Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Ἐχθομένη δέ σε· καὶ τῆς λιθαργύρου τὸ πόμα θανάσιμόν ἐστι, μάλιστα δ’ οἱ περὶ Ἀπολλόδωρον αὐτό φασι δίδοσθαι μετὰ φακοῦ ἢ πισσίου ἢ πλακοῦντος· διὰ τοῦτο γὰρ λανθάνει ὁμοχροῦν· φησὶ δὲ τοῖς ἐνεγκαμένοις παρέπεσθαι βάρος κατὰ τῆς κοιλίας, μετὰ δὲ τὴν μέσην αὐτὴν πνεύματα βορβορίζοντα ἀνειλεῖσθαι, τὰ δὲ μέλη πίμπρασθαι, τὴν δὲ χροιὰν ἐοικέναι μολίβδῳ.

Πνεύματ’ ἀνειλίσσοντα, ἤγουν ἐμπνευματοῖ παραπλησίως στρόφῳ ἢ εἰλίγγῳ.

Εἰλίγγοιο δυσαλθέος· τῆς κοιλιοστροφίας φησίν.

Οὐ μὴν τῶν οὔρων· γράφεται καὶ οὐ μὲν τῶν γ’ οὔρων ἀντὶ τοῦ τῷ κακωθέντι ὑπὸ τοῦ λιθαργύρου καὶ οὕτω καὶ ἡ τῶν οὔρων ῥύσις κατέχεται, τὰ δὲ μόρια πίμπραται.

Καὶ τὸ εἰδήνατο χροιὴν ἀντὶ τοῦ ὡμοιώθη.

Τῷ δ’ ὁτὲ μέν· δύο ὀβολοὺς σμύρνης.

Ἄλλοτε οὔρειον, ὅ ἐστιν ὀρεινὴν ὑπέρεικον, ἄλλοτε ὁρμίνιον, ἐστὶ δ’ εἶδος βοτάνης, ἄλλοτε ὑσσώπου κλάδους.

Κράδην τὴν ἀγρίαν συκῆν. Σπέραδός τε σελίνου· τοῦ ὀρεο σελίνου καλουμένου· φυτὸν γὰρ τοιοῦτόν ἐστι διουρητικόν.