Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. κνιζομένα: λυπουμένη ἐπὶ τῷ μὴ δύνασθαι τρέφειν [*]()αὐτόν.

b. τὸν μὲν κνιζομένα: δοκεῖ τὸ κνιζομένα ἐναντίον [*]() εἶναι πρὸς τὴν τῆς Εἰλειθυίας εὐμένειαν· καὶ ἴσως τὴν μετρίαν αἴσθησιν τῆς ἀλγηδόνος ὑποφαίνει [καὶ] κνισμὸν ὀνομάζων.

c. ἢ λυπουμένη· ἤλγει μὲν γὰρ ὡς μήτηρ, στέργουσα τὸ τέκνον· κατελείπετο δὲ αὐτὸ ἐπὶ τῆς ἐρημίας βουλομένη λαθεῖν.

d. γλαυκῶπες αὐτόν: ἢ πυρώδεις· τὸ γὰρ γλαυκὸν [*]() ἐπὶ τοῦ πυρώδους ἔθεντο πολλοὶ καὶ τὴν σελήνην γλαυκὴν λέγουσιν. ἢ ἀπὸ τοῦ γλαύσσειν.

δαιμόνων βουλαῖσιν: ἤτοι καθόλου τῶν θεῶν [*]() ἀκουστέον, ἢ εἰς Ἀπόλλωνα καὶ Ποσειδῶνα ἀνακτέον, τὸν μὲν πατέρα, τὸν δὲ προπάτορα.

a. ἀμεμφεῖ: ἀμεμφῆ ἰὸν προσηγόρευσε τὸ μέλι [*]() σκληρότερον· ὁ γὰρ ἰὸς μοχθηρόν τι ὑποφαίνει.

b. ἐπειδὴ [δὲ] δράκοντές εἰσιν οἱ τρέφοντες, οὗτοι δὲ εἰώθασιν ἐμεῖν τὸν ἰόν· ὥστε τοὐναντίον ἐργάζεσθαι τὸν τῶν δρακόντων ἰὸν ὥσπερ εἰώθασι κατὰ φύσιν, τοῦ θεοῦ εἰς τοῦτο παραστήσαντος τὴν φύσιν τῶν δρακόντων.

c. ἢ ἰῷ μελισσᾶν τῷ μέλιτι, διὰ τὴν δριμύτητα καὶ κατὰ μεταφοράν.

d. ἐπεὶ δράκοντές εἰσιν, οὗτοι δὲ εἰώθεισαν ἐμεῖν τὸν ἰόν.