Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Ἴσθμιον· ἡ ἱστορία εὔγνωστός ἐστι πᾶσι τοῦ ἀγῶνος τοῦ Μελικέρτου. Σισυφίδαι δ’ οἱ Κορίνθιοι· ἄγεται δὲ τῷ Μελικέρτῃ ὁ Ἰσθμιακὸς ἀγὼν, ἐν ᾧ ὁ στέφανος ἦν πρότερον τοῖς νικῶσιν ἀπὸ σελίνου, ὕστερον δ’ ἀπὸ πίτυος, γίνεσθαι δέ φασιν ἐπὶ Σίνιδι, τὸν Θησέα διαθεῖναι, οἱ δὲ Ποσειδῶνι τῷ πατρῴῳ θεῷ τελεῖσθαι, οἱ πλεῖστοι δέ φασι τελεῖσθαι τῷ Μελικέρτῃ.
Ῥυσίμῳ· καὶ γὰρ ῥύσιμόν ἐστιν εἶδος βοτάνης, ἰδίως δ’ αὐτὸ εἴρηκε χωρὶς τοῦ ε, ὅ τινες πήγανόν φασιν. Ἐνομηρέα δ’ ἀντὶ τοῦ ὁμοῦ μίξας.
Κύπρου· οἱ μὲν εἶδος φυτοῦ τὴν κύπρον φασὶν, οἱ δὲ τὰ ἀπὸ τῆς Κύπρου νήσου βλαστήματα· καὶ τῆς κύπρου φησὶ τὰ νεοανθῆ βλαστεῖα, καὶ τοὺς τῆς σίδης ἤτοι τῆς ῥοιᾶς.
Κυτίνοιο τὸν ἀνθημὸνα καρπὸν μετ’ οἴνου τρίψας παράσχε αὐτῷ πιεῖν· κύτινόν φασι τὸ ἄνθος τῆς ῥοιᾶς, ὅπερ αὐξηθὲν ῥοιὰ γίνεται.
Μὴ μὲν δὴ σμῖλον· ἡ σμῖλος φυτόν ἐστιν ἐλάτῃ ὅμοιον· διὸ καὶ ἐλατηίδα εἶπε· περὶ δὲ τῆς σμίλου φησὶν Ἀνδρέας περὶ Αἰτωλίαν πληθύνειν, καὶ τοὺς ἐγκοιμηθέντας αὐτῷ ἀποθνήσκειν, ὁ δὲ Θεόφραστος (H. P. III. 10, §2) περὶ μὲν τῶν ἀνθρώπων οὐδὲν εἴρηκεν, αὐτὸ δὲ μόνον, ὅτι τὰ λόφουρα τῶν ζώων γευσάμενα ἀποθνήσκει, λόφουρα δ’ εἰσὶ βόες, ἡμίονοι. Καλλίμαχος δέ· ἑρπετὰ, τῶν αἰεὶ τεθράφαται λοφιαί.
Οἰταίην· τὴν οἴτου αἰτίαν γινομένην, ἢ τὴν ἐν Οἴτῃ φυομένην, ὄρει τῆς Αἰτωλίας.
Χαλικροτέρη ἀντὶ τοῦ ἀκρατοτέρα πόσις οἴνου πολλὴ παραχρῆμα ἰάσαιτο.
Τὰ μὲν οὖν Νίκανδρος, ἤτοι καὶ ταῦτα μὲν ὁ Νίκανδρος τῇ ἰδίᾳ κατέθετο βίβλῳ τὰ ἐπίπονα καὶ φαρμακώδη ἑκάστῳ ἀνδρὶ τὰ ἐκ τοῦ μύκητος, λείπει δὲ τὸ γινόμενα ἢ τὰ μύκητος, ὅ ἐστι τὰ δηλητήρια. Ἄλλως· παρ’ ἀνέρι, ἢ παρὰ πρὸς τὸ κατέθετο, ἵν’ ᾖ παρακατέθετο ἀνδρὶ ἑκάστῳ ἐν τῇ ἰδίᾳ βίβλῳ μοχθήεντα ἀντὶ τοῦ ἐπίπονα. Ἢ οὕτως· τῷ ἐπὶ φαρμάκῳ μύκητι κακοπαθοῦντι ἀνθρώπῳ· ταῦτα γὰρ βοηθήματα ἐν τῇ ἰδίᾳ βίβλῳ κατέθετο.