Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. τὰ δ᾿ ἐπ᾿ ὀφρύι Παρνασίᾳ: τὰ ἐν Δελφοῖς [*]() Πύθια. ἐκ τοῦ παρακειμένου ὄρους λέγει.

b. ὅ ἐστι Πύθια [*]() ἑξάκις.

[c. καὶ ἐν Ἄργει δὲ καὶ ἐν Θήβαις]. [*]()

ὅσα τ᾿ Ἀρκάσιν: καὶ ἐν Ἀρκαδίᾳ δὲ ὅπως δεσπότης [*]()

1.386
γέγονε τοῦ στεφάνου, ὁ βωμός ἐστι μάρτυς ὁ τοῦ [*]() Λυκαίου Διὸς | καὶ ἡ ἐκεῖ ἀγομένη πανήγυρις. ἐκεῖ γὰρ νικήσας ἐστέφθη.

[*]()Πελλάνα τε καὶ Σικυών: ἐν Σικυῶνι Πύθια ἄγεται. ἡ δὲ Πελλήνη τῆς Ἀχαΐας πόλις [ὅπου τὰ Φιλοξένια, καὶ αἱ χλαῖναι δίδονται]. ἡ δὲ Σικυὼν Βοιωτίας [ἐν ᾗ τὰ Πύθια ἄγεται. καὶ ἐν Αἰγίνῃ τὰ Δελφίνια καὶ Αἰάκεια].

[*]()a. καὶ Μέγαρ᾿ Αἰακιδᾶν: ἐν Μεγάροις τὰ Διόκλεια καὶ Πύθια. ἐν Ἐλευσῖνι τὰ Δημήτρια ἢ Ἐλευσίνια.

[*]()b. εὐερκὲς δὲ ἄλσος διὰ τὸ κύκλῳ ὑπὸ θαλάσσης ὥσπερ ἕρκους καὶ τείχους περιβεβλῆσθαι.

c. ἢ διὰ τὴν φιλοξενίαν.

[*]()a. ταί θ᾿ ὑπ᾿ Αἴτνας ὑψιλόφου: καὶ αἱ ὑπὸ τὴν Αἴτνην τὸ Σικελικὸν ὄρος πόλεις (πόλεις δὲ λέγει τὰς[*]() Συρακούσας) | μαρτυροῦσιν αὐτοῦ τῇ ἀνδρείᾳ· Ἴσθμια γὰρ[*]() ἐν αὐταῖς τελεῖται, ἃ καὶ ἐνίκησε Ξενοφῶν.

b. ἄλλως· ταί θ᾿ ὑπ᾿ Αἴτνας: τῆς Σικελίας [πόλεις]· ἐκεῖ γὰρ ἄγεται ἀγὼν Νέμεα καλούμενος.

c. ἢ οὕτως· ἐν Συρακούσαις [*]() ἄγεται Ἴσθμια | ὡς ἐν Κορίνθῳ· ἄποικοι γὰρ Κορινθίων Συρακούσιοι.

a. ἅ τ᾿ Εὔβοια καὶ πᾶσαν καθ᾿ Ἑλλάδα: καὶ [*]() ἐν τῇ Εὐβοίᾳ δὲ πάσῃ καὶ τῇ Ἑλλάδι ζητῶν εὑρήσεις τινὰ μείζονα λόγου παντὸς καὶ πάσης γνώσεως νικητήρια. ὑπερβολικῶς δὲ εἶπεν.

b. ἄλλως· ἐν Εὐβοίᾳ Γεραίστια ὑπὸ [*]() πάντων Γεραιστίων ἄγεται Ποσειδῶνι | διὰ τὸν συμβάντα [*]() χειμῶνα περὶ Γεραιστόν· καὶ ἐν Ἀμαρύνθῳ τῆς Εὐβοίας Ἀμαρύσια νενικήκασιν.

καὶ πᾶσαν τὴν Ἑλλάδα ἐπιπορευόμενος εὑρήσεις [*]() μείζονα ἔργα πεποιηκότα αὐτὸν ἢ ὡς δύνασαι ἰδεῖν.

μᾶσσον ἢ ὡς ἰδέμεν: τὸ πλῆθος τῶν στεφάνων, [*]() φησὶν, ἐκπέφευγε τὴν τῆς ὁράσεως μετάληψιν.

a. ἀλλὰ κούφοισιν ἐκνεῦσαι ποσίν: [εἶπε] [*]() τοῦτο πρὸς ἑαυτὸν παρακελευόμενος ἀποδραμεῖν ἀπὸ τούτων καὶ καταπαῦσαι τὸν ὕμνον.

b. ἢ οὕτως· ἐπαύσατο τῶν ἐπαίνων καὶ περὶ ἑαυτοῦ λέγει ὅτι χρὴ ἀποστῆναι κούφοις ποσὶν, ἀνεπαχθῆ φανέντα.

c. δίδου μοι οὖν, φησιν, ὦ Ζεῦ τέλειε, αἰδῶ τε καὶ εὐτυχίαν, ἐξ ἧς ἐστι τέρπεσθαι καὶ ἥδεσθαι.

d. ἀντὶ τοῦ αἰδέσιμόν με ποίει καὶ τιμῆς ἄξιον.

e. ἢ οὕτως· αἰδεστικούς τε καὶ αἰδεσίμους αὐτοὺς ποίει [*]() ἐπιμελῶς προαρξάμενος.

Τέλος Ξενοφῶντος. [*]()