Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
d. αὐδάσομαι ἐνόρκιον: λόγον ὄμνυμι ἔνορκον [*]() καὶ ἀληθέστατον· | ἵνα δείξῃ τὸ πιστὸν ὧν λέγει· περὶ [*]() γὰρ ὧν τις πέποιθεν, ὅρκοις διισχυρίζεται. τί δέ, φησιν, ὄμνυμι; μή τινα πόλιν ἄλλην πρὸ ὅλων ἑκατὸν ἐτῶν τεκεῖν τοιοῦτον ἄνδρα, μηδὲ ἄλλον εἰς εὐεργεσίαν τῶν φίλων πρόχειρον ἢ πρὸς ἐπίδοσιν χρημάτων ἀφθονέστερον τοῦ Θήρωνος.[*]()
e. αὐδάσομαι ἐνόρκιον: Ἀκράγας πεντηκοστῇ [*]() Ὀλυμπιάδι ἐκτίσθη, ὁ δὲ Θήρων ἑβδομηκοστῇ ἕκτῃ ἐνίκησε. γίνεται οὖν τὰ μεταξὺ ἀπὸ ῆς κτίσεως ἕως τῆς Θήρωνος νίκης ρδ΄ ἔτη. ὁ δὲ Πίνδαρος τῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσατο.
f. Ἕλληνες δὲ κτίζουσιν Ἀκράγαντα.
g. ἐξ οὗ, φησιν, ἐκτίσθη ἡ πόλις τῶν Ἀκραγαντίνων, οὐκ ἄλλος ἐγένετο ὅμοιος Θήρωνι, εὐεργετικὸς καὶ συνετὸς καὶ μεγαλόφρων οὕτως.[*]()
ἑκατόν γε ἐτέων: λέγεται τὴν Ἀκράγαντα πεντηκοστῇ [*]() Ὀλυμπιάδι ἐκτίσθαι, ἐκεῖθεν δὲ ἄχρι τῆς Θήρωνος νίκης ἔτη εἶναι ἑκατὸν ἐν Ὀλυμπιάσιν κε΄· γίνονται δὲ πρὸς ταῖς ν΄ Ὀλυμπιάσιν οε΄. ἐνίκα οὖν ος΄· κέχρηται οὖν τῷ ἀπηρτισμένῳ ἀριθμῷ εἰπὼν ρ΄.
[*]()a. ἀλλ᾿ αἶνον ἐπέβασε κόρος: ἀλλὰ τὸν ἔπαινον κόρος ἐπέβη καὶ ὕβρις ἄδικος· κορεσθέντες γάρ τινες τῶν ἀγαθῶν αὐτοῦ αὐτοὶ κατ᾿ αὐτοῦ ἐγένοντο. προσαγανακτῶν δὲ ταῦτά φησι διὰ τὸ εἰς ἔνια τὸν Θήρωνα ἐλαττωθῆναι, τύχαις χρησάμενον οὐκ ἐπιτηδείαις.