Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. οἱ δὲ ὅτι ξύλον διαπρίοντες ἔνδον ἐπέγραφον καὶ οὕτως [*]() ἀπέστελλον.

f. οἱ δὲ ὅτι ξύλον τι στρογγύλον, ὅπερ εἰς δύο ποιοῦντες τὸ μὲν ἥμισυ κατεῖχον αὐτοὶ, τὸ δὲ ἕτερον ἐδίδουν τῷ ἁρμοστῇ [τῷ στρατηγῷ] τῷ ἐκπεμπομένῳ εἴς τινα πόλιν· εἶτα εἰ ἐβούλοντο δηλῶσαι αὐτῷ περὶ ἀπορρήτων, ἱμάντι περιειλίσσοντες ὃ εἶχον αὐτοὶ ξύλον ἐπέγραφον· ὅντινα δεχόμενος ὁ ἁρμοστὴς περιείλει ᾧ εἶχεν ἐκείνου ἀποκόμματι καὶ οὕτως ἀνεγίνωσκεν. ἦσαν δὲ ἁρμοσταὶ Λακεδαιμονίων εἴκοσιν.[*]()

[*]()g. ἄλλως· Μοισᾶν: ἀντὶ τοῦ Μουσῶν ἄγγελε καὶ κῆρυξ.

h. ἐχρῶντο δὲ πλατείαις σκυτάλαις οἱ Λάκωνες,

1.191
ἐγγράφοντες αὐταῖς τὰς ἐπιστολὰς καὶ ἐγκλείοντες εἰς σκύτινα ἀγγεῖα καὶ οὕτω σφραγίζοντες.[*]()

a. Συρακοσσᾶν τε καὶ Ὀρτυγίας: Ὀρτυγία νῆσος [*]() ταῖς Συρακούσαις παρακειμένη τὸ πρότερον· νῦν δὲ συνήφθη τῇ πόλει ταῖς Συρακούσαις.

b. ἄλλως· νῆσος [*]() πρὸ τῶν Συρακουσῶν, ἧς ἄρχει ὁ Ἱέρων.

c. ὅτι ἡ τῶν Συρακουσίων νῆσος Ὀρτυγία ἐκαλεῖτο, καὶ ὅτι Ἀγησίας ἐπολιτεύετο ἐν Συρακούσαις· ἦν δὲ τὸ ἀνέκαθεν Στυμφήλιος ἐξ Ἀρκαδίας.

d. ἥντινά, φησι, τὴν τῶν Συρακουσῶν πόλιν Ἱέρων καθαρῷ σκήπτρῳ διοικῶν, ἴσα καὶ δίκαια βουλευόμενος τιμᾷ καὶ θεραπεύει τὴν Δήμητραν τὴν ἀνθηρὸν [καὶ ἐρυθρὸν] ἔχουσαν πόδα.

e. ἢ φοινικόπεζαν, τὴν ἐρυθρόπουν, [*]() ἀπὸ μέρους καλήν· πέζα γὰρ ὁ ποῦς.

a. τὰν Ἱέρων: ἱερωσύνην εἶχεν ὁ Ἱέρων Δήμητρος [*]()καὶ Κόρης καὶ Διὸς Αἰτναίου ἐν Σικελίᾳ ἐκ διαδοχῆς Τηλίνου τοῦ προγόνου αὐτῶν.

b. σκάπτῳ: Ἀρίσταρχος· τοῖς κατὰ τὸν χορὸν εἰπεῖν [*]() ἐπικελεύει τῶν τε Συρακουσῶν μεμνῆσθαι καὶ τῆς Ὀρτυγίας· αὕτη δέ ἐστι προσεχὴς ταῖς Συρακούσαις νῆσος καὶ ἀχώματος.