Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

Ὀλιγαιθίδαισίν τ᾿ ἔβαν: οἱ περὶ τὸν Ξενοφῶντα [*]() τοῦτον τὸν ἐπαινούμενον | Ὀλιγαιθίδαι λέγονται κατὰ [*]() φατρίαν,ὡς τὸ ἀνέκαθεν ὄντες ἀπ᾿ Ὀλιγαίθου τινὸς ἀρχαίου.

a. παύρῳ δ᾿ ἔπει θήσω: ἐν ὀλίγῳ καὶ συντόμῳ [*]() λόγῳ δῆλα καὶ φανερὰ πλεῖστα πράγματα καὶ ἀθρόα ποιήσω.

1.384
[*]()

b. ἄλλως· ἀντὶ τοῦ ἐν ὀλίγῳ τὰ πολλὰ φανερὰ ποιήσω.[*]()

[*]()a. ἀλαθής τέ μοι: ἀληθὴς δὲ περὶ τούτων καὶ ἐξαίρετος ὅρκος ἔσται. ὀμνύειν δὲ βούλεται ὡς ἀληθεύων [*]() ἐν τοῖς ἐπαίνοις.

b. ἄλλως· ἰδίως ἔφη ἔξορκος ἀντὶ τοῦ [*]() ὅρκος.[*]()

c. ὀμόσω οὖν αὐτὸς τοὺς ἀπὸ τῆς φατρίας [Ὀλιγαιθίδος] ἑξηκοντάκις νενικηκέναι.

[*]()ἀμφοτέρωθεν: τουτέστιν ἔν τε Ἰσθμοῖ καὶ Νεμέᾳ κεκηρύχθαι αὐτούς.[*]()

[*]()ἁδύγλωσσος βοά: λείπει τὸ ἀνεκήρυξεν αὐτοὺς ἡ τοῦ κήρυκος γλῶσσα ἑξηκοστὸν νικήσαντας· ἑξηκοντάκις γὰρ ἀμφοτέροις τοῖς ἀγῶσιν, Ἰσθμίοις καὶ Νεμέοις, ἀνεκηρύχθησαν οἱ Ὀλιγαιθίδαι, τριακοντάκις ἐν ἑκάστῳ ἀγῶνι.

[*]()a. τὰ δ᾿ Ὀλυμπίᾳ αὐτῶν ἔοικεν ἤδη πάροιθε λελέχθαι: εἶπε γὰρ ἐν ἀρχῇ τοῦ ὕμνου οὕτω· τρισολυμπιονίκαν.

b. ὁ δὲ νοῦς· τὰ δὲ ἐν τῇ Ὀλυμπίᾳ αὐτῶν νικητήρια ἤδη ὡς ἔοικε προείρηται ἐν τοῖς ἔμπροσθεν λόγοις.

[*]()τὰ δ᾿ ἐσσόμενα: τὰ δὲ μέλλοντα, ἀντὶ τοῦ ἐὰν δὲ πάλιν νικήσῃ Ὀλύμπια, αὖθις σαφέστερον ἐπαινέσω αὐτόν.

[*]()νῦν δ᾿ ἔλπομαι: νῦν δὲ ἐγὼ ἐλπίζω καὶ προσδοκῶ

1.385
νικῆσαι αὐτόν· ἐν δὲ τῷ κρείττονι τὸ τοιοῦτο τῆς προσδοκίας δοῦναι.

a. εἰ δὲ δαίμων ὁ γενέθλιος ἕρποι: εἰ δὲ τὸ [*]() συγκληρωθὲν δαιμόνιον καὶ ἡ τύχη ἐπὶ τὸ πλεῖστον προΐοι νικητὰς αὐτοὺς μηνύον, ἀναθήσομεν τὸ τοιοῦτον εὐεργέτημα τῷ Διὶ καὶ Ἄρει.

b. διατί δέ φησι τῷ Διὶ καὶ τῷ Ἐνυαλίῳ ἐπιτρέψειν; ὅτι ὁ μὲν Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε, καὶ Ὀλυμπία τοῦ Διὸς ἱερά· τὸν δὲ Ξενοφῶντα οὐ μόνον ἀθλητὴν γεγενῆσθαί φασιν, ἀλλὰ καὶ τὰ πολεμικὰ ἀγαθόν.

c. ἢ ὅτι τοῦ Οἰνομάου πατήρ ἐστιν ὁ Ἄρης καὶ μετέχει [*]() τῆς Ὀλυμπίας.

d. ἄλλως· Διί τ᾿ Ἐνυαλίῳ τε: τῷ μὲν Διὶ ὅτι ὁ ἀγὼν αὐτῷ ἀνάκειται καὶ τελεῖται, | τῷ δὲ Ἄρει [*]() ἐπειδὴ ἐπιχώριος καὶ πατρῷος τῶν Ἠλείων ὁ Ἄρης. μιχθεὶς γὰρ Ἁρπίνῃ θυγατρὶ Ἀσωποῦ τοῦ Θηβαίου ποταμοῦ ἐτέκνωσε τὸν Οἰνόμαον ὁ Ἄρης, ὃς ἦν βασιλεὺς τῶν τόπων. | εἰς χάριν οὖν τοῦ παιδὸς προΐστατο τῆς χώρας τῶν [*]() Ἠλείων.