Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. πέποιθα δὲ ξένον: ἐμαυτῷ. τὸν Ἱέρωνα. ἐμπεριέχοντα καὶ δύο τῶν καλῶν· ὅ ἐστιν, ἀγαθὸν καὶ
b. ἄλλως· πεπίστευκα δὲ καὶ πέπεισμαι ἀκριβῶς, μηδένα με ἔτι φίλον τῶν νῦν ἀνθρώπων ἐγκωμιάσαι τοῖς ὕμνοις ἀμφότερα ἔχοντα, καὶ ἐπιστήμονα τὰ κατὰ ψυχὴν καὶ σώματος ἰσχὺν τούτου ἀνδρειότερον· ἅπερ τὰ δύο τῷ Ἱέρωνι πάρεστιν.
c. ἔνιοι δὲ κατὰ τοῦ Πινδάρου αὐτὸ ἀκούουσιν, ὅπερ καὶ μᾶλλον διὰ τὰ ἑξῆς ἐπαγόμενα· ἵν᾿ ᾖ τὸ ἐγκώμιον ἐφ᾿ αὑτῷ κινῶν ὁ Πίνδαρος, καὶ ὁ νοῦς τοιοῦτος· | πιστεύω [*]() δὲ μηδένα ἄλλον ποιητὴν ἐπιστήμονά τε εἶναι καὶ ἀνδρεῖον καὶ οὕτω δύνασθαι τοὺς φίλους ἐγκωμιάζειν ὥσπερ ἐμαυτόν.
d. ἄλλως· πεπίστευκα δὲ ὅτι οὐδένα ὕμνησα [*]() ἀμφότερα ἔχοντα, ἐμπειρίαν τε καλῶν καὶ δύναμιν· ἀναφέρεται δὲ τοῦτο εἰς Ἱέρωνα.
e. ἄλλως· τεθάρρηκά, φησιν, [*]() ὅτι κυρίως ὑμνῶ τὸν εὐδύναμον καὶ φιλάρετον καὶ δίκαιον καὶ γενναῖον.