Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Τὸ δὲ πρόσωπον ὠχρὸν γίνεται καὶ τὰ χείλη ἐμπίμπραται.
Παῦρον· ἐκ δὲ τοῦ αὐχένος ὀλίγον ἆσθμα ἑλκόμενον ψυχρὸν διέρχεται, καὶ πάρεσις τῶν σιαγόγων γίνεται, πολλάκις δὲ καὶ οἱ ὄνυχες πελιδνοὶ γινόμενοι, ὡς ἐντὸς τοῦ αἵματος χωροῦντος, καὶ ἡ ῥὶς στρεβλουμένη καὶ οἱ ὀφθαλμοὶ κοῖλοι γινόμενοι θάνατον ἀπαγγέλλουσιν.
Μέλοιο δ’ ἐπιμελοῦ τῆς θεραπείας καὶ βοηθείας, γλυκὺν θερμὸν οἶνον διδοὺς αὐτῷ.
Κεκαφηότα ἀντὶ τοῦ ὀλιγοψυχοῦντα πληροῖς.
Καὶ τινθαλέῳ θερμῷ, διαπύρῳ. Ἔργα μελίσσης ἀντὶ τοῦ σύμμισγε καὶ μέλι μετὰ θερμοῦ οἴνου.
Ὑμηττίδος δ’ Ἀττικοῦ ἀφ’ Ὑμηττοῦ τοῦ ὄρους Ἀττικῆς. Μόσχου· αἱ μέλισσαι ὥς φησιν αὐτός (Th. 741)·
ἵπποι μὲν σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν.
Κατὰ δρυός· παλαιάν τινα μελιττουργίαν ἐκτίθεται· μήπω γὰρ ἡμερούμεναι αἱ μέλισσαι, ἀλλ’ ἔτι ἄγριαι οὖσαι, ἐν τοῖς κοιλώμασι τῶν δρυῶν τὰ κηρία συνετίθεσαν, καὶ νῦν ἔτι ἔστιν ὅτε τοῦτο ποιοῦσιν. Τὸ δ’ ἐκτίσαντο ἀντὶ τοῦ κατεσκεύασαν. Ἄλλως· τοῦτο καὶ Ἡσίοδος (ἔργ. 233)·
ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας.καὶ Φωκυλίδης (Ποι. νουθ. 159-162)·
κάμνει δ’ ἠερόφοιτος ἀριστοπόνος τε μέλισσα ἠὲ πέτρης κοίλης κατὰ χηραμὸν ἢ δονάκεσσιν, ἢ δρυὸς ὠγυγίης κατὰ κοιλάδος ἔνδοθι σίμβλων, σμήνεσι μυριότρητα κατ’ ἄγγεα κηροδομοῦσα.
Φησὶ δ’ ὅτι ἐν τῷ Ὑμηττῷ πρῶτον ἐγένοντο μέλισσαι. Συνομήρεες· συνερχόμεναι βοτρυδόν.
Πολυωπέας· πολλὰς ὀπὰς ἐχούσας· τοιαῦτα γὰρ τὰ κηρία. Ὄμπαι οἱ μέλιτι δεδευμένοι πυροί· καὶ Καλλίμαχος· ἐν δὲ θεοῖσιν ἐπὶ φλογὶ καιέμεν ὄμπνας. τούτους γὰρ Δημητρὶ ἔθυον· Νίκανδρος δ’ ἰδίως εἴρηκε τὰ κηρία ὄμπας.
Ἀντὶ τοῦ διερχόμεναι τὰ θύμα τοῖς ποσίν. Τὸ δ’ ἀνθεμόεσσαν γράφεται καὶ ἠνεμόεσσαν, ἐρείκη δ’ ἐστὶ δένδρον, οὑ τὰ φύλλα οἱ μυούμενοι ὑποστρωννύουσι διὰ τὸ ψυκτικὰ εἶναι καὶ ἁγνά· ἔστι γὰρ τὸ ἁγνεύειν καὶ χωρὶς γονῆς μένειν.
Ἡ σύνταξις οὕτως· ἢ καὶ ἰρινέου μαλλὸν βαθὺν κορέσκων ἕλκοις ἀντὶ τοῦ ἕλκε τὸν ἰὸν, ὀχλίζων διὰ τὸ κλείειν τὸ στόμα τῇ μύσει
συνδεδεμένον τοῖς χαλινοῖς, διανοίγων αὐτὸ ἐνθλίβοις τῷ ἐρίῳ ῥόδινον ἢ καὶ ἴρινον ἔλαιον. Τότ’ ἠμύουσιν ἀντὶ τοῦ ὅτ’ ἠμύουσιν οἱ πασχοντες, τοὺς συμμεμυκότας χαλινοὺς αὐτῶν ἐνθλίβοις τῷ ἐρίῳ βοηθείας χάριν.Τοῦ κυπρίου ἐλαίου φησὶν, ὅ ἐστι θερμαντικόν. Καὶ μορόεντος ἀντὶ τοῦ μοροέσσης· καὶ Ὅμηρος (Od. σ 298)·
τρίγληνα μορόεντα.
Διὰ ῥέθος ἔγρεο· κατὰ τὸ πρόσωπον τύπτων καὶ πλήσσων ἔγειρε.
Παλάσσων ἀντὶ τοῦ κοιμώμενον κινῶν καὶ σείων ἀνάστησον, ὅπως κεφαλαλγῶν τὸν ὀλέθριον ὕπνον ἀποβάλλῃ, καὶ τὸν κακὸν πόνον ἐξεμέσῃ βοηθούμενος.
Κῶμα· τὴν μεταξὺ ὕπνου καὶ ἐγρηγόρσεως καταφορὰν κῶμα καλοῦσιν, ὅθεν καὶ κωμάζειν τὸ ἐπιφοιτᾷν τοῖς κοιμωμένοις.
Τὸ δὲ τῆμος ἐξερύγῃσιν ἀντὶ τοῦ τηνικαῦτα ἐξεμέσῃ ἀποοβῶν τὸ κακὸν ἄλγος.
Ἀλλὰ καὶ σπεῖρα ἤγουν ῥάκη βρέχων ἐν οἰνελαίῳ τρίβε καὶ ἀναθέρμαινε.
Ἐν πυέλῳ· κελεύει δ’ αὐτὸν ἐν πυέλῳ ἤγουν ἐν σκάφῃ θερμοῦ ὕδατος καθεῖναι καὶ καταντλᾷν τῷ θερμῷ, ἵνα τὸ συντεθραμμένον δέρμα διαλυθῇ. Ἐμβάπτεο σάρκα, τὴν σάρκα αὐτοῦ τοῦ πάσχοντος δηλονότι, ἄγε ἐκεῖνον αὐτόν.
Κυρίως δ’ ἐπαιονᾶσθαί ἐστι τὸ ἐπ’ ἠιόνος λούεσθαι, νῦν δὲ τὸ ἐπὶ τινθαλέοις ἤγουν θερμοῖς λοετροῖς θερμαίνεσθαι.
Αἷμα δ’ ἀναλυόμενος ἀντὶ τοῦ τὸ θρομβῶσαν αἷμα τοῦ παθόντος διὰ την ἐκ τοῦ δηλητηρίου ψύξιν ἀναλύων τῇ θέρμῃ τῶν λοετρῶν. Ἐσκληκότα ῥινὸν τὸ κατεσκληκὸς δέρμα φησίν.