Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Λοβρίνης θαλάμαι· τόποι ἱεροὶ ὑπόγειοι, ἀνακείμενοι τῇ Ῥέᾳ, ὅπου ἐκτεμνόμενοι τὰ μήδεα κατετίθεντο οἱ τῷ Ἄττει καὶ τῇ Ῥέᾳ λατρεύοντες, εἰσὶ δὲ τὰ Λόβρινα ὄρη Φρυγίας ἢ τόπος Κυζίκου· δύο γὰρ ὂρη εἰσὶν ἐν Κυζίκῳ, Δίνδυμον καὶ Λόβρινον. Λοβρίνης· οὕτω καλεῖται ἡ Ῥέα ἀπὸ τοῦ ὄρους τῆς Κυζίκου, ὁ καλεῖται Λόβρινον, ὅπου ἱερόν ἐστι τῆς Ῥέας. Ἂττεω· ἱστορεῖται, ὅτι ποιμὴν ἦν Φρὺξ ὁ Ἂττης, ποιμαίνων δὲ καὶ ὑμνῶν τὴν μητέρα τῶν θεῶν ἐφιλήθη ὑπ’ αὐτῆς, καὶ δὴ φαινομένη πολλάκις τιμῆς αὐτὸν ἠξίωσεν, ὁ Ζεὺς δ’ ἐπὶ τούτῳ δυσανασχετῶν ἀνεῖλεν αὐτὸν οὐ φανερῶς δι’ αἰδῶ τῆς μητρὸς, ἀλλὰ σῦν ἄγριον πέμψας, ἡ δὲ κατολοφυρομένη αὐτὸν ἔθαψεν, οἱ δὲ Φρύγες κατὰ τὸ ἔαρ θρηνοῦσιν αὐτόν. Ὥσπερ δ’ ἀπὸ τοῦ Ἂλτης Ἂλτεω, οὕτω καὶ ἀπὸ τοῦ Ἄττης Ἄττεω, ἡ ὡς ἀπὸ περισπωμένου, ὥσπερ Ἑρμῆς Ἑρμέω
Κρεούσης τῆς Ἐρεχθέως καὶ Ἀπόλλωνος Ἴων, ἀφ’ οὗ Ἴωνες οἱ Αθηναῖοι καὶ Ἱάδες πολλαὶ πόλεις, ἡ δὲ Κολοφὼν τῆς Ἰωνίας.
Ἑζόμενος· γράφεται καὶ ἔξομένη Κλαρίοιο θεοῦ παρὰ πίονι νηῷ· Κλάρος γὰρ εἴρηται παρὰ τὸ κεκληρῶσθαι τὸν τόπον Ἀπόλλωνι, ἡ ὅτι ἐκεῖ ἐκληρώσαντο Ζεὺς, Ποσειδῶν καὶ Πλούτων, ἡ ὅτι ἐκεῖ ἔκλαυσεν ἡ Μαντὼ σύν τῷ ἀνδρὶ Βακχιάδῃ διὰ τὴν τοῦ τόπου ἐρημίαν.
Πνυθείης ἀντὶ τοῦ πνῦθι, ἤγουν σύνες, γνῶθι, εὐκτικὸν ἀντὶ προστακτικοῦ, ακουε, μάθε· τὸ δ’ ἀκόνιτον ῥιζίον τί ἐστι βοτάνης ὅμοιον ἀγρώστιδι, οὗ ἡ πόσις πικρὰ οὖσα τὸ μὲν στόμα ἅπαν στύφει, τὴν δὲ καρδίαν δάκνει, τὸ δὲ πνεῦμα ὑπὸ καταψύξεως τοῦ πνεύμονος ἐπικόπτει, λυγμοὺς συνεχεῖς ἀποτελοῦσα· διὸ καὶ τὸν στόμαχον ἀεικίνητον ὄντα ἐμποδίζουσα κλείει, τὴν δὲ κοιλίαν πνευμάτων ἐμπίπλησι καὶ τὸν κῶλον, τοῖς δὲ κροτάφοις παλμὸν παρέχουσα καὶ τῇ κεφαλῇ βάρος καὶ τοῖς μέλεσιν ἱδρῶτας, ἔκφρονας ποιεῖ καὶ ἀσθενεῖς. Τὸ ἀκόνιτον εἶδος βοτάνης ἐστὶν, ὅπερ καλοῦσιν ἀπὸ τοῦ συμβεβηκότος πορδαλιαγχὲς διὰ τὸ ἀπόλλυσθαι ὑπ’ αὐτοῦ τὴν πόρδαλιν, ἐπειδὴ ἀντιφάρμακον ἔχει τὴν ἀνθρωπείαν κόπρον, καὶ οὐ πρότερον ἐσθίουσιν αἱ πορδάλεις, εἰ μὴ ἔχοιεν τὴν κόπρον πλησίον, ἵν’ εὐθέως προσενέγκοιντο τὴν βοήθειαν· οἱ οὖν νομεῖς τὸν ἀπόπατον ἐξάπτουσιν ἐκ δένδρων, εἶτα, ἐπειδὰν φάγωσιν αἱ πορδάλεις τὸ ἀκόνιτον καὶ ὁρμήσωσιν ἐπὶ τὴν κόπρον, ἀνασπῶσιν οἱ ποιμένες, καὶ περιαλλόμεναι τουτέστιν ἐπιπηδῶσαι ἀποθνήσκουσιν· ἱστορεῖ Ἀριστοτέλης ἐν τῷ ἐννεακαιδεκάτῳ περὶ ζώων (H. A. IX 6, T. I, p. 612). Πνυθείης· τὸ ἀκόνιτόν φασιν ἐκ τοῦ ἐμέτου τοῦ Κερβέρου φυῆναι· ἱστορεῖται γὰρ τὸν Κέρβερον ἐξ ᾅδου ἀνενεχθέντα μὴ δύνασθαι ὑπομεῖναι τὰς αὐγὰς τοῦ ἡλίου καὶ ἐμέσαι, καὶ ἐκ τοῦ ἐμέτου ταύτην γενέσθαι τὴν βοτάνην. Ἀχέρων δὲ ποταμὸς ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ, ἔνθα τὸν τοῦ Ἅιδου κύνα ὁ Ἡρακλῆς ἐξήγαγε, καὶ ὁ λόφος Ἀκόνιτος λέγεται.
Εὐβουλῆος δὲ τοῦ Ἅιδου κατ’ εὐφημισμόν.
Ἄστυρά τε· τὰ ἄστυρα πολίσματά εἰσι, καὶ χωρίον οὕτω λεγόμενον,
ὁ δὲ Πριόλαος υἱὸς Λύκου βασιλέως Μαρυανδηνῶν, ὃς ἀπέθανεν ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ, Ηρακλέους πολεμοῦντος τοῖς πλησίον, οὗ εἰς ὄνομα ὁ πατὴρ τὴν πόλιν ἐκάλεσεν ἐγγὺς οὖσαν Ἡρακλείας.Ουρανόεσσαν δ’ ὑπήνην ἢ τὸ ἐπάνω τοῦ χείλους τρίχωμα, ἢ τὴν ὑπερῴαν, ἤτοι τὸν οὐρανίσκον καταχρηστικῶς.
Δύῃ· τῇ ταλαιπωρίᾳ δὲ τοῦ πάθους τὸ τῆς καρδίας ἄκρον ὑποδάκνεται. Ἄκρον νειαίρης· τῆς κοιλίης τῆς κατωτάτω, κατὰ τὸ ἄκρον καὶ ἄκλειστον στόμα τῆς νειαίρης γαστρὸς ἀειρόμενον τὸ φάρμακον, στόμα δὲ γαστρὸς ὁ στόμαχος, ποιητικῶς δ’ ἐξέφρασεν· ἡ δὲ κάκωσίς φησιν ἐπιτίθεται τῷ στόματι τῆς κοιλίας, ὁ δὴ διὰ παντὸς ἀνεῳργός ἐστιν.
Τεύχεος· τοῦ στόματος τῆς κοιλίας, ἢν οἱ μὲν καρδίαν καλοῦσιν, οἱ δὲ δοχεῖον τῶν ἐντέρων τῆς βρώσεως, λέγει δὲ τὸ κῶλον.
Πύλη δ’ ἐπικέκλιται· ἐμπέφρακται τῶν παχέων ἐντέρων ἡ εἴσοδος· τοῦτο γάρ φησιν, ὅτι φράττεται τὰ δοχεῖα μέρη τῶν σιτίων διὰ τὴν ἀλγηδόνα.
Νοτέων ὑπολείβεται ἱδρώς· παρακολουθεῖ δ’ ἀεὶ τοῖς τὸ ἀκόνιτον πεπωκόσιν ἐκ τῶν βλεφάρων καὶ τῶν μελῶν ὑγρὰ ὑπόσταξις, ἡ δὲ γαστὴρ πνευματουμένη καὶ ταρασσομένη τὰ μὲν πολλὰ τῶν πνευμάτων ἄνωθεν ἐκβάλλει, τὰ δὲ λοιπὰ κάτω πέμπει, ἅτινα κατὰ τὸν ὀμφαλὸν ἱδρυνθέντα ἐμφράσσει τὴν κοιλίαν.
Κράατι δ’ ἐν βάρος· πνευμάτωσις δὲ πολλὴ καὶ βάρος κεφαλῆς καὶ κροτάφων παλμός. Διπλόα δ’ ἀντὶ τοῦ διπλὰ ὁρᾷ, οἷα συμβαίνει τοῖς ἐσκοτωμένοις τῇ μέθῃ· οὕτω φησὶ βαρεῖται υπὸ τοῦ φαρμάκου ὁ πιὼν αὐτὸ, ὡς ἀνὴρ κραιπαλῶν.