Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. [ἐν] ἀμεμφεῖ ἰῷ μελισσῶν: ἤγουν ἐν ἀμέμπτῳ ἰῷ καὶ παρὰ τῶν μελισσῶν· ἤτοι ἁπαλωτέρῳ καὶ γλυκυτέρῳ.

1.172

[*]()f. ἀμεμφῆ ἰὸν εἶπε τὸ μέλι σκληρότερον· ὁ γὰρ ἰὸς μοχθηρίαν τινὰ ὑποφαίνει.

g. ὡς ἐπὶ δρακόντων δὲ τὸν ἰὸν εἶπεν· ἀποβάλλει γὰρ ὁ δράκων ἰόν· βουλῇ δὲ θεῶν ὡς μελισσῶν ἄνθος ἡδὺ γίνεται καὶ οἷον ὡς μέλι. [*]()

h. ἄλλως· ἠστειεύσατο εἰπὼν ἀντὶ τοῦ ἰοῦ μέλι προϊέναι. [*]()

i. τὸ δὲ σημεῖον ὅτι ἰὸν μελισσᾶν εἶπε τὸ μέλι διὰ τὸ ἀφίεσθαι ὑπ᾿ αὐτῶν· φησὶ δὲ τὸν Ἴαμον ὑπὸ δρακόντων μέλιτι τραφῆναι.

[*]()a. βασιλεὺς δ᾿ ἐπεὶ πετραέσσας: τῆς τραχείας.

b. τὸ δὲ ἑξῆς, πετραέσσας Πυθῶνος.

c. ὁ δὲ νοῦς· ἐπειδὴ οὖν ἦλθεν ἐκ τοῦ μαντείου ὁ βασιλεὺς Αἴπυτος, ἀνήρετο πάντας τοὺς ἐν τῇ οἰκίᾳ περὶ τοῦ γεννηθέντος παιδὸς ὑπὸ τῆς Εὐάδνης.

[*]()a. περὶ θνατῶν: περισσῶς ὑπὲρ πάντας ἀνθρώπους.