Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. ὁ δὲ νοῦς· ὀξὺς ὢν ὀξύτερος γίνομαι [*]() παρ᾿ ἀκόνης τῆς δοκήσεως θηγόμενος.[*]()

f. λιγυρᾶς νῦν τῆς ὀξείας.

[*]()a. προσέρπει: προσάγει.

b. παροξύνει καὶ αὐτόν με θέλοντα ταῖς καλλιρρόοις ῥοαῖς.

c. καλλίροοι δὲ ῥοαὶ αἱ ἀπὸ τῶν ὀργάνων ἐκπεμπόμεναι.

[*]()d. (προσέρπει:) γράφεται προσέλκοι.

[*]()a. καλλιρόοισι ῥοαῖς: ταῖς ἀπὸ τῶν ὀργάνων ἀναφερομέναις τῶν μετ᾿ αὐλῶν ὕμνων.[*]()

[*]()b. ματρομάτωρ: ἡ τῆς μητρὸς τῆς ἐμῆς μήτηρ· πῶς δὲ, ἐπιόντες δείξομεν.[*]()

[*]()a. Στυμφαλίς: ἀπὸ πατρίδος Ἀρκαδικῆς (Β 608)·

Στύμφηλόν τ᾿ εἶχον καὶ Παρρασίην ἐνέμοντο.

b. ἡ Μετώπη δὲ Ἀσωποῦ μὲν ἦν γυνὴ, θυγάτηρ δὲ Λάδωνος τοῦ ἐν Ἀρκαδίᾳ ποταμοῦ, μήτηρ δὲ Θήβης, ἀφ᾿ ἧς ἡ Πινδάρου πατρίς.

c. προσέλκεταί με ἡ Μετώπη ὑμνεῖν

1.185
σε διὰ τὴν οἰκειότητα· Ἀρκὰς γὰρ, ἐγὼ δὲ Θηβαῖος . . . ἦν, Θήβη δὲ Ἀσωποῦ καὶ Μετώπης τῆς Λάδωνος τοῦ ποταμοῦ Ἀρκάδος θυγάτηρ· ἀφ᾿ οὖ καὶ θηλυκῶς οὕτω ποταμὸς ἐν Ἀρκαδίᾳ Μετώπη.