Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἐν δ᾿ ἕσπερον ἔφλεξεν εὐώπιδος: τῆς δὲ [*]() εὐώπιδος σελήνης τὸ ἐρατὸν φάος κατέλαμψε | τὴν ἑσπέραν.

1.335
ταῦτα γὰρ ἐγένετο τοῦ ἑσπέρου καὶ τοῦ σκότου καταυγαζομένου ὑπὸ τῆς σεληνιακῆς αὐγῆς.

b. ἐρατὸν δὲ φάος, τὸ πανσέληνον· τελεῖται γὰρ κατὰ πληροσέληνον, ὡς αὐτὸς ἐν τοῖς πρώτοις εἶπεν (III, 19).

c. ἔδει δὲ οὕτως εἰπεῖν· οὔσης δὲ πανσελήνου ἐτέθη ὁ ἀγὼν, | ὁ δὲ τὸν ἀγῶνα διαθέμενος [*]() τοῦτο τότε ἐπήνεγκεν. 92Q

d. ἐν δ᾿ ἕσπερον [*]() ἔφλεξε: τὸ ἑσπερινὸν φάος.

e. ὅτι ἐν πανσελήνῳ ἐτέθη ὁ ἀγών. 90 a Q

σελάνας ἐρατὸν φάος: τοῦτο ἔδει πρῶτον εἰπεῖν [*]() ὅτι πανσελήνου οὔσης ὁ ἀγὼν ἐτέθη. εὐήθως δὲ καὶ οἱ φαντασθέντες ἄχρι δύσεως ἡμέρας αὐτοὺς ἀγωνίζεσθαι.

a. ἀείδετο δέ: τῶν ἐπινίκων λεγομένων ἤχει ἡ [*]() Πίσα.

b. ἀείδετο δὲ πᾶν τέμενος: ἐν δὲ ταῖς εὐωχίαις [*]() περιῄδετο καὶ ἠχεῖτο τὸ πᾶν τέμενος εὐφημιῶν καὶ ὕμνων λεγομένων. οὗτος γὰρ ἐγκωμιαστικὸς τρόπος.

c. ἢ οὕτως· [*]() ἐνεκωμιάζετο ἐκ τῶν νικώντων τὸ τέμενός, φησιν.

ἀρχαῖς δὲ προτέραις ἑπόμενοι: ταῖς οὖν ἀρχαῖς [*]() καὶ τοῖς ἐπιτηδεύμασι τῶν φθανόντων καὶ νῦν ἡμεῖς ἀκολουθοῦντες τὴν ἐπώνυμον τῆς νίκης χάριν, τουτέστι τὸν ἐπινίκιον ὕμνον εἴπωμεν, θαυμάζοντες τήν τε βροντὴν τοῦ Διὸς καὶ τὸν ἔμπυρον αὐτοῦ κεραυνόν.[*]()

a. χάριν νίκας: ἔξωθεν ληπτέον τὸ εἴς· εἰς χάριν [*]() κελαδησόμεθα βροντάν.

b. τὸ δὲ ἐπωνυμίαν τοῦ χάριν ἐπίθετον· τὴν ἐπωνύμους ποιοῦσαν, ἀντὶ τοῦ ἐπονομάζοντος

1.336
καὶ καλοῦντος.

c. ἄλλως· ἐπωνυμίαν νίκης χάριν τὸν ἐπίνικον εἶπεν.

[*]()d. ἐπωνυμίαν χάριν: ἔξωθεν τὴν εἴς πρόθεσιν λάβε· εἰς χάριν κελαδήσομεν.

e. ἀντὶ τοῦ τὸν κεραυνὸν [*]() ὑμνήσομεν.

f. ἄλλως· τὴν ὀνομαστὴν βροντὴν καὶ διαβόητον.

g. ἢ οὕτω· τὴν νίκην περιφραστικῶς τὴν διαβόητον.

[*]()h. ἄλλως· χάριν νίκης, διὰ τὴν νίκην.

i. ἢ οὕτως· ἐπίθετον τῆς νίκης τῆς ἐπωνύμους ποιούσης.

k. ἢ τῆς ὄνομα φερούσης καὶ κρατούσης ἐν παντὶ κράτει. 99B

[*]()a. πυρπάλαμον βέλος: τὸν κεραυνὸν καὶ ἐκ πυρὸς καὶ ἐκ Διὸς τεχνασθέντα.

[*]()b. καὶ πυρπάλαμον βέλος ἐν ἅπαντι κράτει: τὸν ἐπὶ πάσῃ χρείᾳ τοῦ κράτους αὐτοῦ ἁρμόδιον καὶ ἐπαρκοῦντα [*]() πρὸς τὰς χρείας.

c. ἢ πρὸς πᾶσαν αὐτῷ δύναμιν [*]() ἀραρότα.

d. ἢ κράτει τῇ νίκῃ· νικῶντα ἀεί.[*]()[*]()

e. κράτει ἀραρότα: ἡρμοσμένον παντὶ κράτει τοῦ Διός.

[*]()a. χλιδῶσα δὲ μολπά: τρυφῶσα δὲ ἡ μολπὴ τῶν ἐπέων ἀντιάσει πρὸς τὸν κάλαμον. τοῦτο δέ φησιν ἐπεὶ μετ᾿ αὐλῶν τὸν ὕμνον ἔλεγον.

[*]()b. χλιδῶσα: τρυφῶσα. ἐναβρυνομένη.

[*]()c. ἡ μολπὴ ἡ τῶν μελῶν ἁβρῶς καὶ ἡδέως ἐντρυφῶσα τῇ ἡδονῇ ἀπαντήσει πρὸς αὐτόν.

[*]()a. ἀντιάξει: ὁμοδρομήσει. συναντήσει τῷ αὐλῷ.

b. οἷον ἀντιάσει. ἀνακινήσει.

[*]()c. ἀντιάξει μελέων: ἀπαντήσει. ἀντηχήσει.

d. ὁ δὲ ὕμνος τρυφηλῶς καὶ ἡδέως μετὰ αὐλῶν ῥηθήσεται. [*]()[*]()

1.337

a. Δίρκᾳ: καὶ ἐν ἀρχῇ ἔλεγεν ὅτι διέστηκε τὸ [*]() πρῶτον τῆς ὁμολογίας τοῦ γράψαι τὸ ἐγκώμιον. καὶ νῦν ἀπὸ τῆς Δίρκης [τὴν Θήβην φησὶ] καὶ ἐν Θήβῃ φησὶ μετὰ πολὺν χρόνον πεφηνέναι τὰ μέλη καὶ τὰ ποιήματα, ὡς ἐν Θήβαις γεγραφὼς τὸν ἐπίνικον μετὰ πολὺν χρόνον τῆς ὁμολογίας.

b. τὰ παρ᾿ εὐκλεεῖ Δίρκᾳ: ἅτινα μέλη ἐν τῇ [*]() ἐνδόξῳ Δίρκῃ, ἤτοι Θήβαις, ἐν πλείονι μὲν χρόνῳ τῆς προσδοκίας ἐφάνη καὶ ἐγράφη· | ἀλλ᾿ οὕτως ἐστὶ γλυκὺς ὁ ἐπίνικος [*]() τῷ λαβόντι ὥσπερ παῖς γνησίας γυναικὸς καὶ οὐ παλλακίδος πατρὶ γεννηθεὶς ἤδη γεγηρακότι.

c. ἄλλως· [*]() Δίρκη πηγὴ ἐν Θήβαις.

d. κεχρονικέναι μέν φησι καὶ ἐν [*]() ἀρχῇ λέγων ὁ Πίνδαρος ὅτι διέστηκεν ἀπὸ τῆς ὁμολογίας πρὶν γραφῆναι τὸ ποίημα· καὶ νῦν ἀπὸ τῆς Δίρκης (σημαίνων ἐν Θήβαις) φησὶ μετὰ πολὺν χρόνον πεφηνέναι τὰ μέλη καὶ τὰ ποιήματα, ὡς ἐν Θήβαις γεγραφὼς [τὰ μέλη καὶ τὰ ποιήματα, ἤτοι] τὸν ἐπίνικον, μετὰ πολὺν τῆς ὁμολογίας τῆς περὶ τοῦ γράφειν χρόνον.

e. ἅπερ μέλη [*]() χρόνῳ ἐφάνη ἐν Βοιωτίᾳ. ἐπεὶ μετὰ χρόνον ἔγραψε τὸ ποίημα.[*]()

a. ἀλλ᾿ ὥστε παῖς ἐξ ἀλόχου: γνησίας γυναικὸς [*]() καὶ οὐ παλλακίδος.

b. ὁ δὲ νοῦς· ἀλλ᾿ οὕτως ἐστὶ γλυκὺς [*]() ὁ ἐπίνικος τῷ λαβόντι ὥσπερ παῖς | πατρὶ γεννηθεὶς ἤδη [*]()

1.338
[*]() γεγηρακότι.[*]()

c. ὁ δὲ νοῦς· οὕτω δέ σοι ποθεινὰ καὶ ἡδέα ἔσται, ὥσπερ τις γνήσιος παῖς ἐκ νομίμης γυναικὸς [*]() πατρὶ | ποθεινὸς ὁρᾶται εἰς τὸ ἀνάπαλιν τῆς νεότητος ἐλθόντι· [*]() τουτέστι, γηράσαντι. | πάνυ τε τοῦ ἑαυτοῦ πατρὸς τὸν νοῦν ἐκπυροῖ πρὸς τὸν πόθον κεχαρισμένος φαινόμενος. διατί δὲ ὁ παῖς ποθεινός ἐστι γηρῶντι; ἐπειδή, φησιν, ἡ περιουσία καὶ ὁ πλοῦτος ἄρχοντα καὶ δεσπότην ἑαυτοῦ λαχὼν ἀλλότριον τοῦ γένους καὶ ἔξωθέν τινα ἐπαχθέντα [*]() λυπηρότατός ἐστι τῷ ἀποθνήσκοντι.

d. τὸ δὲ ἵκοντι νεότατος, εἰς τὸ ἔμπαλιν τῆς νεότητος, τὸ γῆρας.

e. εἰς τὸ γῆρας ἤδη ἐληλυθότι, καθ᾿ ὃν καιρὸν οὐκ ἔστιν οἷος ἄλλο γεννῆσαι.

[*]()a. τοὔμπαλιν: εἰς τὸ ἐναντίον τῆς νεότητος.

b. τουτέστι γεγηρακώς.

c. θερμαίνει: ὁ γεννηθεὶς τοῦ πατρὸς θάλπει τὸν νοῦν.

[*]()a. ἐπεῖ πλοῦτος: τοῦτο ἐν τῷ καθόλου λέγει· ἐπεὶ πλοῦτος ὁ ἐπακτὸν λαχὼν ποιμένα τὸν διαδεξάμενον τῷ καταλιπόντι καὶ ἀποθνήσκοντι στυγερός ἐστιν. διὰ δὲ τούτου σημαίνει ὅτι ἐάν τις ἔχων πλοῦτον ἄτεκνος ἀποθνήσκῃ διάδοχον μὴ καταλιπὼν, ἐπώδυνος αὐτῷ γίνεται. [*]()

b. ἄλλως· τὸν μὴ κατὰ γένος διάδοχον· παρὰ τὸ Ὁμηρικόν (Ε 158)· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέονται. τὸ δὲ

1.339
θνᾴσκοντι κοινῶς πρὸς ἀμφότερα· ἀλλότριον θνήσκοντι, καὶ στυγερώτατος θνήσκοντι. πάνυ γὰρ ἀλγοῦσιν οἱ τοῖς μὴ προσήκουσι διαδόχοις χρώμενοι.[*]()

c. ὥσπερ οὖν, φησι, [*]() λυπηρόν ἐστι τῷ τελευτῶντι ἀλλοτρίῳ τινι χρήσασθαι κληρονόμῳ, οὕτως ἀλγεινόν ἐστι καὶ ὅταν κάλλιστα μὲν εἴη διαπεπραγμένος τις, ἄνευ δὲ ἐπαίνου, καταλύσῃ τὸν βίον, ὦ Ἀγησίδαμε, κενῶς μοχθήσας, ὡς μηδὲ βραχύ τι τερπνὸν καὶ ἡδὺ ἀποκερδάναι ἐκ τῶν πόνων.[*]()

καὶ ὅταν καλὰ [μὲν] ἔρξαις: καὶ ὅταν καλά [*]() τις ἐπιτελέσας ἔργα δίχα καὶ χωρὶς ἀοιδῆς ἀποθάνῃ ἀκλεὴς, τῷ μόχθῳ βραχὺ δέδωκε τερπνὸν, τουτέστι βραχὺ ἐτέρφθη παραχρῆμα, οὐκέτι δὲ τελευτήσαντος αὐτοῦ μέμνηταί τις.[*]()