Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. ἄλλως· ἕκαστον γὰρ τῶν ἀνθρώπων τὸ ἴδιον πρᾶγμα φανερὸν ποιεῖ, ὡς Ὅμηρον ἡ ποίησις, ἡ ῥητορικὴ Δημοσθένην.
c. τεκμαίρει χρῆμ᾿ ἕκαστον: ἕκαστον γὰρ τῶν [*]() ἀνθρώπων τεκμαίρει καὶ μηνύει τὸ οἱκεῖον πρᾶγμα, ὡς Ὅμηρον ἡ ποίησις, Δημοσθένην ἡ ῥητορική.
d. λείπει· ἐγὼ τοίνυν διὰ τοῦτο ἐπαινῶ.
e. ὁ δὲ λόγος γνωμικός. [*]()
a. μῶμος δ᾿ ἐξ ἄλλων: φθόνος δὲ καὶ ψόγος [*]() ἐξ ἄλλων τινῶν, ἐκ τῶν φθονερῶν, ἐπικρέμαται τούτοις οἷς ἄν ποτε κατὰ τὴν Ὀλυμπίαν περὶ τὸν δωδεκάκυκλον δρόμον ἀγωνισαμένοις καὶ νικήσασιν [καὶ οἷς ἂν] ἡ ἐκ τῆς νίκης χάρις ἔνδοξον τὴν ὄψιν παράσχῃ.
b. ἄλλως· ὁ νοῦς· [*]() ἐκ τῶν ἄλλων φθονούντων μῶμος ἐπικρέμαται τοῖς τετυχηκόσι τῶν τιμῶν τούτων· οἷον οἱ μὴ τετυχηκότες τοὺς τυχόντας διαμωμῶνται ὡς μηδενὸς ἀξιολόγου τετυχηκότας.
a. οἷς ποτε πρώτοις: τὸ ἑξῆς τοῦ λόγου· οἷς [*]() ἄν ποτε πρῶτον ἁρματηλατήσασιν ἡ αἰδοία Χάρις ἐπιστάζῃ εὐκλεᾶ . . .
b. εὐκλεᾶ μορφὰν δὲ εἶπε διὰ τὸ περιβλέπτους εἶναι τοὺς νικῶντας καὶ ἐπιχάριτας καὶ λαμπρούς.