Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Πέριξ δ’ ἐπενήνοθε γαστρὸς ἀντὶ τοῦ ὁτὲ τῷ στόματι τῆς κοιλίας ἐπίκειται λαμβάνουσα τὴν προσφάτως ἐπενεχθεῖσαν τροφὴν, τὸ δ’ ἐπενήνοθεν ἀντὶ τοῦ ἐπίκειται, πάλιν δ′ ἀνέδραμεν ἀπὸ τοῦ πληθυντικοῦ ἐπὶ τὸ ἑνικόν.
Νέην δ’ ἐπενείματο δαῖτα, ἤτοι ἣν ἄρτι ἔφαγε, διεμερίσθη καὶ ἐπεβοσκήθη.
Τῷ σὺ, ἤτοι τῷ καταπίνοντι τὴν βδέλλαν νείμειας ὅ ἐστι δοίης συνημμένην τῷ ὄξει ψυχρὰν πόσιν.
Χιονόεσσαν γὰρ τουτέστιν ὑπὸ χιόνος παγεῖσαν.
Καὶ τὸ νέον βορέῃσι παγέντος ἀντὶ τοῦ νεωστὶ βορείαις πνοαῖς παγέντος τοῦ κρυστάλλου.
Γυρώσαιο ἀντὶ τοῦ σκάψειας, ὀρύξειας, καθαλμέα δὲ βώλακα τὸν ὑφάλμυρον βῶλον τῆς γῆς, λέγει δὲ τὸ ἅλας, ἢ τὸν ὀρυκτὸν ἅλα· ἐν ἁλμυροῖς γὰρ τόποις οὐ γίνεται ἡ βδέλλα· διόπερ ποιεῖ τὸ ἁλμυρὸν ὕδωρ πρὸς ἀντιπάθειαν αὐτῆς, ἅλμην δὲ κελεύει πιεῖν Καππαδοκικοῦ ἁλός.
Ναιομένην δ’ ἤτοι πατουμένην, ὁδευομένην, ἠροτριωμένην. Τὸ θαλερὴν δὲ γράφεται καὶ θολερὴν, διότι ὠφελιμός ἐστιν.
Ἢ αὐτὴν ἅλα βάπτε· ἢ αὐτήν φησι τὴν θάλασσαν, τουτέστι τὸ θαλάσσιον ὕδωρ, διδόναι πιεῖν, ποτὲ μὲν ἡλίῳ θερμαίνοντα, ποτὲ δὲ πυρί· βᾶπτε γὰρ ἀντὶ τοῦ ἄντλει, γέμιζε.
Καὶ ἠελίοις ὀπωρινοῖς, τουτέστι ταῖς ἡμέραις. Τότ’ ἠνεκὲς ἀντὶ τοῦ ἐπιπολὺ τῷ πυρὶ θάλψας.
Ἅλα πηκτόν· τὸν ὀρυκτὸν, τὸν ἐκμέταλλον.
Καὶ ἐμπίσαις ἀντὶ τοῦ ἐμμίξαις τὴν ἄχνην· λέγει γὰρ τὸν ἀφρὸν, ὅντινα ὁ ἁλοπηγὸς ἀνὴρ συνάγει. Καὶ τὸ νειόθ’ ὑφισταμένην ἀντὶ τοῦ κάτωθεν ἐκ βάθους συνισταμένην τοῦ κράματος τῶν ἁλῶν, ἐπὰν οὗτοι μίξιν λάβωσιν· ἰστέον ὅτι οἱ ἁλοπηγοὶ μιγνύουσι τοῖς θαλασσίοις ὕδασι γλυκέα ὕδατα, καὶ συνταράσσουσιν ἀμφότερα, ὥσπερ ἀποπλύναντες τὰ θαλάσσια ὕδατα τοῦ βρώμου τοῖς γλυκέσιν· ἐν γοῦν τῷ ταράσσεσθαι ἀφρός τις ἀναδίδοται, ὅντινα λέγουσιν ἄχνην ἁλός.
Μὴ μὲν δὴ ζύμωμα κακόν· καὶ γὰρ ζύμωμα εἶπε τὸν μύκητα, ἐπειδὴ ζυμῷ ἔοικε τῆς γῆς, τουτέστι πηλῷ· ὅμοιος γάρ ἐστι βώλῳ γῆς. Ἄλλως· ζύμωμα κακὸν τοὺς μύκητάς φησιν, ἐπειδὴ ἐκ τῆς γῆς γεννῶνται, οὗτοι δ’ ὁτὲ μὲν ἐν τοῖς στέρνοις ἀνοιδοῦσιν, ὁτὲ δὲ καὶ περὶ τὸν λαιμὸν ἀνίσταται ἡ ἀπ’ αὐτῶν κάκωσις· τότε δ’ ἐνεργοῦσιν οἱ μύκητες, ὅταν φυῶσιν ἐν τῷ τόπῳ, ὅπου ἐφώλευσεν ἔχιδνα ζύμωμα δ′ αὐτοὺς ἐκάλεσεν, ἐπειδὴ ἀναζυμοῦνται ἔσωθεν μὴ πεττόμενοι, ἢ ὅτι ὥσπερ ζύμωμά εἰσι τῆς γῆς.