Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()ἐπιφέρουσα τιμάν: τιμὴν προσφέρουσα τῷ ἐγκωμιαζομένῳ.[*]()

[*]()a. καὶ ἄπιστον ἐμήσατο πιστόν: δηλονότι ὁ ποιητὴς διὰ τῆς οἰκείας πιθανολογίας, ἐξ ἧς τὸ ἄπιστον παριστᾷ ὡς πιστὸν, τὴν ἑαυτοῦ δεικνύει δύναμιν.

b. καὶ δὴ καὶ ἡ φάτις τῶν βροτῶν ὑπὲρ τὸν ἀληθῆ ἰσχύει λόγον, ἵνα ἐξαπατῶσιν οἱ μῦθοι πεποικιλμένοι ψεύδεσι ποικίλοις.

c. ἢ καὶ δὴ καὶ τὰς φάτις καὶ τὰς διανοίας τῶν βροτῶν ἐξαπατῶσιν οἱ μῦθοι δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ὑπὲρ τὸν ἀληθῆ λόγον ἰσχύοντες.

[*]()a. ἁμέραι δ᾿ ἐπίλοιποι: ὁ δὲ χρόνος, φησὶ, καὶ [*]() τὴν ἀλήθειαν προϊὼν ἀπογυμνοῖ.

b. ἀξιόπιστος ἔλεγχος. Δημοσθένης (2, 10)· τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ.

1.33

a. ἐοικὸς δέ ἔστι καὶ προσῆκον ἀνθρώπῳ τὰ καλὰ [*]() περὶ θεῶν λέγειν· ἐλάττων γὰρ αἰτία. διὰ δὲ τούτου εὐσεβὲς τὸ ἦθος χαρακτηρίζει.

b. ὡς ὅτι δεῖ μηδὲ ὅλως ἐγκαθιέναι τινὰ εἰς τὸν περὶ τῶν θεῶν λόγον.

c. ἔνιοι δὲ μείων ἀντὶ τοῦ οὐδὲ ὀλίγη· | ὡς Ὅμηρος (Ε 800)· ἦ [*]() ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς· ἀντὶ τοῦ οὐδὲ ὀλίγον· ἵν᾿ ᾖ, οὐδὲ ὀλίγη ἐστὶν αἰτία τῷ καλὰ λέγοντι περὶ θεῶν.[*]()

d. ἄλλως· ἔστι δὲ εἰκὸς ἀνθρώπῳ εὔφημα περὶ θεῶν [*]() λέγειν καὶ μὴ βλασφημοῦντα λέγειν αὐτοὺς ἀνθρωποφάγους καὶ γαστριμάργους.

a. υἱὲ Ταντάλου, σὲ δ᾿ ἀντία προτέρων φθεγξομαι: [*]() ἐγὼ δὲ σὲ, ὦ Πέλοψ, ἐναντία ταῖς τῶν προτέρων δόξαις ἐγκωμιάσω.