Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()οὐδ᾿ ἂν χρόνος ὁ πάντων πατήρ: τῶν δὲ πεπραγμένων ἔργων τὸ τέλος ἀποίητον καὶ ἀγένητον θέμεν οὐδ᾿ ἂν ὁ πάντων πατὴρ χρόνος δύναιτο, ἀλλ᾿ ἔστιν ἀδύνατον. [*]() | καὶ Ὅμηρος (Ι 249)·

  1. οὐδέ τι μῆχος
  2. ῥεχθέντος κακοῦ ἔστ᾿ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν
  3. φράζεσθαί σ᾿ ἄνωγα.[*]()

[*]()a. λάθα δέ: τοῦ δὲ κακοῦ λήθη γένοιτ᾿ ἂν ὑπ᾿ ἀγαθοῦ τινος ἐπιγινομένου· τὸ γὰρ παλίγκοτον πῆμα οὕτως ἂν μόνως ἀποθνήσκοι χάρματός τινος ἐπιγινομένου.

[*]()b. λάθα δὲ γένοιτ᾿ ἄν: τῶν δὲ κακῶν γένοιτο ἂν [*]() λήθη, διαδεξαμένης εὐδαιμονίας. | ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἱ περὶ Θήρωνα τὸ ἀνέκαθεν δεδυστυχήκασιν, ἀλλ᾿ εἰς λήθην αὐτῶν ἐξέπεσεν ἡ δυστυχία διὰ τὴν ἐπισυμβᾶσαν εὐτυχίαν.

[*]()a. ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνᾴσκει: ὑπὸ γὰρ τῆς χαρᾶς τῶν γεγενημένων ἀγαθῶν τὸ κακὸν

1.71
ἀφανίζεται καὶ τὸ παλίγκοτον καὶ ἄτοπον δαμασθὲν καὶ ἀναιρεθὲν ὑφ᾿ ἡδονῆς θνήσκει, μάλιστα ὄλβου ἐπιγινομένου ὑψηλοῦ ἐκ θείας μοίρας.

b. ἄλλως· τὸ δὲ τραχὺ πῆμα [*]() νικᾶται ὑπὸ τῆς ἀγαθῆς χαρᾶς καὶ ἀφανίζεται, ὁπόταν εἰς ὕψος τὴν εὐδαιμονίαν ἀναφέρῃ ἡ μοῖρα [καὶ ὅταν τὴν εὐδαιμονίαν εἰς ὕψος ἄγῃ].

c. παλίγκοτον: τὸ χαλεπὸν καὶ ἐναντίον τῷ ἀγαθῷ. [*]()

a. δαμασθέν: ἀντὶ τοῦ ἡττηθέν.

b.παλίγκοτον:[*]() εἰς τοὐπίσω τὸν κότον ἀποβαλὼν καὶ εἰς λήθην ἐμπίπτειν τῶν κακῶν.

c. ἢ παλίγκοτον ἵνα εἴπῃ τὸ ἰσχυρὸν παρὰ τὸ δὶς ἐπιφοιτᾶν δύνασθαι.

a. ἀνεκάς: ἄνωθεν· ἢ ἄνω.

b. ὅταν ἡ τοῦ θεοῦ [*]() μοῖρα τὸν ὄλβον ἄνω αὐξήσῃ.

c. (ἀνεκάς:) πόρρω. ἤγουν ἄνω. ἐξ ὕψους. [*]()

e. ἀνεκάς: ἄνω. εἰς ὕψος πολύ. [*]()

a. ἕπεται δὲ λόγος: οὗτος ὁ λόγος ἀκολουθεῖ ταῖς [*]() τοῦ Κάδμου κόραις· μεγάλων γὰρ κακῶν τυχοῦσαι ἐκ μεταβολῆς μεγάλων ἀγαθῶν ἐπειράσθησαν. εὖ δὲ τὸ τῶν Κάδμου θυγατέρων μεμνῆσθαι, ἵνα οἰκείῳ παραδείγματι χρήσηται· τὸ γὰρ τοῦ Θήρωνος γένος ἐνθένδε κατάγεσθαί φησιν ὁ Πίνδαρος ἐν ἐγκωμίῳ οὗ ἀρχή (fr. 118)· βούλομαι παίδεσσιν Ἑλλάνων.

b. ἕπεται δὲ λόγος εὐθρόνοις Κάδμοιο κούραις: [*]()οἰκειότατα πρὸς τὴν γνώμην ἑαυτοῦ καὶ τὸ παράδειγμα λαμβάνει, ὅτι τοὺς προδυστυχήσαντας καὶ εὐδαιμονία διαδέχεται, ὥσπερ καὶ τὰς Κάδμου θυγατέρας. ὁ αὐτὸς γὰρ λόγος διαδέχεται αὐτὰς καὶ ἐπ᾿ αὐτῶν ἁρμόζει. αὗται γὰρ

1.72
τὸ μὲν πρότερον εἰς τοσαύτην δυστυχιῶν ὑπερβολὴν ἐληλύθασιν ὥστε καὶ τραγικαῖς ὑποθέσεσι χορηγίαν παρασχεῖν· ἀλλ᾿ ἐφάμιλλος καὶ εὐδαιμονία τὰς κόρας διεδέξατο· τούτων δὲ μέμνηται, ἐπεὶ ὁ Θήρων εἰς Λάιον ἀνάγει τὸ γένος.

[*]()c. ἄλλως· ἕπεται δὲ λόγος: οὗτος ὁ λόγος ἀκολουθεῖ καὶ ταῖς τοῦ Κάδμου κόραις· μεγάλων γὰρ κακῶν τυχοῦσαι, πάλιν ἐκ μεταβολῆς μεγάλων ἀγαθῶν ἐκοινώνησαν. εὖ δὲ τῶν Κάδμου θυγατέρων τὸ παράδειγμα φέρει· ἄνωθεν γὰρ Θηβαῖος ὁ Θήρων.

[*]()d. εὐθρόνοις: τοῦτο πρὸς τὴν διαδεξαμένην εὐτυχίαν ἀκουστέον.

[*]()ἔπαθον αἳ μεγάλα: Ἰνὼ, Σεμέλη, Αὐτονόη, Ἀγαυή· ἐπεὶ καὶ αὗται παθοῦσαι ἐν ἀρχῇ, ὕστερον ἔτυχον τῆς ἐκ θεῶν τιμῆς.

[*]()a. πιτνεῖ: ἢ πίπτει ἢ προκατάρχει.

[*]()b. πιτνεῖ: καταπίπτει.

[*]()c. τὸ δὲ βαρὺ πένθος πιτνεῖ καὶ ἀφανίζεται τῶν κρεισσόνων διαδεξαμένων ἀγαθῶν.

[*]()d. ἄλλως· ἡττᾶται γὰρ τὸ κακὸν ὑπὸ τῶν ἀγαθῶν, καὶ λύσις ἐστὶ τῆς συμφορᾶς ὅταν ἀγαθόν τι ἐπιγίνηται.

e. ἐὰν δὲ χωρὶς τοῦ σ γράφηται, ἔσται τὸ νόημα τοιοῦτον· πρὸ τῶν ἀγαθῶν τοῖς ἀνθρώποις τὰ κακά· ὅπερ καὶ ἐν ἑτέρῳ φησίν (fr. 225)· ὁπόταν θεὸς ἀνδρὶ χάρμα πέμψῃ, πάρος μέλαιναν καρδίαν ἐστυφέλιξεν.

[*]()ζώει μὲν ἀποθανοῖσα: ἠστειεύσατο πρὸς τὴν τῆς [*]() εὐτυχίας ὑπερβολὴν, ὅτι δοκήσει μὲν | τέθνηκεν ἡ Σεμέλη τῷ βρόμῳ τοῦ πυρὸς τοῦ κεραυνίου, ζῇ δὲ νῦν συνδιατρίβουσα τοῖς οὐρανίοις θεοῖς.

1.73

βρόμῳ: ἤχῳ πυρός· ἐκεραυνώθη γάρ. [*]()

a. Παλλάς: Ἀθηνᾶ ἡ πολιοῦχος τῶν Θηβαίων· οὐκ [*]() εἶπε δὲ τὴν Ἥραν, ὅτι μητρυιά.

b. φιλέοντι δὲ Μοῦσαι: ὡς Θηβαίαν οὖσαν· φιλόλογοι δὲ Θηβαῖοι.

c. [καὶ Ζεὺς πατήρ:] τὸ κῶλον τοῦτο ἀθετεῖ Ἀριστοφάνης· περιττεύειν γὰρ αὐτό φησι πρὸς τὰς ἀντιστρόφους.

d. φιλεῖ δέ νιν Παλλάς: τοῦτο οἱ μὲν ἁπλῶς διὰ [*]() τὴν ἐν θεοῖς διατριβὴν λέγουσιν· οἱ δὲ ὅτι ὡς ἐπιχωρία θεός. ἄγαλμα γὰρ αὐτῆς ὁ Κάδμος ἱδρύσατο ἐν Ὄγκαις, κώμῃ τῆς Βοιωτίας. Ὀγκαία οὖν ἡ Ἀθηνᾶ τιμᾶται.

e. φιλέοντι δὲ Μοῖσαι: οἱ μὲν διὰ τὰ περὶ αὐτῆς [*]() τοῖς ποιηταῖς εἰρημένα· οἱ δὲ διὰ τὸν Ἑλικῶνα, ὅς ἐστι τῆς Βοιωτίας. καὶ αὗται οὖν ἐπιχώριοι.

f. φιλέοντι δὲ Μοῖσαι: περισσόν ἐστι κῶλον ὡς πρὸς τὴν ἀντίστροφον· ὅθεν καὶ ὀβελίσκος αὐτῷ παράκειται. πᾶσαι γάρ εἰσι δεκατεσσάρων [ὁμοῦ] κώλων, αὕτη δὲ μόνη δεκαπέντε εὑρίσκεται ἔχουσα.

g. φιλέοντι δέ: καὶ τοῦτο ὡς θεαὶ ἐπιχώριοι [*]() διὰ τὸν Ἑλικῶνα, ὅς ἐστι Βοιωτίας ὄρος· οἱ δὲ, διὰ τὸ ἐν ταῖς ποιήσεσι τὴν Σεμέλην ᾄδεσθαι.

ὁ κισσοφόρος: ἐπιθετικῶς ὁ Διόνυσος. παῖς δὲ [*]() ἤτοι ὁ νεαρὸς, ἢ πρὸς αὐτὴν τὴν Σεμέλην [λέγει].

a. λέγοντι δέ: ἀντὶ τοῦ καὶ ἐν θαλάσσῃ· πρῶτος [*]() γὰρ ὁ σύνδεσμος, εἶτα ἡ πρόθεσις.

1.74

[*]()b. λέγοντι δ᾿ ἐν καὶ θαλάσσᾳ: φασὶ δὲ καὶ τὴν Ἰνὼ Κάδμου θυγατέρα μετὰ τῶν θυγατέρων τοῦ Νηρέως ἐν τῇ θαλάσσῃ διὰ παντὸς τοῦ χρόνου ἄφθαρτον οὖσαν [*]() διάγειν καὶ τετάχθαι. | αὕτη δὲ ἡ Λευκοθέα Νηρηὶς γενομένη. [*]()

c. οὕτως γὰρ, ἤγουν Λευκοθέα, καλεῖται. ἡ γὰρ Ἰνὼ μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς φυγοῦσα ἦλθεν εἰς τὸν [*]() Ἰσθμὸν καὶ ἐκεῖθεν ἥλατο εἰς τὴν θάλασσαν.

d. μαρτυρεῖ δὲ καὶ Ὅμηρος (Ε 333)·

τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ, Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα, νῦν δ᾿ ἁλὸς ἐν πελάγεσσι θεῶν ἐξέμμορε τιμῆς.