Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. καμόντες: ἀναστροφή ἐστιν ἐπὶ τοῦ καμόντες οἱ πολλὰ θυμῷ, κατὰ τὸ ἄρθρον τὸ οἱ· ἵνα ἀναστρέψωμεν καὶ προτάξωμεν· οἱ πολλὰ θυμῷ ... οἱ πρόγονοι τοῦ Θήρωνος ἔσχον τὴν Ἀκράγαντα· οἴκημα γὰρ ποταμοῦ ... τοῦ Ἀκράγαντος καὶ τὴν πόλιν ὁμοίως καλεῖσθαι. οἱ δὲ Ἀκραγαντῖνοι Γελῴων εἰσὶν ἄποικοι· ὥστε τὸ πατέρων ἄωτον λέγει ἐπὶ τῶν Θήρωνος προγόνων, οἳ οὐχ ἁπλῶς εἰς τὴν Γέλαν μετῆραν, ἀλλὰ εὐθὺς ἀπὸ Ῥόδου εἰς τὴν Ἀκράγαντα. καὶ τοῦτο ἐξ αὐτοῦ Πινδάρου σαφηνίζεται, ὡς καὶ Τίμαιός (FHG I, 214) φησι.

[*]()b. καμόντες οἳ πολλὰ θυμῷ: οἱ πατέρες, φησὶ, οἱ τοῦ Θήρωνος. Ῥόδιοι γὰρ ὄντες ἄνωθεν, καὶ στάσιν ἐμφύλιον ἀποφεύγοντες μετῴκησαν τὴν Σικελίαν, καὶ αὐτόθι πρός τινας βαρβάρους πολεμήσαντες ἔκτισαν τὴν πόλιν.[*]()

[*]()c. καμόντες οἳ πολλὰ: ὁ λόγος καθολικὸς ἐπὶ τῶν προγόνων τοῦ Θήρωνος, οἳ πρῶτον μὲν ἦλθον εἰς [*]() Γέλαν, κἀκεῖθεν εἰς Ἀκράγαντα. | οὐ γὰρ λέγει ὁ Πίνδαρος ὅτι καμόντες τὴν Ἀκράγαντα ἔκτισαν, ἀλλ᾿ ὅτι καθόλου καμόντες πολλὰ τοῦ Θήρωνος οἱ πρόγονοι ἔσχον τὴν Ἀκράγαντα. [*]()

d. ἱερὸν δὲ εἶπεν οἴκημα τὴν Ἀκράγαντα, διὰ τὸ Ἀθηνᾶς αὐτόθι νεὼν εἶναι περιττῶς ἁγιστευόμενον· ἢ διὰ τὸ τὴν Ἀκράγαντα τῇ Περσεφόνῃ εἰς τὰ ἀνακαλυπτήρια ὑπὸ Διὸς δοθῆναι. ὅτι δὲ περὶ Ἀκράγαντός ἐστι τῷ Πινδάρῳ ὁ λόγος, σαφὲς ἐξ ὧν περὶ τοῦ πλούτου τοῦ Θήρωνος

1.63
διεξιών φησιν (vs. 90 sqq.)· ἐπί τοι Ἀκράγαντι τανύσας αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ, τεκεῖν μή τινα ἑκατόν τ᾿ ἐτέων πόλιν φίλοις | μᾶλλον εὐεργέταν πραπίσιν ἀφθονέστερον [*]() χεῖρα Θήρωνος. Ἱππόστρατος δὲ (FHG IV, 433) ἱστορεῖ αὐτὸν πλούτῳ διενηνοχέναι. ἀλλ᾿ οἵ γε πρόγονοι τῶν Ἀκραγαντίνων Γελῷοι οὐχ οὕτως ηὐπορήκεσαν, ἀλλὰ καὶ πᾶν τοὐναντίον μόγις καὶ ταπεινῶς διέζων, ἐπὶ φυλακῇ τῆς πόλεως μισθαρνοῦντες. ἔνιοι δέ φασιν ὅτι οἱ τοῦ Θήρωνος πρόγονοι οὐδόλως εἰς τὴν Γέλαν κατῆραν, ἀλλ᾿ εὐθὺς εἰς τὴν Ἀκράγαντα ἀπὸ Ῥόδου· ὡς καὶ ὁ Πίνδαρος λέγει (fr. 119)· ἂν δὲ Ῥόδον κατῳκίσθεν· ἔνθεν δ᾿ ἀφορμαθέντες ὑψηλὰν πόλιν ἀμφινέμονται, πλεῖστα μὲν δῶρ᾿ ἀθανάτοις ἀνέχοντες, ἕσπετο δ᾿ ἀενάου πλούτου νέφος.[*]()

a. ἱερὸν ἔσχον οἴκημα: Ἀρίσταρχος τὴν πόλιν [*]() οἴκημα ποταμοῦ προσηγορεῦσθαί φησι διὰ τὸ ὁμώνυμον εἶναι τῷ ποταμῷ Ἀκράγαντι· τὴν γὰρ ὀνομασίαν ἡ πόλις ἀπὸ τοῦ ποταμοῦ ἔσχεν.

b. Ἀρτέμων δὲ ὁ ἀπὸ Περγάμου [*]() (FHG IV, 341) τὴν Γέλαν οἴεται δεῖν ἀκούειν. καὶ γὰρ ταύτην ὁμώνυμον εἶναι Γέλᾳ τῷ ποταμῷ, τοὺς δὲ Ἀκραγαντίνους Γελῴων εἶναι ἀποίκους· ὥστε τὸ πατέρων ἄωτον ἐν Γέλᾳ ἐπὶ τῶν τοῦ Θήρωνος προγόνων συντετάχθαι. κεφαλαιώσει δὲ χρῆται τῇδε· τὸ καμόντες ἔφη προσήκειν μᾶλλον ἀκούειν

1.64
ἐπὶ τῶν τὴν Γέλαν ἐκτικότων, ἀλλ᾿ οὐ τὴν Ἀκράγαντα. οἱ μὲν γὰρ ἀπὸ τοῦ ῥᾴστου συνῳκίσθησαν, οἱ δὲ χαλεπῶς καὶ μόλις. Ἀντίφημος γὰρ ὁ Ῥόδιος καὶ Ἔντιμος ὁ Κρὴς, οἱ τὴν εἰς Γέλαν στείλαντες ἀποικίαν, πρῶτον μὲν περὶ τὴν συναγωγὴν ἔκαμον οὐ μετρίως, συναθροίζοντες τοὺς ἐκ Πελοποννήσου καὶ Ῥόδου καὶ Κρήτης, εἶτα περὶ τὸν διάπλουν, εἶτα περὶ τὸν κατοικισμὸν, καὶ πάλιν διαγωνισάμενοι πρὸς τοὺς Σικανούς.

c. Μενεκράτης δέ (FHG II, 344) φησι ληρεῖν τὸν Ἀρτέμωνα· μὴ γὰρ καμεῖν τοὺς περὶ Ἀντίφημον περὶ τὴν ἀποικίαν, ἀλλὰ μᾶλλον κατὰ εὐπέτειαν πολλὴν αὐτοῖς πάντα συμβεβηκέναι. περὶ τίνων οὖν λέγει· καμόντες οἳ πολλά; περὶ τῶν Θήρωνος προγόνων. τούτους γὰρ Θηβαίους ἀνέκαθεν ἀπὸ Κάδμου εἶναι. Κάδμου γὰρ ... Πολύδωρος· τοῦ δὲ Αἵμων· τοῦτον δὲ ἐν κυνηγεσίῳ ἐμφύλιόν τινα ἀποκτείναντα Ἀθήναζε ἀποστῆναι· τοὺς δὲ ἀπὸ τούτου πάλιν ἐξ Ἀθηνῶν ἀποστάντας σὺν τοῖς Ἀργείοις Ῥόδον κατοικῆσαι, καὶ μετὰ ταῦτα ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ μέχρι Θήρωνος ἑπτὰ πρὸς ταῖς ὀκτὼ γενεὰς συναριθμεῖσθαι. ἴσως οὖν πρὸς ταῦτα ἀφορῶν ὁ Πίνδαρός φησι· καμόντες [*]() οἳ πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ.

d. οἴκημα δὲ ποταμοῦ τὴν πόλιν εἶπε διὰ τὴν ὁμωνυμίαν.

e. λείπει δὲ ἡ ἐπὶ, ἵνα ᾖ, τὸ ἐπὶ τοῦ ποταμοῦ οἴκημα ἔσχον, τὴν πόλιν.

[*]()a. ὀφθαλμός: ἀντὶ τοῦ περίβλεπτοι ἦσαν ἐν

1.65
Σικελίᾳ· ἀπὸ τοῦ θαυμαστοῦ μέρους τοῦ σώματος τοῦ ὀφθαλμοῦ.

b. Σικελίας τ᾿ ἔσαν ὀφθαλμός: οἱονεὶ τὸ ἐξαίρετον [*]() καὶ λαμπρότερον ἦσαν τῆς Σικελίας· ἀξιολογώτερον γὰρ ἐν σώματι ὀφθαλμός.

c. ἵν᾿ εἴπῃ ὅτι περίβλεπτοι ἦσαν.

a. μόρσιμος: οὐχ ὁ μεμοιραμένος, ἀλλ᾿ ἀντὶ τοῦ [*]() εὔμοιρος. Ὅμηρος (Γ 182)· μοιρηγενὲς ὀλβιόδαιμον.

b. βούλεται δὲ λέγειν ὅτι ὁ βίος αὐτοῖς ἐπηκολούθησεν ἐκ πεπρωμένης τινὸς τὴν εὐδαιμονίαν αὐτοῖς καὶ τὴν χάριν ἐπιπέμπων ἐπὶ ταῖς γνησίαις αὐτῶν ἀρεταῖς.

c. αἰών τ᾿ ἔφεπε μόρσιμος: ἐπηκολούθησε δὲ [*]() τὴν εὐδαιμονίαν ἄνωθεν ἐπιπέμπων ταῖς γνησίαις αὐτῶν ἀρεταῖς.

d. ἢ οὕτως· εὔμοιρος βίος ἐπηκολούθησεν αὐτοῖς ἐκ πεπρωμένης τινός.

e. ὡς καὶ παρ᾿ Ὁμήρῳ (Γ 182)· [*]() μοιρηγενὲς ὀλβιόδαιμον.

a. γνησίαις: ἰδίαις. γνήσια γὰρ τὰ ἴδια πονήματα, [*]() καὶ τὰ ἐκ καμάτων, καὶ οὐκ ἐξ ἐπεισάκτων.

b. ἢ [*]() γνησίαις ἀρεταῖς, ταῖς ἐκ γένους συγγεγενημέναις αὐτοῖς.[*]()

a. Κρόνιε: οὐ μόνον ὅτι Κρόνου παῖς, ἀλλ᾿ ὅτι [*]() Κρόνιος λόφος καλεῖται ὁ ἐν Ὀλυμπίᾳ.

b. ἀλλ᾿ ὦ Κρόνιε: ὁ νοῦς· ὦ Ζεῦ τὸν οὐρανὸν [*]() κατοικῶν καὶ τὸ καὶ τὸ, ἡσθεὶς τούτοις τοῖς ὕμνοις αὔξησον ἔτι καὶ ἐπιπλέον ἀβλαβῆ αὐτοῖς τὴν πατρῴαν γῆν διαφύλαξον.

c. ὁ δὲ νοῦς· ἀλλ᾿ ὦ τοῦ Κρόνου καὶ τῆς Ῥέας παῖ [*]()

1.66
Ζεῦ, τὸν οὐρανὸν κατοικῶν, ὅστις τοῦ Ὀλυμπιακοῦ ἀγῶνος διοικεῖς τὸ ἔδαφος καὶ τὸν πόρον τοῦ Ἀλφειοῦ, ἡσθεὶς τούτοις τοῖς ὕμνοις ἔτι καὶ ἐπιπλέον ἀβλαβῆ αὐτοῖς τὴν πατρῴαν γῆν διαφύλαξον.

d. τοῖς περὶ Θήρωνα.[*]()

[*]()e. ἀλλ᾿ ὦ Κρόνιε παῖ: οὐ πατρωνυμικῶς, ἀλλ᾿ ἀπὸ τοῦ λόφου. εὔχεται δὲ τῷ Διὶ, ἐπειδὴ καὶ τοῦ ἀγῶνος καθ᾿ ὃν νενίκηκε προστάτης ὁ Ζεύς.[*]()

[*]()a. ἕδος Ὀλύμπου νέμων: ἀντὶ τοῦ οἰκῶν. Ὅμηρος (Β 499)· οἵ τ᾿ ἀμφ᾿ Ἅρμ᾿ ἐνέμοντο, ἀντὶ τοῦ ᾤκουν.

[*]()b. ἵν᾿ ᾖ· ἐν τῷ Ὀλύμπῳ οἰκῶν. δύναται δὲ καὶ τὸ νέμων νοεῖσθαι ἐπὶ τοῦ διοικῶν καὶ διέπων.

[*]()c. ἕδος Ὀλύμπου: τὴν Ὀλυμπίαν φησί. τὸ δὲ νέμων ἀντὶ τοῦ διοικῶν, διέπων.

[*]()a. ἀέθλων τε κορυφάν: τῶν ἀγωνισμάτων τῶν ἐν Ὀλυμπίᾳ γινομένων· αὐτῷ γὰρ ὁ ἀγὼν οὗτος ἀνάκειται.[*]()

[*]()b. κορυφάν: τὸν Ὀλυμπικὸν ἀγῶνα, καθὰ ἐξέχει τῶν ἄλλων ἀγώνων.

c. ἀπὸ κοινοῦ τὸ νέμων.

[*]()πόρον Ἀλφεοῦ: τὴν Ἦλιν. ἀπὸ κοινοῦ δὲ συναπτέον τὸ οἰκῶν ἢ διοικῶν.[*]()

[*]()a. εὔφρων: καλῶς διανοούμενος. εὐμενὴς ὤν.

b. ἔτι καὶ ἐπιπλέον τὴν πατρῴαν γῆν αὔξησον τῷ λοιπῷ [*]() γένει· λέγει δὲ αὐτῷ τῷ Θήρωνι.

c. ἔτι, ἵνα τῇ προσούσῃ εὐδαιμονίᾳ ἔτι καὶ τοῦτο ὁ Ζεὺς παράσχῃ.

1.67

a. κόμισον: ἀπὸ μεταφορᾶς τῶν κομῶν, τουτέστι [*]() τῶν τριχῶν, αἳ ἐπιμελείας ἀξιοῦνται. οἱ δὲ, ἐπιμελείας ἀξίωσον· ὡς γάρ τινες, φυγὰς ἦν· ἀνακόμισον οὖν αὐτὸν εἰς τὴν πατρίδα.

b. κόμισον: αὔξησον. εὔχεται τοὺς ἀπογόνους Θήρωνος [*]()ἄρχειν τῶν Ἀκραγαντίνων.

a. λοιπῷ γένει: τοῖς περὶ Θήρωνα καὶ Ξενοκράτην [*]() ἀδελφούς. συγγενεῖς δὲ οὗτοι Ἱέρωνος τοῦ Αἰτναίων βασιλέως.[*]()

b. τῶν δὲ πεπραγμένων: Δεινομένους παῖδες δ΄ [*]() ἐγένοντο, Γέλων, Ἱέρων, Πολύζηλος, Θρασύβουλος· κηδεστὴς δὲ ἐγένετο Θήρων τῷ Πολυζήλῳ καὶ τῷ Γέλωνι. κηδεστὴν οὖν ὄντα, φησὶν ὁ Δίδυμος, τὸν Θήρωνα τῷ Πολυζήλῳ παραμυθεῖται ὁ Πίνδαρος, γράφων κατὰ λέξιν οὕτως· Πολυζήλῳ τοίνυν τῷ τοῦ Ἱέρωνος ἀδελφῷ [Ἱέρωνι καὶ Θρασυβούλῳ Θήρων κηδεστής] Γέλωνος [μετὰ] τὴν στρατηγίαν καὶ τὴν γυναῖκα Δημαρέτην κατὰ τὴν τελευτὴν ἐγγυήσαντος, ὥστε ἥνπερ εἶχε Γέλων πρὸς Θήρωνος, ταύτην εἶχε ὁ Πολύζηλος πρὸς Γέλωνος, . . . γαμβρῶν οὖν γεγονότων αὐτῶν Ἱέρων λαμπροῦ τινος τοῦ Πολυζήλου ὑπάρχοντος καὶ σφόδρα παρὰ τοῖς Σικελικοῖς εὐδοκιμοῦντος ὑπὸ φθόνου τὸ μὲν πρῶτον εἰς ἀνοικισμὸν αὐτὸν Συβάρεως ἐξέπεμψε, τῷ μὲν λόγῳ χρηστὴν αὐτῷ καὶ λαμπρὰν ἐλπίδα τιθεὶς, τοῖς δὲ ἔργοις μεταστὰς αὐτὸν ἐκ τῆς Σικελίας . . .

1.68

[*]()c. τῶν δὲ πεπραγμένων: ὁ Θήρων θυγατέρα ἑαυτοῦ ἐξέδωκε πρὸς γάμον Πολυζήλῳ τῷ ἀδελφῷ Ἱέρωνος, ὃς πεμφθεὶς ὑπὸ Ἱέρωνος πολεμῆσαι τοῖς περιοίκοις Σικελιώταις βαρβάροις, ἔπαυσε τὸν πόλεμον χωρὶς τῆς τοῦ Ἱέρωνος γνώμης, καὶ διὰ τοῦτο ἐν ὑφοράσει ἦν. Θρασυδαίου δὲ τοῦ Θήρωνος υἱοῦ πείσαντος τὸν Πολύζηλον ἐπιθέσθαι τῷ Ἱέρωνι, ὑπισχνουμένου αὐτοῦ τοῖς πράγμασι συναντιλήψεσθαι, γνοὺς ὁ Ἱέρων ἔκρινεν αἱρήσειν τὴν Ἀκράγαντα καὶ Θήρωνα καὶ Θρασυδαῖον. μελλόντων δὲ τῶν φίλων . . . . ἔπεμψε Σιμωνίδης ὁ λυρικὸς πρὸς αὐτὸν συμβουλεύων, ἐκταράξαι μᾶλλον βουλόμενος τῷ μηνύειν τὴν μέλλουσαν αὐτῶν προδοσίαν ἔσεσθαι καὶ τοὺς προδιδόντας. ὁ δὲ εὐλαβηθεὶς ἐξεχώρησε τῶν πραγμάτων τῷ Ἱέρωνι, ὕστερον δὲ ἀπέλαβεν ἀπ᾿ αὐτοῦ τὴν τυραννίδα, καὶ διελύθησαν τῆς ἔχθρας, ὡς καὶ κηδείαν τινὰ πρὸς ἀλλήλους ποιήσασθαι, ἀδελφιδῆν Θήρωνος Ἱέρωνος λαβόντος γυναῖκα. ὅθεν ὁ Πίνδαρος παραπέμψασθαι παραινεῖ τὰ προγεγενημένα.[*]()

[*]()d. [ἄλλως· τῶν δὲ πεπραγμένων:] ζητεῖται, δι᾿ ἣν αἰτίαν εὐξάμενος τῷ Θήρωνι τὰ κάλλιστα, κατάπαυσιν τῶν πραχθέντων δεινῶν αἰτεῖται τὸν Δία. καὶ ὁ μὲν Ἀρίσταρχός φησι, διὰ τὸ κεκμηκέναι τοὺς τοῦ Θήρωνος πατέρας κατὰ τὴν Ῥόδον, τῶν πραγμάτων στασιαζομένων, καὶ οὕτω τὴν μετοικίαν εἰς τὴν Σικελίαν στειλαμένων. ὁ δὲ Δίδυμος τὸ ἀκριβέστερον τῆς ἱστορίας ἐκτίθεται, μάρτυρα Τίμαιον (FHG I, 214) τὸν συντάξαντα τὰ περὶ τῆς Σικελίας προφερόμενος.

1.69
ἡ δὲ ἱστορία οὕτως ἔχει· | Θήρων ὁ τῶν Ἀκραγαντίνων [*]() βασιλεὺς Γέλωνι τῷ Ἱέρωνος ἀδελφῷ ἐπικηδεύσας γάμῳ συνάπτει τὴν ἑαυτοῦ Θυγατέρα Δημαρέτην, ἀφ᾿ ἧς καὶ τὸ Δημαρέτειον νόμισμα ἐν Σικελίᾳ. τοῦ δὲ Γέλωνος τελευτᾶν τὸν βίον μέλλοντος, Πολύζηλος ὁ ἀδελφὸς τὴν στρατηγίαν καὶ τὴν γαμετὴν τοῦ ἀδελφοῦ διαδέχεται κατὰ τὰς Γέλωνος προστάξεις, ὥστε τὸ Θήρωνος εἰς Γέλωνα κῆδος εἰς τὸν Πολύζηλον μετατεθεῖσθαι. λαμπρῷ δὲ αὐτῷ καὶ περιβλέπτῳ τυγχάνοντι κατὰ τὴν Σικελίαν Ἱέρων φθονήσας ὁ ἀδελφὸς καὶ πρόφασιν σκηψάμενος τὸν πρὸς Συβαρίτας πόλεμον, ἀπελαύνει τῆς πατρίδος. ἀλλὰ καὶ τοῦτον κατώρθωσε τὸν πόλεμον ὁ Πολύζηλος. ὁ δὲ μὴ φέρων γυμνότερον αὐτοῦ κατηγορεῖν ἐπειρᾶτο νεωτερισμοῦ. καὶ οὕτω τὸν Θήρωνα, ὑπεραγανακτήσαντα θυγατρὸς ἅμα καὶ γαμβροῦ, συρρῆξαι πρὸς Ἱέρωνα πόλεμον παρὰ Γέλᾳ τῷ Σικελιωτικῷ ποταμῷ, οὗ Καλλίμαχος μέμνηται (fr. 361)· οἱ δὲ Γέλᾳ ποταμῷ ἐπικείμενον ἄστυ. μή γε μὴν εἰς βλάβην, μηδὲ εἰς τέλος προχωρῆσαι τὸν πόλεμον· | φασὶ [*]() γὰρ τότε Σιμωνίδην τὸν λυρικὸν περιτυχόντα διαλῦσαι τοῖς βασιλεῦσι τὴν ἔχθραν. τούτοις οἰκείως τοῖς φθάσασιν εὔχεσθαι τῷ Διί φησι τὸν Πίνδαρον ὁ Δίδυμος, ὥστε λοιπὸν αὐτοῖς εἰρηναῖον εἶναι τὸν βίον.

e. ἡ οὖν διάνοια [*]() αὕτη· σὺ μὲν, ὦ Ζεῦ, παράσχοις πάντα τὰ κάλλιστα, καὶ πρὸς τῇ οὔσῃ εὐδαιμονίᾳ πλείονα δοίης ἀγαθά. εἰ δέ τι ἐν τοῖς φθάσασι χρόνοις συμβέβηκεν ἄτοπον, εἴτε δικαίως εἴτε μὴ, τοῦτο οὐχ οἷόν τέ ἐστιν, οὐδὲ αὐτῷ τῷ χρόνῳ, ὥστε μὴ γεγενημένον ποιῆσαι. τὸ γὰρ γενόμενον ἀγένητον ποιῆσαι

1.70
ἀδύνατον· ἴσως δὲ λήθη ἄν τις γένοιτο τῶν κακῶν, ἀγαθῆς μοίρας διαδεξαμένης.[*]()

[*]()a. ὁ πάντων πατήρ: τὸ φθάσαν γενέσθαι ἀδύνατον ἀπαλειφθῆναι. ἄλλως· οὐ δυνατὸν γὰρ ἀποίητον γενέσθαι . . .

b. . . . τὰ πραχθέντα εἴτε δικαίως εἴτε ἀδίκως οὐδ᾿ ἂν ὁ πάντων πατὴρ δυνηθείη χρόνος· λήθην μέντοι ἱκανὸς ἐμβαλεῖν τύχῃ σὺν ἀγαθῇ· φθερεῖ δὲ τῶν ἀγαθῶν πραγμάτων ἡ χαρὰ τῶν ἀτόπων τὰς βλάβας, ὅταν πάλιν εὐδαιμονία παραγένηται.