Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἄλλως· ὅτι κατακορεῖς γίνονται οἱ ἄνθρωποι τοῖς πολλοῖς ἀνθρώποις τῷ φθόνῳ. ἔστι δὲ καὶ παροιμία (Par. Gr. I, p. 308. II, p. 218. 774)· τίκτει γὰρ κόρος ὕβριν.

c. ὁ κόρος τῶν ἀνθρώπων τῶν μάργων τῶν θορυβῆσαι θελόντων ἐπέβη τῷ τοῦ Θήρωνος ἐπαίνῳ, κρύψιν θέλων θεῖναι τοῖς τῶν ἀγαθῶν ἔργοις.

[*]()d. ἀλλ᾿ αἶνον ἐπέβα κόρος: τὴν ᾠδὴν ταύτην ἔγραψεν ὁ Πίνδαρος τοῦ Θήρωνος πολεμοῦντος διὰ τὴν πρὸς Ἱέρωνα κηδείαν.

e. κόρος δὲ, ὕβρις μετὰ ἀδικίας.

f. τὸ χαριστικόν, φησι, τοῦ Θήρωνος ἐπέβησε πολλοὺς εἰς ὕβριν[, δηλονότι αὐτοὺς προηγάγετο]· ἐπεὶ οἱ προδιδόντες αὐτὸν Ἱέρωνι φίλοι ἦσαν. δύναται δὲ τοῦτο καὶ εἰς τοὺς [*]() περὶ Κάπυν τείνειν, οἳ | ἐπεστράτευσαν αὐτῷ, μὴ ὑπομένοντες αὐτὸν ὁρᾶν οὕτω λαμπρὸν ὄντα. ἐπέβη οὖν τῷ Θήρωνος ἐπαίνῳ ὁ φθόνος ὑπαντήσας οὐ κατὰ δίκην οὐδὲ [*]() ὃν δεῖ τρόπον.

g. ἄλλως· Κάπυς καὶ Ἱπποκράτης | Θήρωνος ἦσαν ἀνεψιοί. οὗτοι πολλὰ ὑπ᾿ αὐτοῦ εὐεργετηθέντες ὡς ἑώρων ηὐξημένην αὐτοῦ τὴν τυραννίδα, φθονοῦντες πόλεμον ἤραντο πρὸς αὐτόν· ὁ δὲ συμβαλὼν αὐτοῖς περὶ τὴν Ἱμέραν ἐνίκησε.[*]()