Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Τὸ ποίημα οἱ μὲν ἐπιγράφουσι περὶ θανασίμων φαρμάκων, οἱ δ’ ἀντιφάρμακα, ἄλλοι δ’ ἀλεξιφάρμακα· καὶ γὰρ αὐτός φησιν ὁ Νίκανδρος (4)

ῥεῖά κέ τοι ποσίεσσιν ἀλέξια φαρμακοέσσαις.

Εἰ καὶ μὴ σύγκληρα. Νίκανδρός ἐστίν ὁ λέγων Κολοφώνιος Πρωταγόρᾳ Κυζικηνῷ, ὁ δὲ νοῦς· εἰ καὶ μὴ σύνεγγυς ἔχομεν τοὺς κλήρους τῶν πόλεων ἐπὶ τῆς Ἀσίας, ἀλλὰ τό σοι προσφωνεῖν οὐκ ἀνοίκειον ἡγοῦμαι. Δήμους δὲ λέγει τὰ ἀθροίσματα τῶν τε προγόνων καὶ τῶν κτιστῶν.

Τύρσεις δεῖ ἀκούειν τὰς πόλεις, ἀλλ’ οὐ τὰς ἐπάλξεις, ὅπερ κυρίως σημαίνουσιν· ἀπεμφαίνων, γὰρ ὁ λόγος ἐστὶν, εἰ χάριν τῶν ἐπάλξεων οἱ δῆμοι τὰ τείχη ἔκτισαν, αλλὰ μὴ χάριν τῶν πόλεων. Σύγκληρα δὲ σύνοικα τῶν αὐτοκλήρων. Τὸ δὲ τέων οὐκ ὀρθῶς κεῖται· σημαίνει γὰρ τὸ τίνων· Ὅμηρος (Il. ω 387)·

τέων δ′ ἔξ ἐσσι τοκήων;
βούλεται δὲ λέγειν ὧν. Τζέτζης· τέων, τῶν, ὧν δωρικῶς· καλῶς ἔχει. Βλάστας δὲ τὰ βλαστήματα, τὰ γένη· ὁ γὰρ ἄνθρωπος δίκην φυτοῦ αὔξει. Τύρσεσι δὲ ταῖς πόλεσιν ἀπὸ μέρους τῶν τειχῶν.

Δολιχός· μακρὸς, πολύς· ἀπέχουσι γὰρ ἀλλήλων ἡ Κύζικος καὶ ἡ Κολοφών.

Ἀλέξια φαρμακοέσσαις· τὰ ἀλεξιτήρια τῶν φαρμάκων εἴποιμι ἀντὶ τοῦ καὶ βλαπτούσας καὶ ὠφελούσας βοτάνας εἴποιμι.

Ἅ τε φῶτας· ἔδει εἰπεῖν αἵτινες, αἱ πόσιες, ὁ δ’ ἐπὶ τὸ ὁμώνυμον οὐδετέρως μετῆλθεν Ὁμηρικῶς· πρὸς τὰ φάρμακα γὰρ τὰ φθοροποιὰ ἔφη τὰ ἀλεξιτήρια τῶν φαρμάκων εἴποιμι.

Πολυστροίβοιο δὲ τῆς πολυταράχου παρὰ τὸ στροβεῖν τὰς ναῦς, ὅ ἐστι ταράσσειν, κατὰ παρένθεσιν τοῦ ι πολυστρόφου, τῆς πολλὰς στροφὰς ἐούσης.

Ἄρκτον ὑπ’ ὀμφαλόεσσαν· ἀρκτικωτέρα γὰρ ἡ Κύζικος τῆς Κολοφῶνος, ὀμφαλὸν δὲ καλεῖ τὸν βόρειον πόλον, ὡς μεσαίτατον, ἢ αὐτὴν τὴν ἄρκτον διὰ τὸν παρακείμενον αὐτῇ τῶν ἄστρων χορόν· ὀμφαλόεσσα εἴρηκε διὰ τὸ μέσον τοῦ βορείου κεῖσθαι. Τινὲς δ’ ἐπειδὴ δοκεῖ ὁ κατὰ τὰς ἄρκτους τόπος εὐβοτώτατος, ὀμφαλόεσσαν εἰρῆσθαί φασι τὴν τροφώδη· ὀμφαλὸς γὰρ ἀπὸ τῆς ὄμπνης εἴρηται, ὅ ἐστι τροφὴ, ἀφ’ οὐ καὶ ἡ Δημήτηρ ὀμπνία, ἄλλοι δὲ τὴν Κρητικήν· Ὀμφαλὸς γὰρ τόπος ἐν Κρήτῃ, ὡς καὶ Καλλίμαχος (Hymn. in Jovem 44)·

πέσε, δαῖμον, ἀπ’ ὀμφαλὸς, ἔνθεν ἐκεῖνο Ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.