Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. Αἰνέα: Αἰνέας ὁ τοῦ χοροῦ διδάσκαλος, ᾧτινι ὁ Πίνδαρος ἐχρῆτο διὰ τὸ ἰσχνόφωνον καὶ μὴ δι᾿ ἑαυτοῦ δύνασθαι τοῖς χοροῖς καταλέγειν· ὅπερ οἱ πλεῖστοι ἐποίουν, δι᾿ ἑαυτῶν ἀγωνιζόμενοι.

[*]()b. πρῶτον μὲν Ἥραν: τὴν Σαμίαν Ἥραν.

c. τινὲς δὲ τὸν Ἀγησίαν φασὶν ἱδρύσασθαι ἄγαλμα Ἥρας.

d. οἱ δὲ ὅτι γαμήλιος καὶ αἰτία γενέσεων.

e. καὶ ἐν Εὐβοίᾳ Παρθένος ἐκαλεῖτο.

f. καὶ ποταμὸς Παρθένιος, ὃς Ἴμβρασος ἐκλήθη. Καλλίμαχος (fr. 213)· ἀντὶ γὰρ ἐκλήθης, Ἴμβρασε, Παρθενίου.

[*]()g. Ἥραν Παρθενίαν: τὴν ἐν τῷ Παρθενίῳ ὄρει τῆς Ἀρκαδίας τιμωμένην [ὑμνῆσαι]· ἵν᾿ ᾖ, τὴν ἐν Ἀρκαδίᾳ. οὕτως δὲ καὶ ἐν Ἄργει τιμᾶται Ἥρα.

[*]()εἰ φεύγομεν, Βοιωτίαν ὗν: ὅτι διὰ τὴν ἀγροικίαν καὶ τὴν ἀναγωγίαν τὸ παλαιὸν οἱ Βοιωτοὶ ὗες ἐκαλοῦντο· [*]() | καθάπερ καὶ αὐτὸς ἐν τοῖς διθυράμβοις (fr. 83)· [*]() ἦν ὅτε σύας τὸ Βοιώτιον ἔθνος ἔλεγον. | καὶ Κρατῖνος (fr. 310 K.)· οὗτοι δ᾿ εἰσὶν Συοβοιωτοὶ, κρουπεζοφόρον γένος ἀνδρῶν.[*]()

[*]()a. ὗν: Ἀρίσταρχος· παρὰ τὸ λεγόμενον [ἐν] Βοιωτία ὗς.

1.189
πεποιθὼς δὲ ὁ Πίνδαρος τοῖς ἑαυτοῦ ποιήμασι κελεύει ἐπιγνῶναι τὸν Αἰνέαν καὶ γνῶναι τὴν τέχνην, εἰ φεύγουσιν οἱ Θηβαῖοι τὸ παλαιὸν ὄνειδος παιδείᾳ διαφέροντες καὶ μουσικῇ. τότε γὰρ ὡς ἀμαθεῖς ἐσκώπτοντο.

b. Ὕαντες δὲ ᾤκησαν τὴν Θήβην, καὶ ἀπὸ τοῦ ὀνόματος μετετράπη τὸ καὶ Συοβοιωτοὺς αὐτοὺς λέγεσθαι.

c. ὗν: Ὕαντες ἔθνος Βοιωτίας, οὕστινας ἐκ παραφθορᾶς [*]() τοῦ ὀνόματος ἀντὶ τοῦ Ὕαντας λέγειν ἐκάλουν Ὗς· ὥστε τοῖς ὕστερον διαδοθῆναι τὴν λέξιν ἐπὶ τῶν Βοιωτῶν καὶ λοιπὸν νομισθῆναι διὰ πολλὴν ἀγροικίαν καὶ ἀλογίαν οὕτως ἐξ ἀρχαίου αὐτοὺς κεκλῆσθαι, τούς τε βουλομένους τινὰς σκῶψαι ἐκάλουν Βοιωτίαν ὗν.

d. ἐσσὶ γὰρ ἄγγελος: τυγχάνεις γὰρ, ὦ Αἰνέα, [*]() ἄγγελος ἀληθὴς καὶ τῶν καλλικόμων Μουσῶν κῆρυξ τῶν τε ἐπισήμων καὶ ἄγαν εὐφήμων ὕμνων κρατὴρ γλυκύτατος.

a. ἠυκόμων: καὶ νῦν τοῦτο σημαίνει· οἷον Μουσῶν [*]() εἶ κῆρυξ, διὰ τὸ σκυταλοφορεῖν τοὺς κήρυκας. περὶ δὲ τῆς σκυτάλης καὶ ἐν τοῖς Ἀρχιλόχου ὑπομνήμασιν εἴρηται (fr. 86)· ἀχνυμένη σκυτάλη.

b. . . . . παρὰ τοῖς Λακεδαιμονίοις. τινὲς δὲ δύο ἰσοπήχεις καὶ ἰσομήκεις· καὶ τούτων τὴν μίαν διδόασι τῷ ἁρμοστῇ, ὃν ἂν ἐκπέμπωσι πολιτικὴν χρείαν ἔχοντα, τὴν δὲ ἄλλην κατέχουσι· καὶ ὅταν δέῃ ἐπιστέλλειν ἀναγκαῖά τινα, ὑπὲρ τοῦ ἄγνωστα εἶναι τὰ ἐπιστελλόμενα τοῖς διακομίζουσιν ἑλίσσουσι παρ᾿ ἑαυτοῖς τὴν σκυτάλην δέρματι λευκῷ καὶ γράφουσι· ἔπειτα λύουσι καὶ διδόασι, μὴ φυλάττοντα τὴν λέξιν τῶν γεγραμμένων παρ᾿

1.190
ἑτέρῳ τινι ἢ παρ᾿ ἐκείνῳ, ὃς λαβὼν ἑλίσσει τὴν παρ᾿ ἑαυτῷ ῥάβδον καὶ οὕτως φανερῶν τῇ τάξει γενομένων μὴ νοεῖν τὰ γεγραμμένα.

[*]()c. ἠυκόμων σκυτάλα Μοισᾶν: τῶν εὐκόμων Μουσῶν ἀξιόλογε [ἄγγελε καὶ] κῆρυξ. σκυτάλην γὰρ ἐκ τοῦ συμβεβηκότος λέγουσιν, ὡς καὶ Ἀρχίλοχος (fr. 86)· ἀχνυμένη σκυτάλη.

d. ἡ δὲ σκυτάλη τοιοῦτόν ἐστι. Λάκωνες κήρυκας διαπεμπόμενοι ξύλον μελαίνοντες περιείλισσον λευκῷ ἱμάντι καὶ περιέγραφον τῷ τε ἱμάντι καὶ τῷ ξύλῳ· εἶτα ὑπέλυον, ὥστε τὴν ἀκολουθίαν τῆς γραφῆς μὴ σώζεσθαι, εἰ μὴ προστεθείη πάλιν ὁ ἱμάς· καὶ οὕτω διὰ μὲν ἑτέρου τὸν ἱμάντα, διὰ δὲ ἑτέρου τὸ ξύλον ἀπέστελλον. [*]()

e. οἱ δὲ ὅτι ξύλον διαπρίοντες ἔνδον ἐπέγραφον καὶ οὕτως [*]() ἀπέστελλον.

f. οἱ δὲ ὅτι ξύλον τι στρογγύλον, ὅπερ εἰς δύο ποιοῦντες τὸ μὲν ἥμισυ κατεῖχον αὐτοὶ, τὸ δὲ ἕτερον ἐδίδουν τῷ ἁρμοστῇ [τῷ στρατηγῷ] τῷ ἐκπεμπομένῳ εἴς τινα πόλιν· εἶτα εἰ ἐβούλοντο δηλῶσαι αὐτῷ περὶ ἀπορρήτων, ἱμάντι περιειλίσσοντες ὃ εἶχον αὐτοὶ ξύλον ἐπέγραφον· ὅντινα δεχόμενος ὁ ἁρμοστὴς περιείλει ᾧ εἶχεν ἐκείνου ἀποκόμματι καὶ οὕτως ἀνεγίνωσκεν. ἦσαν δὲ ἁρμοσταὶ Λακεδαιμονίων εἴκοσιν.[*]()

[*]()g. ἄλλως· Μοισᾶν: ἀντὶ τοῦ Μουσῶν ἄγγελε καὶ κῆρυξ.

h. ἐχρῶντο δὲ πλατείαις σκυτάλαις οἱ Λάκωνες,

1.191
ἐγγράφοντες αὐταῖς τὰς ἐπιστολὰς καὶ ἐγκλείοντες εἰς σκύτινα ἀγγεῖα καὶ οὕτω σφραγίζοντες.[*]()

a. Συρακοσσᾶν τε καὶ Ὀρτυγίας: Ὀρτυγία νῆσος [*]() ταῖς Συρακούσαις παρακειμένη τὸ πρότερον· νῦν δὲ συνήφθη τῇ πόλει ταῖς Συρακούσαις.

b. ἄλλως· νῆσος [*]() πρὸ τῶν Συρακουσῶν, ἧς ἄρχει ὁ Ἱέρων.

c. ὅτι ἡ τῶν Συρακουσίων νῆσος Ὀρτυγία ἐκαλεῖτο, καὶ ὅτι Ἀγησίας ἐπολιτεύετο ἐν Συρακούσαις· ἦν δὲ τὸ ἀνέκαθεν Στυμφήλιος ἐξ Ἀρκαδίας.

d. ἥντινά, φησι, τὴν τῶν Συρακουσῶν πόλιν Ἱέρων καθαρῷ σκήπτρῳ διοικῶν, ἴσα καὶ δίκαια βουλευόμενος τιμᾷ καὶ θεραπεύει τὴν Δήμητραν τὴν ἀνθηρὸν [καὶ ἐρυθρὸν] ἔχουσαν πόδα.

e. ἢ φοινικόπεζαν, τὴν ἐρυθρόπουν, [*]() ἀπὸ μέρους καλήν· πέζα γὰρ ὁ ποῦς.

a. τὰν Ἱέρων: ἱερωσύνην εἶχεν ὁ Ἱέρων Δήμητρος [*]()καὶ Κόρης καὶ Διὸς Αἰτναίου ἐν Σικελίᾳ ἐκ διαδοχῆς Τηλίνου τοῦ προγόνου αὐτῶν.

b. σκάπτῳ: Ἀρίσταρχος· τοῖς κατὰ τὸν χορὸν εἰπεῖν [*]() ἐπικελεύει τῶν τε Συρακουσῶν μεμνῆσθαι καὶ τῆς Ὀρτυγίας· αὕτη δέ ἐστι προσεχὴς ταῖς Συρακούσαις νῆσος καὶ ἀχώματος.

c. ὁ δὲ Δίδυμος· διὰ τὸν Ἱέρωνα, ἐπεὶ ἄνωθεν ἐκ προγόνων ἱεροφάντης τῶν θεῶν ἀποδέδεικται, τὰ προκείμενά φησιν ὁ Πίνδαρος· καὶ παρατίθεται τὰ Φιλίστου (FHG IV, 640) καὶ τὰ Τιμαίου (FHG I, 214).

1.192

[*]()φοινικόπεζαν: ἐπειδὴ οἱ λικμῶντες τὰ ἄχυρα ξανθοὶ γίνονται τὴν κεφαλήν. πᾶν δὲ ἄκρον πέζα καλεῖται.

[*]()a. λευκίππου τε: ὅτι ἡ Δημήτηρ τὴν Κόρην εὗρε μετὰ τὴν ἁρπαγὴν καὶ λευκοὺς ἵππους ὑποζεύξασα ἀνήγαγεν αὐτήν.

[*]()b. λευκίππου τε θυγατρός: ἀπὸ κοινοῦ τὸ ἀμφέπει καὶ τῆς λευκοὺς ἵππους ἐχούσης θυγατρὸς αὐτῆς· λέγει δὲ τῆς Κόρης.

c. λεύκιππον δὲ εἶπεν, [*]() | ἐπειδὴ λέγεται μετὰ τὴν ἁρπαγὴν ἡ Κόρη, ἣν ὑπέστη ὑπὸ τοῦ Πλούτωνος, εὑρεθεῖσα λοιπὸν ὑπὸ τῆς μητρὸς αὐτῆς Δήμητρος, λευκοπώλῳ ἅρματι ἀνῆχθαι εἰς τὸν Ὄλυμπον πρὸς [*]() τὸν πατέρα τὸν Δία.

d. λέγεται δὲ ὁ Ἱέρων τῆς Δήμητρος καὶ τῆς Κόρης ἱεροφάντης.

[*]()a. Ζηνὸς Αἰτναίου: ἐν τῇ Αἴτνῃ Διὸς Αἰτναίου ἄγαλμα ἵδρυται, καὶ ἑορτὴ Αἰτναῖα καλεῖται.

[*]()b. καὶ Ζηνὸς Αἰτναίου: ἀπὸ κοινοῦ τὸ ἀμφέπει.

c. περιέπει δὲ καὶ θεραπεύει ὁ Ἱέρων καὶ τὸ κράτος τοῦ Διὸς τοῦ κατὰ τὴν Αἴτνην τιμωμένου.

[*]()d. ἁδύλογοι δέ μιν λύραι: αἱ ἀπὸ τῶν ὀργάνων πνοαί.

e. ὁ δὲ λόγος· αἱ δὲ ἡδύλογοι αὐτὸν πνοαὶ τῶν ὀργάνων καὶ ᾠδαὶ γνωρίζουσιν· ἤτοι ὡς πολυύμνητον διὰ τὰ κατορθώματα, ἢ ὡς καὶ αὐτὸν μουσικῆς ἔμπειρον· φησὶ γάρ που ἔμπροσθεν (O. I 14)· ἀγλαΐζεται δὲ καὶ μουσικᾶς ἐν ἀώτῳ.

1.193

a. μὴ θραύσοι: ὁ ἐπιγινόμενος χρόνος τὸν ὄλβον [*]() αὐτῶν μὴ θραύοι, τοὐναντίον δὲ αὐτοὶ . . . .· τοῦτο γάρ τινες συνεκδέχονται.

b. μὴ ταράσσοι.

c. μὴ θραύσοι χρόνος ὄλβον: ὁ λόγος εὐκτικός· [*]() μὴ δὲ οὖν, ὦ θεοὶ, θραύσοι καὶ ἀφανίσοι αὐτοῦ τὴν εὐδαιμονίαν ὁ μακρὸς χρόνος, ἀλλὰ φιλοφροσύναις καὶ εὐθυμίαις ἐπεράστοις εἴη τὸν Ἱέρωνα τὸ τοῦ Ἀγησίου ἐγκώμιον δέξασθαι.

σὺν δὲ φιλοφροσύναις: ὅτι φίλος Ἀγησίας [*]() Ἱέρωνος καὶ μάντις· ὃς ἀνῃρέθη Ἱέρωνος καταλυθέντος.

δέξαιτο κῶμον: τὸ τοῦ Ἀγησίου ἐγκώμιον δέξαιτο [*]() ὁ Ἱέρων.

a. οἴκοθεν οἴκαδε: ὅτι Ἀρκὰς καὶ Συρακούσιος [*]() ὁ Ἀγησίας.

b. ὁ δὲ νοῦς· | οἰκεῖον ὄντα καὶ οὐκ ἀλλότριον. [*]()

c. ἴδιον ἐξ ἰδίων. εἰ γὰρ καὶ ἐν Σικελίᾳ οἰκεῖν [*]() δοκεῖ ὁ Ἀγησίας, ὅμως ἐκ μητρὸς Ἀρκάς ἐστιν, ὥσπερ ἐδείχθη ἀνωτέρω (129 e).

d. ἀπὸ Στυμφαλίων: ἐκ τοῦ Στυμφήλου εἰς [*]() Συρακούσας πέμπει τὸν ὕμνον. μητρόπολις δὲ Ἀρκαδίας ἡ Στύμφηλος.

a. ποτινισόμενον: παραγινόμενον.

b. ὁ δὲ [*]() νοῦς τοιοῦτος· δέξαιτο ὁ Ἱέρων ἀπὸ τῆς Ἀρκαδίας ἐρχόμενον τὸν ὕμνον καὶ καταλιπόντα τὴν Στύμφηλον πόλιν, ἥ ἐστι μητρόπολις τῆς εὐμήλου Ἀρκαδίας, καὶ εἰς Σικελίαν παραγινόμενον.

a. ἀγαθαὶ δὲ πέλονται: ἀγαθαὶ δέ, φησι, καὶ [*]()

1.194
χρήσιμοι κατὰ χειμερίαν νύκτα δύο ἄγκυραι ἠρεισμέναι ἐκ μιᾶς νεώς. τοῦτο δέ φησι διὰ τὸ καὶ τὸν Ἀγησίαν δύο περιέχεσθαι πατρίσι, τῇ τε Ἀρκαδίᾳ καὶ ταῖς Συρακούσαις.

b. ἄλλως· ἐν νυκτὶ δ᾿ ἄνεμοι χαλεποί:— δῆλον νηῶν: πρὸς οὓς χρηστέον δύο ἀγκύραις . . .

c. . . . δύο ἄγκυραι χρήσιμοι, οὕτω καὶ πρὸς τὰς γινομένας ταραχὰς αἱ δύο πόλεις.

[*]()d. ἀγαθαὶ δὲ πέλονται: ἀστείως ἀπολογεῖται τοῦ εἶναι τὸν νικηφόρον δύο πατρίδων, καί φησιν· ὥσπερ ἐστὶ λυσιτελὲς καὶ συμφέρον ἐν χειμῶνι καὶ νυκτὶ [τὴν νῆα] δύο ἀγκύραις ἐπερείδεσθαι, οὕτως ἐπικερδὲς καὶ δύο πατρίδας ἔχειν [τὸν νικηφόρον].

e. ἡ δὲ ἔμφασις ὅτι ἐκπίπτοντες τῆς ἑτέρας πόλεως ἐπὶ τὴν ἑτέραν δύνανται σώζεσθαι παραγινόμενοι.

[*]()τῶνδ᾿ ἐκείνων τε: ὁ νοῦς· θεὸς οὖν τῶν Ἀρκάδων τὴν μοῖραν καὶ τῶν Συρακουσίων παρέχοι τῷ Ἀγησίᾳ καλλίστην.

[*]()φιλέων δὲ, θεὸς τὸν Ἀγησίαν.

[*]()δέσποτα ποντόμεδον: σὺ δὲ, ὦ δέσποτα Πόσειδον, ἄνερ τῆς Ἀμφιτρίτης, πάρεχε αὐτῷ εὐθὺν πλοῦν καὶ ἄκμητον. ἐν εὐθυμίᾳ καὶ εὐδαιμονίᾳ ὄντα παράσχες διανήξασθαι τὸν βίον· καὶ τὸν ἐμὸν δὲ ὕμνον εἰς ἄνθος καὶ τὸν καρπὸν εἰς δόξαν ἔπαιρε.

1.195

a. εὔθυνε πλόον: μέλλει γὰρ ὁ Ἀγησίας εἰς [*]() Συρακούσας πέμπειν τὸν ὕμνον πλοΐ.

b. τινὲς δὲ τὴν διαγωγὴν τοῦ βίου πλοῦν φασι ποιεῖσθαι.

a. πόσις: τὸ πόσις ἐπὶ κλητικῆς κεῖται εὐθείας ὂν, [*]() ὡς τὸ Ἠέλιος ὃς πάντ᾿ ἐφορᾷς (Γ 277), καὶ Διὶ φίλος. b. δίδου οὖν, φησιν, ὦ Πόσειδον, ὦ πόσις Ἀμφιτρίτης, εὐπλοῆσαι καμάτων ἐκτὸς ἐόντα.

τέλος ἀπήνης Ἀγησίᾳ Συρακουσίῳ.[*]()