Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()βωμῷ: τῷ κατὰ τὴν Ὀλυμπίαν μαντικῷ βωμῷ τοῦ Διός.
[*]()τότ᾿ αὖ χρηστήριον θέσθαι: τὸ διὰ τῶν ἐμπύρων μαντεύεσθαι. οὕτως δὲ μέχρι νῦν οἱ Ἰαμίδαι μαντεύονται, ἔμπυρα θύματα τιθέντες ἐν τῷ βωμῷ. Ἡρακλείδης δὲ ἐν τῷ περὶ χρηστηρίων (FHG II, p. 197 n. 2) τοῖς δέρμασί φησιν αὐτοὺς μαντεύεσθαι ἀφορῶντας εἰς τὰς σχισμὰς τῶν δερμάτων, πότερον εὐθεῖαί εἰσιν ἢ οὔ.
[*]()Ἰαμιδᾶν: ἐκτεταμένον τὸ Ἰαμιδᾶν διὰ τὸ ἀντίστροφον.
[*]()a. ὄλβος δ᾿ ἅμ᾿ ἕσπετο: ὁμοίως τῷ σχήματι τῆς ἑρμηνείας κέχρηται· ἐξ οὗ τῶν Ἰαμιδῶν τὸ γένος ὄλβος ἅμ᾿ ἕσπετο· ἀντὶ τοῦ τῷ τῶν Ἰαμιδῶν γένει ὄλβος ἠκολούθησεν.
b. ἄλλως· ὁμοίως τῷ (Ο 305)·
ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο, τὸ, γένος τιμῶντες.
[*]()c. τιμῶντες δ᾿ ἀρετάς: ἤτοι καθόλου γνωμικὸς ὁ λόγος, ἢ ἐπὶ τῶν Ἰαμιδῶν· οἱ δὲ Ἰαμίδαι τὰς ἀρετὰς τιμῶντες ἀεὶ εἰς ἐπίδοξον ὁδὸν βίου πορεύονται.
[*]()a. [ἐς φανερὰν ὁδόν:] ἀμφίβολον πότερον ἀρσενικόν ἐστι τὸ ἕκαστον ἢ οὐδέτερον. ἐὰν μὲν οὐδετέρως δεξώμεθα, οὕτως· σαφὲς δὲ ποιεῖ καὶ τεκμηριοῖ ἕκαστον ἔργον . . . ἐὰν δὲ ἀρσενικῶς, οὕτως· τὸ ἴδιον πρᾶγμα