Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Τεύχεος· τοῦ στόματος τῆς κοιλίας, ἢν οἱ μὲν καρδίαν καλοῦσιν, οἱ δὲ δοχεῖον τῶν ἐντέρων τῆς βρώσεως, λέγει δὲ τὸ κῶλον.

Πύλη δ’ ἐπικέκλιται· ἐμπέφρακται τῶν παχέων ἐντέρων ἡ εἴσοδος· τοῦτο γάρ φησιν, ὅτι φράττεται τὰ δοχεῖα μέρη τῶν σιτίων διὰ τὴν ἀλγηδόνα.

Νοτέων ὑπολείβεται ἱδρώς· παρακολουθεῖ δ’ ἀεὶ τοῖς τὸ ἀκόνιτον πεπωκόσιν ἐκ τῶν βλεφάρων καὶ τῶν μελῶν ὑγρὰ ὑπόσταξις, ἡ δὲ γαστὴρ πνευματουμένη καὶ ταρασσομένη τὰ μὲν πολλὰ τῶν πνευμάτων ἄνωθεν ἐκβάλλει, τὰ δὲ λοιπὰ κάτω πέμπει, ἅτινα κατὰ τὸν ὀμφαλὸν ἱδρυνθέντα ἐμφράσσει τὴν κοιλίαν.

Κράατι δ’ ἐν βάρος· πνευμάτωσις δὲ πολλὴ καὶ βάρος κεφαλῆς καὶ κροτάφων παλμός. Διπλόα δ’ ἀντὶ τοῦ διπλὰ ὁρᾷ, οἷα συμβαίνει τοῖς ἐσκοτωμένοις τῇ μέθῃ· οὕτω φησὶ βαρεῖται υπὸ τοῦ φαρμάκου ὁ πιὼν αὐτὸ, ὡς ἀνὴρ κραιπαλῶν.

Ἀγριόεσσαν ὀπώρην νῦν τὴν σταφυλὴν λέγει ἀντὶ τοῦ ἀγριοποιόν, ἐπειδὴ ὁ οἶος ἀγριοποιός ἐστι, καθάπερ λέγεται ἡ ἀγρία καὶ ὀρεινή Ὑποθλίψαντες δ’ ἤγουν ἐκπιέσαντες τὴν σταφυλὴν οἱ Σιληνοί, οὗτοι δ’ οὓς ἡμεῖς Σατύρους λέγομεν οἱ ἀρχαῖοι Σιληνοὺς ἐκάλουν ἀπὸ τοῦ σιλλαίνειν, ὅ ἐστι λοιδορεῖν, γράφεται δὲ διὰ τοῦ ι.

Κεραοῖο, ὅτι οἱ ἀρχαῖοι κέρασιν ἐχρῶντο ἐν τῇ πόσει ἀντὶ ποτηρίων, ὅθεν καὶ τὸ κεράσαι εἴρηται· ἢ διὰ τὸ ταυρωτικὸν τῶν πινόντων, τουτέστι τὴν ἀπὸ τοῦ οἴνου ἰσχὺν, ὡς κέρατα ἐχόντων, ὁ δὲ Διόνυσος καὶ ταυρόκερως λέγεται.

Θωρηχθέντες ἀντὶ τοῦ μεθυσθέντες· καὶ Ἱπποκράτης τὴν οἰνοποσίαν θώρηξιν εἴρηκεν (Aphor. II 21 et saepius alibi).

Νυσαίην ἀνὰ κλιτύν· ἤγουν ἀνὰ κλιτὺν τοῦ Νυσαίου ὄρους.