Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Καὶ θυλακόεσσαν τὴν ἐμφερῆ θυλάκῳ, σχηματίσας δ’ εἶπεν ἀπὸ τῆς ῥίζης· τοιαύτη γὰρ ἡ τῆς νάρδου ῥίζα, θυλακώδης τῷ εἴδει· διὸ καὶ παρά τινων θυλάκιον τῆς νάρδου ὀνομάζεται.
Αἱ ἐξοχαὶ αὐξάνουσι Κέστρου, ποταμοῦ Παμφυλίας ἢ Κιλικίας.
Τὸ σμυρνεῖον παραπλήσιόν ἐστι νάρθηκι, τὸ δὲ σπέρμα πράων ἔχει, ὀσμὴν δὲ σμύρνης. Αἴνυσο· λάβε.
Τὸ δ’ ἴριδα ὤφειλεν ἶριν, ὥσπερ ἔριν· εἴη δ’ ὀξυτόνως ἰρὶς, ὥσπερ βολίς· ἢ ὡς Κύπριδα. Λειριόεν κάρη· τὸ τοῦ κρίνου ἄνθημα. Ἀφρὼ ἡ Ἀφροδίτη ἢ ἀφρογενὴς ὑποκοριστικῶς.
Θρίοις· φύλλοις.
Ὁνειδείην· αἰσχύνην.
Βρωμήεντος· τοῦ ὄνου. Ἐναλδήσασα· ἐναυξήσασα. Κορύνην· τὸ αἰδοῖον τοῦ ὄνου. Λειριόεν κάρη· τὴν κεφαλὴν τοῦ λειρίου, λείριον δέ φασι τὸ κρίνον· τούτῳ δὲ λέγεται τὴν Ἀφροδίτην ἐρίσαι περὶ εὐχροίας, τὴν δ’ ὀργισθεῖσαν ὅμοιον αἰδοίῳ ποιῆσαι ὄνου.
Σκύλαιο· ξύρησον. Ἐπεσίνατο· ἔβλαψεν. Περὶ κόρσεα πλάσσοις· ἐπίπλασσε τὴν κεφαλήν. Σκύλαιο κάρη· κελεύει ξυρᾷν τὴν κεφαλὴν αὐτοῦ καὶ καταπλάττειν πηγάνῳ καὶ ἀλεύρῳ κριθίνῳ καὶ ποτίζειν νάρδῳ ὡς πλεῖστον, καὶ ὄξους ἐσκευασμένου· βλάπτεσθαι δέ φησι τὸ πήγανον ὑπὸ τῆς κάμπης. Ἄλλως· ξύρισόν φησι τὴν κεφαλὴν καὶ κατάπλασον ὠμῇ λύσει μετὰ πηγάνου· τὸ δὲ πήγανον παρὰ τὸ πήγνυσθαι τὴν γονήν· ἔστι γὰρ καὶ ἐπισχετικὸν τῆς συνουσίας, διὸ καὶ οἱ μυούμενοι αὐτῷ χρῶνται· ἢ διὰ τὸ ἐν πάγοις φύεσθαι τὸ πήγανον. Ἄλλως· Σκύλαιό φησι τὴν κεφαλὴν τοῦ πηγάνου, καὶ ἔπαρον αὐτοῦ τὴν λάχνην, ἤγουν τὸ ἄνθος, κόψας αὐτὸ κάτωθεν εὐήκει ξυρῷ, ὅ ἐστιν εὐακονήτῳ, καὶ ἔψησον ἄλευρα κριθῶν νεάλεστα καὶ φυλλάδα πηγάνου ἐν ὄξει, καὶ ποίησον τροχίσκους, καὶ περὶ τὴν κεφαλὴν τοῦ πάσχοντος κατάπλασσε.
Μηδεὶς ἀπείρως ἔχων τοῦ ὑοσκυάμου τὴν νηδὺν κορέσκοι, οἷα ποιοῦσιν οἱ σφαλλόμενοι τοῖς φρεσίν· ἰδίως δ’ εἴρηκε τὸ ἀιδρήεντα ἀντὶ τοῦ ἀιδρηέντως· λέγει οὖν, ὅτι ἐάν τις ἀπείρως προσενέγκῃ τὸν ὑοσκύαμον περὶ τὰ ἁπαλὰ λάχανα σὺν τοῖς σπέρμασιν ἁπαλοῖς οὖσιν, ἢ καὶ ὅταν τὰ παιδία προσενέγκηται, ποίει παραφυλάττεσθαι.
Παρασφαλέες δὲ σπέρχονται ἀντὶ τοῦ οἱ ἐσφαλμένοι τρέχουσι καὶ σπεύδουσιν.
Κοῦροι· ὅπερ οἱ παῖδες οἱ ἄρτι ἐπισύρεσθαι παυσάμενοι καὶ τὰς τροφοὺς ἀπαρνησάμενοι ποιοῦσιν ἀγνοίᾳ, καὶ ἐμβάλλοντες εἰς τὰ χαλινὰ αὐτῶν, ὅπερ ἂν αὐτοῖς ὑποπέσηται ἢ εὕρωσιν.
Ἠὲ νέον σπείρημα· λέγει τὸ ἄκρον τῆς κόμης, ὅ ἐστιν ἁπαλὸν, ὃ δὴ πολλάκις συμβαίνει τοῖς ἤδη δυναμένοις παισὶ χωρὶς τῶν τιθηνῶν πορεύεσθαι καὶ ἐσθίειν. Ἄλλως· νέον σπείρημα· οἱ ἔτι τὰς τρίχας ἀπὸ τῆς σπορᾶς φθεροῦντες· σπείρημα γὰρ τὸ σπέρμα. Ἀμφικάρηνα κομάων, ἤγουν τὰ περὶ τὴν κεφαλὴν τῶν κομῶν. Γράφεται δὲ τὸ σπέρχονται καὶ τεύχονται ἀντὶ τοῦ ποιοῦσιν, ὁ δὲ νοῦς τοιοῦτος· τὰ παιδία τὰ νεωστὶ ἐκφυγόντα τὸ ἐπὶ γαστέρα σύρεσθαι καὶ τετραποδίζειν καὶ ἀπειπάμενα τῶν τριχῶν τὸ ἀμφικάρηνον, τουτέστι τὰ νεωστὶ κουρευθέντα καὶ ἀρξάμενα περιπατεῖν ἄνευ τῆς τροφοῦ, λέγει δὲ τὰ ὄντα περὶ τὰ τέσσαρα ἔτη καὶ τὰ πέντε· ταῦτα γὰρ ἐπιτυγχάνοντα τῷ ὑοσκυάμῳ ἐσθίουσιν αὐτὸν καὶ βλάπτονται· ὀλοὴν γὰρ ἑρπυδόνα τὸν τετραποδισμὸν καὶ τὸν συρμόν. Ἄνις δ’ ἀντὶ τοῦ ἄνευ.