωρὶς ὕδατος· . . . . [*]()

ἱλάσκομαι: ἱλαροὺς ποιῶ τοὺς τὸν ὕμνον λαμβάνοντας [*]() νικηφόρους, ὡς ὁ προπίνων πενθερὸς τῷ γαμβρῷ τὴν φιάλην καὶ δωρούμενος λαμπρὸν κατασκευάζει τὸν λαμβάνοντα καὶ γεγηθότα.[*]()

a. ὁ δ᾿ ὄλβιος: οὗτος δέ ἐστιν εὐδαίμων, ὃν ἀγαθὴ [*]()

1.202
δόξα καὶ φήμη κατέχει.

b. ἤτοι γνωμικῶς· ἢ ἰδίως, ὃν ἂν εὐφημήσω.

[*]()c. ὄλβιος: καθόλου πᾶς ὁ καλῶς ἀκούων ὄλβιός ἐστιν . . . φῆμαι ἀγαθαὶ κατέχουσιν ἐκ τῶν ἐμῶν ποιημάτων, οἷον τὸν ὑπ᾿ ἐμοῦ μνησθέντα.[*]()

[*]()a. ἄλλοτε δ᾿ ἄλλον: τὸ ἑξῆς· ἄλλοτ᾿ ἄλλον ἡ Χάρις ἐποπτεύει. [τὸν] κομίζονται τῶν κακοπαθειῶν τὴν χάριν οἱ ὑμνηθέντες.

b. δύναται δὲ καὶ ἡ χάρις ἐποπτεύειν ἅμα μὲν ἁδυμελεῖ φόρμιγγι παμφώνων τε ἐν ἔντεσιν αὐλῶν ὅπερ νικῶσι τοῖς νικηφόροις συμβαίνει ποιεῖν.

c. περιφραστικῶς εἶπε τοὺς αὐλοὺς ἔντεα παρὰ τὸ ἔσω τὴν φωνὴν ἔχειν.

[*]()d. ἄλλοτε δ᾿ ἄλλον ἐποπτεύει χάρις: Ἀρίσταρχος χάριν ἀκούει τὴν τῆς εὐδαιμονίας· βέλτιον δὲ τὴν τῶν ποιημάτων.

e. ζωθάλμιος δὲ, ἡ θάλλειν αὐτοὺς ποιοῦσα καὶ οἱονεὶ ζῆν διαπαντὸς μνημονευομένους.

[*]()f. ἄλλως· ἐποπτεύει χάρις: ἡ τῶν ποιημάτων ἡδονή.

g. ὁ δὲ νοῦς· [ἄλλοτε δ᾿ ἄλλον ἡ ζωθάλμιος χάρις, ἡ τῆς νίκης,] καταλαμβάνει δὲ καὶ ἐποπτεύει ἡ χάρις τοὺς νικηφόρους σύν τε κιθάρᾳ καὶ αὐλοῖς ποικίλως φθεγγομένοις.

h. ζωθάλμιος ἀντὶ τοῦ ζῶσα καὶ θάλλουσα.

1.203

ἔντεσιν αὐλῶν: περιφραστικῶς τοῖς αὐλοῖς, οὓς [*]() ἔντεα εἶπε παρὰ τὸ ἐντὸς ἔχειν τὴν φωνήν.

a. καὶ νῦν ὑπ᾿ ἀμφοτέρων: μετὰ αὐλῶν καὶ [*]() λύρας.

b. ἡ δὲ ὑπό ἀντὶ τῆς μετά· καὶ Ὅμηρος (Σ 492)· δαΐδων ὑπὸ λαμπομενάων.

c. κατῆλθον οὖν ἀπὸ Θήβης [*]() εἰς τὴν Ῥόδον, εἰς τὴν τοῦ νικηφόρου πατρίδα.

a. τὰν ποντίαν: διὰ τὸ εἶναι αὐτὴν νῆσον, διὰ [*]() τοῦτο ποντίαν εἶπε.

b. κατέβαν δὲ, κατῆλθον ἀπὸ Θήβης ἐπὶ τὴν Ῥόδον, ὑμνῶν αὐτὴν μετὰ αὐλῶν καὶ κιθάρας.

c. τὰν ποντίαν ὑμνέων παῖδ᾿ Ἀρφοδίτας: σύνηθες [*]() τῷ Πινδάρῳ τὰ τῶν Νηρηίδων ὀνόματα κατὰ τῶν πόλεων τῶν ὁμωνύμως λεγομένων τάττειν, καὶ τοὔμπαλιν· ἔστι δὲ ὅτε καὶ συμπλέκειν, ὥσπερ καὶ νῦν. παῖδα Ἀφροδίτης μὲν γὰρ λέγει τὴν ἡρωίδα· ὅτι δὲ ποντίαν ὀνομάζει, τὴν νῆσον βούλεται δηλοῦν. ἐὰν δὲ γράφηται παῖδα Ἀμφιτρίτης, ὡς Ἀμφιτρίτης αὐτῆς καὶ Ποσειδῶνος οὔσης τῆς Ῥόδου θυγατρός. κατὰ δὲ ταύτην τὴν γραφὴν τὸ ποντία οὐκέτι ἐπὶ τῆς νήσου θετέον, | ἀλλ᾿ ἐπὶ τῆς Ἀμφιτρίτης· [*]() καὶ γὰρ αὕτη ἐνάλιος δαίμων.

d. Ἀσκληπιάδης δέ φησι γενεαλογεῖσθαι τὴν Ῥόδον Ἀφροδίτης καὶ Ἡλίου· τὸν γὰρ Ἥλιον αὐτῆς ἐρασθῆναι καὶ ἐν αὐτῇ τῇ νήσῳ μιγῆναι.

e. ἄλλως· ποντίαν παῖδ᾿ Ἀφροδίτας: τὴν Ῥόδον. [*]() διὰ τὸ εἶναι δὲ νῆσον ποντίαν εἶπεν.

c. οὐχ ὥς τινες

1.204
ἠβουλήθησαν, ἐξ Ἡλίου καὶ Ἀφροδίτης τὴν νύμφην γεγενῆσθαι· ἐναντίον γὰρ τὸ ἐπαγόμενον Ἀελίοιό τε νύμφαν· ἀλλ᾿ ἀκουστέον τὴν Ῥόδον Ἀφροδίτης παῖδα διὰ τὸ ἀνθηρὸν καὶ χαριέστατον, νύμφην δὲ Ἡλίου. λέγεται γὰρ θεασάμενος τὴν νύμφην καὶ ἐρασθεὶς, εἶτα ἁρπάσας ἐν τῇ ὁμωνύμῳ νήσῳ συγγενέσθαι· ἵνα τὸ μὲν ποντίαν παῖδ᾿ Ἀφροδίτας ἐπ᾿ αὐτῆς τῆς νήσου λάβωμεν, τὸ δὲ Ἀελίοιό τε νύμφαν ἐπ᾿ αὐτῆς τῆς ἡρωίδος ἀκούσωμεν.

[*]()f. παῖδ᾿ Ἀφροδίτης εἶπε τὴν Ῥόδον διὰ τὸ κάλλος τῆς νήσου. Ἡρόφιλος δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴν Ῥόδον εἶναί φησι, Ἐπιμένιδης (FHG IV, 404) δὲ αὐτὴν Ὠκεανοῦ γενεαλογεῖ· ἀφ᾿ ἧς τὴν πόλιν ὠνομάσθαι. τινὲς δὲ αὐτήν φασι κληθῆναι οὕτω διὰ τὸ σπουδαῖα ἔχειν ῥόδα· οἱ δὲ διὰ τὸ ῥοώδη εἶναι τὰ περὶ αὐτήν.

[*]()g. ἄλλως· ὅτι Ἀφροδίτης φησὶ γενέσθαι Ῥόδον θυγατέρα, ἀφ᾿ ἧς κληθῆναι τὴν νῆσον, Ἡλίου δὲ νύμφην.

h. Ἡλίου καὶ Ῥόδης ἐγένοντο παῖδες ἑπτὰ καὶ θυγάτηρ Ἠλεκτρυώνη.[*]()

[*]()Ἀφροδίτας: Ποσειδῶνος καὶ Ἀφροδίτης Ἡρόδωρος γενεαλογεῖ παρ᾿ Ἡροφίλῳ, οἱ δὲ Ποσειδῶνος καὶ Ἀμφιτρίτης. οἱ δὲ ὅτι εὐπρεπὴς ἡ Ῥόδος διὰ τὸ κάλλος.

[*]()Ἀελίοιό τε: Ἥλιος ἰδὼν αὐτὴν ἥρπασε καὶ ἐμίγη αὐτῇ ἐν τῇ ἀπ᾿ αὐτῆς κληθείσῃ Ῥόδῳ.[*]()

[*]()a. εὐθυμάχαν: ἤτοι μὴ ἐπιστρεφόμενον ἐν τῷ

1.205
πυκτεύειν, ἢ ἐπ᾿ εὐθείας ἐρχόμενον ἐν μάχῃ.

b. τὸ δὲ πελώριον οὐκ ἀργῶς, ἀλλ᾿ ἐπεὶ τετράπηχυς ἦν καὶ ε΄ δακτύλων.

c. εὐθυμάχαν δὲ τὸν ἐξ εὐθείας ἀγωνιζόμενον.[*]()[*]()

a. πελώριον ἄνδρα: οὐ παρὰ τὸ παρατυγχάνον [*]() ἐνεγκωμίασε τὸν ἄνδρα Διαγόραν, ἀλλὰ συμφώνως τοῖς προτέροις οἷς ἐξηγησάμεθα περὶ αὐτοῦ, ὅτι τεσσάρων πηχῶν καὶ πέντε δακτύλων ὁ Διαγόρας. [*]()

b. (πελώριον:) τεσσάρων γὰρ ἦν πηχῶν. [*]()

c. παρ᾿ Ἀλφειῷ: ἤγουν ἐν Ὀλυμπίᾳ. [*]()

(ἄποινα:) ἀντίδωρα. [*]()