Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Εἶαρ δὲ τὸ αἷμα παρὰ τὸ ἐν ἔαρι πλημμυρεῖν καὶ πλεονάζειν.
Θρομβοῦται δ’ ἀντὶ τοῦ πήγνυται τὸ ταύρειον αἷμα ποθὲν καὶ ἐμφράσσει τοὺς πόρους τῆς ἀναπνοῆς, καὶ οὕτως ἀπόλλυται ὁ πίνων.
Οἱ πόροι τῶν πινόντων φράσσονται, τὸ πνεῦμα θλίβεται ἐντὸς, οἱονεὶ σφίγγεται, τοῦ αὐχένος ἐμπλασθέντος, οἱονεὶ ἐμφραχθέντος καὶ ἀποκλεισθέντος.
Μεμορυγμένος, τουτέστι μεμολυσμένος τῷ ἀφρῷ, περιφραστικῶς δ’ ἀφρίζων.
Αποκραδίσειας, ἀπὸ τῆς κράδης κόψειας, οἷον ἀποσυκίσειας, τουτέστι λάβοις. Ἐρινοὺς δὲ τοὺς κλάδους τῆς συκῆς· ἐρινεὸς γὰρ ἡ συκῇ παρὰ τὸ ἐρίζειν παντὶ φυτῷ, ἐστὶ δ’ ἐρινεὸς ἡ ἀγρία συκῆ. Ἄλλως· ἀφέλοιο τοὺς τῆς ἀγρίας συκῆς ὀλύνθους· οὗτοι γὰρ μηδέπω ὄντες πέπειροι ἔχουσιν ὀπὸν.
Τὸ δ’ ἀθρόον· ἀθρόον καὶ πολὺ ὄξος μίξας ὕδατι συγκέρασον καὶ δὸς πιεῖν, τὸ δ’ ὄξος φησὶν, ἤτοι εἰς ὃ ἀπεβράχησαν οἱ ὄλυνθοι τῆς ἀγρίας συκῆς, ἢ ἁπλῶς δι’ ἑτέρου βοηθήματος· εἰ δὲ τὸ πρότερον, τὸ ἐμπίσαιο ἀντὶ τοῦ βρέξον.
Εκφλοίοιο, ἐκσύρειας, ἐκθλίψειας, κλύσον φησὶ τὴν γαστέρα· ἢ καὶ τοῦ τῆς συκῆς φλοιοῦ. Καταχθέος κατάγοντος τὰ περιττώματα τῆς γαστρός· ἢ πολυαχθέος, τῆς πολὺ ἄχθος ἐχούσης, δηλονότι περιττωμάτων. Καταχθέος τῆς πληθυνούσης κατὰ τοῦ κατάγοντος καταχθέα ῥύματα γαστρός.
Πυετίαν φησὶ λαβὼν ἢ προκὸς, ὅ ἐστι δορκάδος, ἢ ἐρίφου ἢ νεβροῦ ἢ λαγωοῦ κόψον καὶ ἤθησον ἐν ῥάκει λεπτῷ, καὶ τρεῖς νίτρου ὀβολοὺς τρίψας καὶ μίξας ἐν οἴνῳ δίδου πιεῖν. Πολυωπέι δ’ ἤτοι πολυωπῷ κόλπῳ τῆς ὀθόνης.
Ἐνὶ δεύκεϊ Βάκχου· καὶ γὰρ τὸ ἐνὶ δεύκεϊ ἡδὺ, ἡδέως· ἰδίως δεύκεα λέγει τὸν ἡδὺν, ἢ μᾶλλον τὸν παλαιὸν ὡς πικρίζοντα.
Σιλφιόεσσαν δὲ λίτρην αντὶ τοῦ ἴσην μοῖραν λαμβάνειν σιλφίου καὶ ὀποῦ καὶ σπέρμα κράμβης μετ’ ὄξους. Ἄλλως· καὶ σιλφίου φησὶ καὶ ὀποῦ Κυρηναϊκοῦ καὶ σπέρμα Κράμβης τῶν τριῶν ὁμοῦ λίτραν μεμοιραμένην.
Κατασμώξαιο· κατάτριψον τὰ ἁπαλὰ τοῦ βάτου· τούτῳ τὴν πῆξιν τοῦ ταυρείου αἵματος ῥᾳδίως σκεδάσειας, ἤτοι ἑστῶσαν ἐν τῇ γαστρὶ διαθρύψειας.
Βούπρηστις ζῷόν ἐστι χερσαῖον, ὠνόμασται δ’ ἀπὸ τοῦ ἐμπιπράναι τοὺς βόας, ἐπειδὰν δηχθῶσιν, ἢ αὐτὸ μόνον περιχάνωσιν. Φησὶν Ἀριστοτέλης ἐν τῷ περὶ ζώων (H. A. VIII. 22 t. I. p. 604 b) ὅτι, ἐὰν καὶ ἵππος περιχάνῃ τὸν λεγόμενον σταφυλῖνον, ἐστὶ δὲ ζῶον ὅμοιον σφονδύλῃ, διαφθείρεται. Ἄλλοι δέ φασι ζῶον εἶναι ὅμοιον κανθαρίδι. Μὴ λάθῃ σε ἡ ἀλγηδόνα παρέχοισα πόσις τῆς βουπρήστιδος, πεύσῃ δὲ καὶ γνώσῃ δαμαζόμενον τὸν πιόντα ἄνδρα. Βούπρηστις δὲ ζῶόν ἐστι παραπλήσιον φαλαγγίῳ, ὃ διατίθησι τοὺς βόας κακῶς· τοῖς οὖν πίνουσί φησι τὴν βούπρηστιν ὀδύνη παρακολουθεῖ.