Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
d. Στυμφαλὶς εὐανθὴς Μετώπα: Μετώπη Ἀσωποῦ [*]() μὲν ἦν γυνὴ, μήτηρ δὲ Θήβης, ἀφ᾿ ἧς ἡ πόλις Θήβη προσηγορεύθη. διὰ τὴν οἰκειότητα οὖν, φησὶν ὁ Πίνδαρος, τὴν πρὸς ἐμὲ τῆς Μετώπης, ὅτι Θήβης μήτηρ τῆς ἐμῆς πατρίδος, ἕλκεταί με ἡ Μετώπη Ἀρκὰς οὖσα.
e. τὴν δὲ Μετώπην φασὶ γήμαντα Ἀσωπὸν τὸν Ὠκεανοῦ, Λάδωνος οὖσαν θυγατέρα, τεκνῶσαι Κέρκυραν, Αἴγιναν, Σαλαμῖνα, Θήβην, Ἄρπινναν, Νεμέαν, Κλεώνην.[*]()
g. ἡ Μετώπη ἡ Ἀρκαδικὴ πόλις (τοῦτο γὰρ σημαίνει [*]() διὰ τὸ Στυμφαλίς· Στύμφηλος γὰρ Ἀρκαδίας μητρόπολις) προσέλκει με ἑκόντα ἐν καλλιρόοις πνοαῖς, ἤγουν πρὸς τὸ αὐλεῖν καὶ ὑμνεῖν τὴν Ἀρκαδίαν τὴν τῆς μητρός σου χώραν.
h. ἄλλως· Στυμφαλὶς εὐανθὴς Μετώπα: Ἀρκαδική. [*]() Στύμφηλος γὰρ πόλις Ἀρκαδίας. Ὅμηρος (Β 608)·
Στύμφηλόν τ᾿ εἶχον καὶ Παρρασίην ἐνέμοντο.
i. ματρομάτορα δὲ λέγει τὴν Μετώπην ὁ Πίνδαρος οὕτω· | Μετώπη θυγάτηρ μὲν Λάδωνος τοῦ ποταμοῦ τῆς Ἀρκαδίας, [*]() γυνὴ δὲ Ἀσωποῦ τοῦ ἐν Θήβαις ποταμοῦ.
k. φασὶ δὲ τὴν Μετώπην οἱ μὲν λίμνην, οἱ δὲ ποταμόν.[*]()
[*]()b. πλάξιππον ἃ Θήβαν ἔτικτε· τᾶς ἐρατεινὸν ὕδωρ: ταύτης οὖν, τῆς Μετώπης· λέγει δὲ νῦν τοῦ ὁμωνύμου ποταμοῦ τῇ ἡρωίδι.
c. ὅτι δὲ ἡ Μετώπη τῆς Ἀρκαδίας ποταμὸς, Καλλίμαχος ἱστορεῖ ἐν ὕμνοις (in Jov. 26)· πολύστιόν τε Μετώπην.[*]()
[*]()a. πίομαι: οὐ λέγει κυρίως ὅτι πίομαι τὸ ἀπὸ τῆς Μετώπης ὕδωρ, ἀλλὰ οἷον γεύσομαι αὐτῆς διὰ τὸν ὕμνον καὶ ταύτην εἰς τὸν ὕμνον συλλήψομαι.