Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Τοῦ θαλασσίου λαγωοῦ, ὅς ἐστιν εἶδος ἰχθύος, καὶ Ἱππῶναξ μνημονεύει· τὴν μὲν ἀσθένειαν ἀφρῷ παραπλήσιος, τὴν δ’ ἐπιφάνειαν μέλας, θανάσιμος δὲ βροθεὶς, οὗ ἡ μὲν ὀσμὴ ταῖς τῶν ἰχθύων λεπίσι καὶ τῷ ἀποπλύματι αὐτῶν ἔοικεν, ἡ δὲ γεῦσις ἰχθύων σεσηπότων γεύσει ὁμοία ἐστίν. Κακοφθορέος δὲ κακῶς φθείροντος.
Ἤγουν τῆς πολυψήφου θαλάσσης· στεῖαι γὰρ αἱ ψῆφοι τῆς θαλάσσης.
Νεπόδων δ’ ἰχθύων. Καὶ σαπρυνθέντων ἀντὶ τοῦ σαπρωθέντων.
Λοπὶς αὐξίδα· ἢ ὅταν ἡ λοπὶς τὴν ὅλην αὐξίδα μολύνῃ, ἐξ οὗ δηλοῖ τὸ φθείρει· αὐξὶς εἶδος ἰχθύος ὅμοιον θύννῳ. Αὐξίδα χραίνῃ, τουτέστι τὸ σῶμα ἀφανίζῃ, αὐξὶς δὲ τὸ σῶμα· μετὰ γὰρ τὸ ἀγρευθῆναι οἷον δή τινα ἰχθὺν, εἰ μένοι ἐπ’ αὐτῷ τὸ λέπος αὐτοῦ, ἀφανίζει αὐτὸν καὶ ὄζειν ποιεῖ.
Ὁ λαγωὸς νεωστὶ γεννηθεὶς ὅμοιός ἐστι ταῖς θριξὶν ἤγουν κατὰ τὰς τρίχας τῆς τευθίδος.
Τεύθου, τουτέστι τοῦ ἄρρενος. Ὑπ’ ὀστλίγεσσιν, ἐπειδὴ γληνώδης ὑπάρχει, οστλιγγας δὲ λέγει τοὺς βοστρύχους, ὅ ἐστι τὰς κόμας
τῶν τευθίδων καὶ σηπιῶν, ἐν αἷς ἄρτι γεννώμενοι οἱ θαλάσσιοι λαγωοὶ διατρίβουσιν.Χολῄ· τῷ μέλανι. Ἀγρώστορος· ἐπειδὰν γὰρ ἴδῃ τὸν ἁλιέα, ἐκβάλλει τὸ μέλαν εἰς τὴν θάλασσαν, ἵνα ἀθεώρητος ᾖ· τοῖς δὲ πίνουσιν ἀκολουθεῖ σκότωσις χολώδης, ἰκτεριώδης· τοῦτο γάρ φησιν.
Τῶν ἤτοι ζοφόεις, τουτέστι τῶν φαγόντων τὸν λαγωόν.
Περιστολάδην δ’ ἀντὶ τοῦ οὐκ ἀθρόαι, ἀλλ’ οἷον κατὰ σταλαγμὸν ἐλαττοῦνται, ὁ δὲ λόγος· οἷον κατὰ σταλαγμὸν ἐκ τοῦ κατ’ ὀλίγον τηκόμεναι καὶ καταστάζουσαι φθείρονται, ὁ δὲ τροφὴν οὐ προσίεται.
Ῥινός· ἀρσενικῶς εἶπεν ὁ ῥινὸς, τουτέστι τὸ δέρμα· καὶ τοῦ δέρματος κατὰ τὴν ἐπιφάνειαν γίνεται ἔπαρμα, μάλιστα δὲ περὶ τὰ σφυρὰ, περὶ δὲ τὰ τοῦ προσώπου μῆλα γίνεται οἰδήματα ἐν ἐρυθήματι.
Κυλοιδιόωντος, τοὺς ὀφθαλμοὺς διοιδοῦντος καὶ κοίλους ἔχοντος· κοῖλοι γάρ.
Ἐπακολουθεῖ γὰρ καὶ ὀλιγωτέρα ἔκκρισις τῶν οὔρων, ποτὲ μὲν πορφυρᾶ, ποτὲ δ’ αἱματώδης διὰ τὸ ξύεσθαι τὰ ἐντός.
Πᾶς δ’ ἔλλοψ, τουτέστιν ἰχθὺς φανεὶς τοῖς ὀφθαλμοῖς αὐτοῦ μισεῖται, τουτέστιν, ἐὰν ἴδῃ ἰχθὺν, ἀποστρέφεται (τοῦτο γὰρ σημαίνει τὸ ἐμυδάξατο ἀντὶ τοῦ ἐμυσάξατο, ἀπεμυκτήρισε), παρῇτήσατο τοσοῦτον, ὡς καὶ ναυτιάσαι καὶ ἐμέσαι ὑπὸ τῆς ἀηδίας βιάζεσθαι.
Τῶν μὲν φοινήεσσαν. Γράφεται τῶν μὲν Φωκήεσσαν ἀντὶ τοῦ Φωκικήν· ἡ γὰρ τοῦ ἐλλεβόρου πόσις ἐν Φωκίδι δοκεῖ εὑρεθῆναι· κελεύει δ’ ἐλλέβορον ἢ σκαμμωνίαν διδόναι πίνειν τῷ κάμνοντι, ἵνα τῆς κοιλίας κατενεχθείσης καὶ τὸ τοῦ φαρμάκου κακὸν συναπορραγῇ. Εἴρηκε δὲ καὶ φοινήεσσαν τὴν τοῦ μέλανος ἐλλεβόρου πόσιν.
Τὸ κάμωνος κατ’ ἔνδειαν τοῦ σ, λέγει δὲ τὸν σκαμμωνίας χυλόν.
Ἀντὶ τοῦ τὰ κόπρια καὶ σκύβαλα ἐκβάλλῃ.
Βρωμήεντος τοῦ ὄνου παρὰ τὸ βρωμᾶσθαι.
Κεδρινέαν νῦν λέγει, εἰ καὶ πίσσαν αὐτὴν εἶπεν· πᾶν γὰρ τὸ ἀποστάζον πίσσαν καλεῖ. Πελάνου βάρος ἀντὶ τοῦ ὀβολοῦ ὁλκήν· οὐ γὰρ μόνον τὸ πέμμα, ἤγουν τὸ ἕψημα, πέλανος λέγεται, ἀλλὰ καὶ ἡ τοῦ ὀβολοῦ ὁλκή. Ἄλλως· τῆς πεπηγυίας κεδρίνης πίσσης, λέγει δὲ τὴν κεδρίαν.
Οἰνωπῆς· εἶδος ῥοιᾶς καὶ οἰνάδος. Καὶ προμένειον δ’ εἶδος ῥοιᾶς, ὠνόμασε δ’ αὐτὴν ἀπό τινος Προμένου Κρητός. Καὶ τὴν Αἰγινῖτιν δὲ καὶ ὅσαι τὰ σκληρὰ κάρφη, ἤγουν τοὺς ἁπλοῦς κόκκους κατ’ ἀντίφρασιν, τῇ ἰσχνῇ καλύπτρᾳ καλύπτουσιν· ἢ ὅτι κάρφη τὰ λέπη, τοὺς φλοιούς. Ἄλλως· διαφράσσουσι καλύπτρῃ τῇ ἰσχνῇ περιβολῇ τῶν κόκκων, ὅσαι φησὶ τὰ σκληρὰ καὶ φοίνια ἤγουν ἐρυθρὰ κάρφη, τουτέστι τοὺς ἐρυθροὺς κόκκους, τῇ ἀραχνώδει καὶ ὑμενώδει καλύπτρᾳ διαφράσσουσι, τουτέστι τῷ ἔσωθεν τοῦ δέρματος ὑμένι.
Τὴν ἐν οἴνῳ φησὶ τρωγομένην βορὰν, τουτέστι τὴν σταφυλὴν ἐν κυρτίδι θλίψας καὶ οἱονεὶ ἐκπιέσας δίδου αὐτῷ πιεῖν, οἱονεὶ γλεῦκος, ὃ λέγεται ἐν συνηθείᾳ μοῦστον· κυρτὶς κατασκεύασμά τι ἐκ λεπτῶν σχοινίων γεγονὸς, ᾧ καὶ οἱ μυρεψοὶ χρῶνται περὶ τὴν τῶν μύρων ἔκθλιψιν, ὑλιστήριον αὐτὸ καλοῦντες ἢ καὶ ὑλίστριον.