Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἔνιοι δὲ παράδοξα ἤκουσαν.[*]()

d. γράφεται καὶ οὕτως· ἦ θαυματὰ πολλά· ἀντὶ [*]() τοῦ ὄντως θαυμαστὰ καὶ ἄξια θαύματος.

e. γράφεται [*]() θαυματά, ἀντὶ τοῦ θαυμαστά. γράφεται δὲ καὶ θαύματα πολλά.

a. καὶ πού τι καὶ βροτῶν φάτις: τὸ σαφές· [*]() καὶ δὴ οἱ λόγοι εἰσὶ τῶν ἀνθρώπων, φησὶν, οἵτινες ποικίλων λόγων τεχνάσμασιν εἰς τὸ ἀπατῆσαι τοὺς ἀκούοντας πεποικιλμένοι ὑπὲρ τὸν ἀληθῆ λόγον, ἐξαπατᾶν δύνανται.

b. ἔνιοι δὲ φάτιν, ἀντὶ τοῦ τὰς φρένας τῶν ἀνθρώπων ἀπατῶσιν οἱ ψευδεῖς λόγοι.[*]()

c. γράφεται καὶ φασί. ἐν τῷ συντάγματι συντάσσεται [*]() γὰρ καὶ τὰς φάτις· συντάσσεται δὲ καὶ φασὶν ἀντὶ τοῦ λέγουσιν.

1.32

[*]()d. ἄλλως· οἱ μῦθοι ὑπὲρ τὸν ἀληθῆ λόγον ἰσχύουσι καὶ ἐξαπατῶσι τοῖς δεδαιδαλμένοις ψεύδεσι καὶ ποικίλοις· πολλὰ γὰρ ἀληθῆ νομίζεται ἐκ τῆς φήμης, ὅτε τὸ ψεῦδος προσλάβῃ.[*]()

[*]()(ἐξαπατῶντι:) ἀντὶ τοῦ ἐξαπατῶσι.

[*]()a. ἡ τῆς ποιητικῆς, φησι, χάρις καὶ τὰ ἄπιστα ποιεῖ πιστά.[*]()

[*]()b. Χάρις δ᾿ ἅπερ ἅπαντα τεύχει: ἡ δὲ χάρις τῆς ποιητικῆς γραφῆς καὶ τῆς κατὰ τὸν μῦθον ποικιλίας τε καὶ ψυχαγωγίας, ἥτις καὶ τοῖς ἀνθρώποις ἅπαντα εἶναι τὰ πράγματα ἡδέα παρασκευάζει, τὴν παρ᾿ ἑαυτῆς τιμὴν καὶ χάριν ἐπιφέρουσα, πολλάκις καὶ τὸ ἄπιστον πιστὸν νομισθῆναι παρεσκεύασεν.[*]()

[*]()c. ἄλλως· τὸ ποίημα τὸ πεπλασμένον διαδεχθὲν ὑπὸ πολλῶν πιστὸν ἐγένετο.