Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Ὡς οἵγε σκοτόωσιν· οὕτω φησὶ καὶ οἱ βεβρωκότες τὸ ἀκόνιτον διατίθενται ἔκφρονες.

Τὴν μέν τε· ταύτην μέντοι τὴν βοτάνην τὸ ἀκόνιτον καὶ μυοκτόνον καλοῦσι διὰ τὸ τοὺς περιλείχοντας αὐτὴν μύας φονεύειν.

Ὕρακας τοὺς μύας κατ’ Αἰτωλούς· λέγεται γὰρ ὗς ὁ χοῖρος καὶ ὕραξ, ὕρακας δὲ νῦν τοὺς μύας ἐκάλεσε, διότι παρεοίκασι χοίροις τὰ ῥάμφη. Λιχμήρεας δὲ τοὺς περιλείχοντας, καὶ ἀνιγροὺς τοὺς ἀνιαροὺς.

Πορδαλιαγχὲς λέγεται τὸ ἀκόνιτον, ἐπειδὴ τούτου αἱ πορδάλεις

γευσάμεναι ἀποπνίγονται, ὥσπερ οἱ ἀγχόμενοι, ἅς ἡ τοῦ ἀνθρώπου κόπρος θεραπεύει, οἱ δὲ νομεῖς καὶ οἱ βουπελάται πορδαλιαγχὲς αὐτὸ ἔθηκαν, ἐπεὶ τοῖς θηρίοις τοῖς πελώροις, τουτέστι ταῖς πορδάλεσι ταῖς μεγάλαις, πορδαλιαγχὲς πότμον αὐτὸ ἔθηκαν, βουπελάται δ’ οἱ βουκόλοι παρὰ τὸ πλησιάζειν ταῖς βουσὶ καὶ κολλᾶσθαι αὐτοῖς. Ἰστέον, ὅτι ἡ πόρδαλις, ἐὰν φάγῃ τὸ ἀκόνιτον, ἀναιρεῖται· οὐ πρότερον οὑν ἐσθίει ἐξ αὐτοῦ, εἰ μὴ ἔχει πλησίον κόπρον ἀνθρωπείαν· ταύτῃ γὰρ κέχρηται ἀντιφαρμάκῳ· οἱ οὐν νομεῖς ἐξάπτουσι τὴν κόπρον εἰς δένδρον τοσοῦτον ὕψος, ὅσον οὐ δύναται ἡ πόρδαλις πηδῶσα φθάσαι· ὁρῶσα οὐν ἡ πόρδαλις τὴν κόπρον, ἄτε δὴ θαρροῦσα ἔχειν τὸ ἀντιφάρμακον, τρώγει τὸ ἀκόνιτον, εἶτα ὁρμᾷ ἐπὶ τὸ χρήσασθαι τῷ ἀντιφαρμάκῳ, καὶ οὐκ ἐφίκεται αὐτοῦ διὰ τὸ ὕψος· οὕτως οὖν ἐφαλλομένη καὶ πηδῶσα λαβεῖν τὸ φάρμακον μὴ δυναμένη διὰ τὸ ὕψος ἀποθνήσκει ἢ ἀτονεῖ· ἄτονον γὰρ τὸ ζῷον φύσει· καὶ οὕτως αὐτὴν σφάττουσιν οἱ νομεῖς.

Ἴδης ἐν κνημοῖσιν· ἐν τοῖς τόποις τῆς Ἴδης· κορυφαὶ δ’ ἤγουν ἐξοχαὶ τῆς Ἲδης τέσσαρες, Φαλάκρα, Λεκτὸν, Σίγειον, Γάργαρον· Φαλάκρα δ’ ἀκρωτήριοι Ἴδης· διὸ καὶ Λυκόφρων φησίν (vs. 24).

αἱ Φαλακραῖαι κόραι.

Θηλυφόνον, ὅτι, ἐὰν ἅψηται μορίου θήλεος, διαφθείρει τὸ ζῶον· παντός φησι ζώου θήλεος εἰς τὴν φύσιν ἐντιθέμενον τὸ ἀκόνιτον φθορᾶς σιτίον γίνεται. Κάμμορον· κακῷ μόρῳ ἀναιροῦν. Ἐν δ’ ἀκοναίοις· ἐν τοῖς τόποις, οἷς γίνοται αἱ ἀκόναι· ταύτας δὲ τὰς ἀκόνας οἱ μὲν ἐν Ἡρακλείᾳ φασὶ γίνεσθαι, οἱ δ’ ἐν Ἑρμιόνῃ, οἱδ’ ἐν Τανάγρᾳ.

Ὁρόγκοις δὲ τοῖς μετεώροις τόποις ἀπὸ τοῦ τοὺς ὀρεινοὺς τόπους ὄγκους ἔχειν, ἢ τοῖς τόποις τοῖς ἐξοχὰς ἔχουσιν. Ἐντεῦθεν δὲ λέγονται τὰ βοηθήματα καὶ ἀντίδοτα τοῦ ἀκονίτου.

Τῷ καί που τιτάνοιο· πάρεστιν ἐπὶ τὰ βοηθήματα τοῦ ποτίσματος τοῦ ἀκονίτου, καί φησι δράκα κονίας ἀσβέστου μιγνυμένην οἲνῳ βοηθήσειν τῷ πεπωκότι· τίτανος γὰρ ἡ ἄσβεστος.