Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ὁ δὲ Δίδυμος· διὰ τὸν Ἱέρωνα, ἐπεὶ ἄνωθεν ἐκ προγόνων ἱεροφάντης τῶν θεῶν ἀποδέδεικται, τὰ προκείμενά φησιν ὁ Πίνδαρος· καὶ παρατίθεται τὰ Φιλίστου (FHG IV, 640) καὶ τὰ Τιμαίου (FHG I, 214).

1.192

[*]()φοινικόπεζαν: ἐπειδὴ οἱ λικμῶντες τὰ ἄχυρα ξανθοὶ γίνονται τὴν κεφαλήν. πᾶν δὲ ἄκρον πέζα καλεῖται.

[*]()a. λευκίππου τε: ὅτι ἡ Δημήτηρ τὴν Κόρην εὗρε μετὰ τὴν ἁρπαγὴν καὶ λευκοὺς ἵππους ὑποζεύξασα ἀνήγαγεν αὐτήν.

[*]()b. λευκίππου τε θυγατρός: ἀπὸ κοινοῦ τὸ ἀμφέπει καὶ τῆς λευκοὺς ἵππους ἐχούσης θυγατρὸς αὐτῆς· λέγει δὲ τῆς Κόρης.

c. λεύκιππον δὲ εἶπεν, [*]() | ἐπειδὴ λέγεται μετὰ τὴν ἁρπαγὴν ἡ Κόρη, ἣν ὑπέστη ὑπὸ τοῦ Πλούτωνος, εὑρεθεῖσα λοιπὸν ὑπὸ τῆς μητρὸς αὐτῆς Δήμητρος, λευκοπώλῳ ἅρματι ἀνῆχθαι εἰς τὸν Ὄλυμπον πρὸς [*]() τὸν πατέρα τὸν Δία.

d. λέγεται δὲ ὁ Ἱέρων τῆς Δήμητρος καὶ τῆς Κόρης ἱεροφάντης.

[*]()a. Ζηνὸς Αἰτναίου: ἐν τῇ Αἴτνῃ Διὸς Αἰτναίου ἄγαλμα ἵδρυται, καὶ ἑορτὴ Αἰτναῖα καλεῖται.

[*]()b. καὶ Ζηνὸς Αἰτναίου: ἀπὸ κοινοῦ τὸ ἀμφέπει.

c. περιέπει δὲ καὶ θεραπεύει ὁ Ἱέρων καὶ τὸ κράτος τοῦ Διὸς τοῦ κατὰ τὴν Αἴτνην τιμωμένου.

[*]()d. ἁδύλογοι δέ μιν λύραι: αἱ ἀπὸ τῶν ὀργάνων πνοαί.

e. ὁ δὲ λόγος· αἱ δὲ ἡδύλογοι αὐτὸν πνοαὶ τῶν ὀργάνων καὶ ᾠδαὶ γνωρίζουσιν· ἤτοι ὡς πολυύμνητον διὰ τὰ κατορθώματα, ἢ ὡς καὶ αὐτὸν μουσικῆς ἔμπειρον· φησὶ γάρ που ἔμπροσθεν (O. I 14)· ἀγλαΐζεται δὲ καὶ μουσικᾶς ἐν ἀώτῳ.