Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Τῇ ἀφροσύνῃ τρώγωσι τοὺς κακανθήσαντας κλάδους.

Οἷα γὰρ οἱ νεωστὶ ἐν τοῖς γναθμοῖς τοὺς βρωτῆρας ὀδόντας ὑποφαίνοντες, τοιοῦτός φησι κνηθμὸς ἐν τοῖς φαγοῦσιν ὑοσκύαμον, οἷος ἐν τοῖς παισὶν, ὅταν ἀποβάλλωσι τοὺς ὀδόντας.

Βουκέραος· εἶδος βοτάνης, τοῦτο δὲ καμπύλον ἐστὶ καθάπερ βοὸς κέρας· διὸ καὶ τῆς ὀνομασίας ταύτης ἔτυχεν. Καὶ σιτηγόνου τοῦ εἰς σιτισμὸν καὶ τροφὴν γινομένου· γράφεται καὶ χιλογόνου. Ὅρρα κεραίας· ὅπερ βούκερας κεραίας τινὰς εὐκαμπεῖς κάτωθεν ὑπὸ τοῖς ὑπηνεμίοις φύλλοις αὔξει. Ἄλλως· σιτηγόνου· γράφεται καὶ κεβληγόνου, τοῦ ἐν τῇ κεφαλῇ ἔχοντος τὸν γόνον· κέβλη γὰρ ἡ κεφαλὴ ἐν συγκοπῇ τοῦ α καὶ τροπῇ τοῦ φ εἰς β.

Ἀτμενίῳ δὲ τῷ ἐλαίῳ τῷ μετὰ κακοπαθείας γινομένῳ· ἀτμένες γὰρ οἱ δοῦλοι, οἷς ἕπεται τὸ κακοπαθεῖν· μέγα φησὶν ὄνειάρ ἐστι τὸ βούκερας, ὅταν ἐμπλεύσῃ καὶ βράχῇ τῷ ἀτμενίῳ ἐλαίῳ.

Τουτέστιν ὠμὰ τὰ φύλλα διαμασήσασθαι καὶ τὸν χυλὸν αὐτῶν καταπίνειν.

Κίχορα δὲ καὶ καρδαμίδας εἴδη λαχάνων καὶ γηθυλλίδας εἶδος κρομμύων, ἤτοι τὰς κεφαλὰς ἢ τὰς ῥίζας, ἢ τὰ ὑπ’ ἐνίων λεγόμενα ἀγριόφυτα.

Καὶ εὔαγλις, καλὰς ἄγλιθας ἔχουσα· ἄγλιθες οἱ κόκκοι, ἐξ ὧν αἱ κεφαλαὶ τῶν σκορόδων σύγκεινται, ἅπερ σκελίδια ἡ συνήθειά φησιν, τὰ δὲ κίχορα οἱ Ἀττικοὶ κιχόριά φασιν, ἡμεῖς δὲ γογγύλια, γαθυλλὶς τὸ νέον κρόμμυον. Κίχορα ἡμεῖς μὲν γιγγικίδια, οἱ δ’ Ἀττικοὶ κιχόρια.

Κεβληγόνου· τῆς ἐν τῇ κεφαλῇ τὸν γόνον ἐχούσης, ὅ ἐστι τὸ σπέρμα· συγγενὲς γὰρ τὸ β τῷ φ· καὶ Καλλίμαχος·

ἀμφί τε κέβλην εἰργμένος ἀγλίθων οὖλον ἔχει στέφανον.
Τινὲς τῆς κατὰ τὴν κεφαλὴν κομώσης μήκωνος· βοτάνη γάρ ἐστιν ἡ μήκων, ἐν τῇ κεφαλῇ ἔχουσα τὸν γόνον· καὶ Εὐφορίων περὶ τῆς Ἀθηνᾶς·
κεβληγόνου Ἀτρυτώνης.
Μήκων δ’ εἴρηται παρὰ τὸ μὴ κονεῖν, ὅ ἐστι μὴ ἐνεργεῖν· κονεῖν γὰρ λέγεται τὸ ἐνεργεῖν, κωλυτικὸν δὲ τοῦτο τῶν κατὰ φύσιν ἐνεργειῶν.

Καθυπνέας· ὑπνοῦντας· ἄγει γὰρ τὸ μηκώνειον εἰς ὕπνον· ἐτυμολογοῦσι δὲ τὴν μήκωνα, ἤτοι τὴν μὴ ἀκονεῖν, ὡς εἴρηται, μηδ’ ἐνεργεῖν ποιοῦσαν.

Ἀντὶ τοῦ οὐκ ἀνοίγονται οἱ ὀφθαλμοί.

Τὸ δὲ δέδηεν ἀντὶ τοῦ δέδεται, δεσμεῖται.

Ὀδμήεις δ’ ὀζώδης, ὀδμὴν ἔχων τὴν ἀπὸ τοῦ ὀποῦ· φέρεται γὰρ ἱδρὼς ψυχομένου τοῦ σώματος.