Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. ἢ οὕτω· τὸ δὲ παρὰ τὴν τοῦ στεφάνου ἡμέραν ἀγαθὸν ὕπατον γίνεται παντὶ ἀνθρώπῳ. ἡ δὲ ἡμέρα [*]() καθ᾿ ἥν τις στέφεται τιμιωτάτη ἐστίν.

f. ἄλλως· ἐάν τις πρότερον εὐτυχῇ ἐν τῷ ἄλλῳ βίῳ καὶ πάλιν εὐτυχήσας νικήσῃ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ἐνίκησεν ἐπιλέλησται τῶν [*]() προτέρων εὐτυχημάτων.

g. ἄλλως· τὸ γὰρ κατὰ προαίρεσιν συμβαῖνον ἀγαθὸν ὕπατον καὶ μέγιστον γίνεται παντὶ ἀνθρώπῳ· ὥσπερ καὶ ὁ Ἱέρων ἐπιθυμήσας νίκης ἐνίκησε καὶ ἐγένετο αὐτῷ τοῦτο τὸ παρ᾿ ἡμέραν ἀγαθὸν κατὰ προαίρεσιν τελεσθὲν ὕπατον καὶ μέγιστον.

[*]()a. Αἰοληίδι μολπᾷ: ἤτοι ποικίλῃ· ποικίλα γὰρ τὰ λυρικά· ἢ Θηβαίᾳ· οἱ γὰρ Αἰολεῖς ᾤκησαν τὰς Θήβας.

b. τινὲς δέ φασιν ὅτι ἄνωθεν Αἰολεὺς τὸ γένος ὁ Πίνδαρος· οἱ δὲ ὅτι Αἰολίῳ ῥυθμῷ διὰ τῆς μουσικῆς χρῆται τῶν ποιημάτων.