Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Βρωμήεντος τοῦ ὄνου παρὰ τὸ βρωμᾶσθαι.
Κεδρινέαν νῦν λέγει, εἰ καὶ πίσσαν αὐτὴν εἶπεν· πᾶν γὰρ τὸ ἀποστάζον πίσσαν καλεῖ. Πελάνου βάρος ἀντὶ τοῦ ὀβολοῦ ὁλκήν· οὐ γὰρ μόνον τὸ πέμμα, ἤγουν τὸ ἕψημα, πέλανος λέγεται, ἀλλὰ καὶ ἡ τοῦ ὀβολοῦ ὁλκή. Ἄλλως· τῆς πεπηγυίας κεδρίνης πίσσης, λέγει δὲ τὴν κεδρίαν.
Οἰνωπῆς· εἶδος ῥοιᾶς καὶ οἰνάδος. Καὶ προμένειον δ’ εἶδος ῥοιᾶς, ὠνόμασε δ’ αὐτὴν ἀπό τινος Προμένου Κρητός. Καὶ τὴν Αἰγινῖτιν δὲ καὶ ὅσαι τὰ σκληρὰ κάρφη, ἤγουν τοὺς ἁπλοῦς κόκκους κατ’ ἀντίφρασιν, τῇ ἰσχνῇ καλύπτρᾳ καλύπτουσιν· ἢ ὅτι κάρφη τὰ λέπη, τοὺς φλοιούς. Ἄλλως· διαφράσσουσι καλύπτρῃ τῇ ἰσχνῇ περιβολῇ τῶν κόκκων, ὅσαι φησὶ τὰ σκληρὰ καὶ φοίνια ἤγουν ἐρυθρὰ κάρφη, τουτέστι τοὺς ἐρυθροὺς κόκκους, τῇ ἀραχνώδει καὶ ὑμενώδει καλύπτρᾳ διαφράσσουσι, τουτέστι τῷ ἔσωθεν τοῦ δέρματος ὑμένι.
Τὴν ἐν οἴνῳ φησὶ τρωγομένην βορὰν, τουτέστι τὴν σταφυλὴν ἐν κυρτίδι θλίψας καὶ οἱονεὶ ἐκπιέσας δίδου αὐτῷ πιεῖν, οἱονεὶ γλεῦκος, ὃ λέγεται ἐν συνηθείᾳ μοῦστον· κυρτὶς κατασκεύασμά τι ἐκ λεπτῶν σχοινίων γεγονὸς, ᾧ καὶ οἱ μυρεψοὶ χρῶνται περὶ τὴν τῶν μύρων ἔκθλιψιν, ὑλιστήριον αὐτὸ καλοῦντες ἢ καὶ ὑλίστριον.
Τριπτὴρ δ’ ἐστὶ κατασκεύασμα πρὸς πιεσμὸν εὔθετον. Ἄλλως· κυρτὶς κατασκεύασμά τι, ἐν ᾧ τὰς σταφυλὰς θλίβουσι, λέγει δὲ σταφυλὴν δίδου πιεσθεῖσαν.
Ἢν δέ τις αὐαλέῃ ἐὰν δέ τίς φησι ξηρᾷ συνεχόμενος δίψῃ, καὶ προσπεσὼν ἐπί τινα ποταμὸν ἢ λίμην πίνῃ ταυρηὸν, τῇ δὲ βίᾳ τοῦ ἑλκυσμοῦ προσπέσῃ βδέλλα, καὶ τὰ ἑξῆς· ἰστέον δ’ ὅτι ἀπὸ τῆς βδέλλας γίνεται ο οἶστρος.
Θρῖα δὲ κυρίως μὲν τὰ τῆς συκῆς φύλλα, νῦν δὲ τῶν μνίων φησὶ, τουτέστι τῶν βρύων.
Τοῦ μέν τε· λείπει τὸ πίνοντος· τούτου φησὶ ῥοιζηδὰ πίνοντος ἡ φιλαίματος βδέλλα προσπελάζουσα ἐπὶ τὰ χείλη αὐτοῦ τῆς βρώμης ἕνεκα τῇ ῥύμῃ τοῦ ποτοῦ, ἤτοι τῇ φορᾷ καὶ τῇ ὁρμῇ προὔτυψε παρὰ τῇ λαπάρᾳ αὐτοῦ ἱμείρουσα καὶ τοῦ φόνου. Ἄλλως· ῥύμῃ ἅλις· βούλεται εἰπεῖν, ὅτι φερομένη τῇ τοῦ ὕδατος ὁρμῇ, ὅπου αὐτὴν τὰ πρῶτα ὁ ῥοῦς προσπελάσῃ καταποθεῖσαν, ἀθρόως προσφύεται ἀμέλγουσα τὸ αἷμα.
Ἢ ὅθ’ ὑπὸ ζοφέης νυκτός· ἢ ὅθ’ ὑπὸ τῆς ζοφώδους νυκτὸς κεκαλυμμένος τὰς αὐγὰς, ἤγουν τοὺς ὀφθαλμοὺς, τὰ χείλη αὐτοῦ πρὸς τὰ χείλη τῆς ὑδρίας πιέσας καὶ κατακλίνας ἑαυτὸν ἀφραδέως τὸ ποτὸν ἴσχει.
Τὰς μέν· μετέβη ἀπὸ τοῦ ἑνικοῦ εἰς τὸ πληθυντικόν· ταύτας δὲ τὰς βδέλλας φησὶν ὅπου ἂν ὁ ῥοῦς ὤσῃ καὶ τὰ ἑξῆς.
Ἀμελγόμεναι δ’ ἀντὶ τοῦ πιεζόμεναι ἤτοι πιέζουσαι.
Πύλῃσιν· τουτέστι τοῦ πνεύμονος ταῖς πύλαις ἢ τῇ ἀρχῆ τοῦ λαιμοῦ, ἤτοι τῷ φάρυγγι, ἢ τοῦ ἥπατος, ἢ τοῦ στομάχου.