Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Φαρμακόεις δ’ ἀντὶ τοῦ φαρμακόεσσαι, ἀλεξιφάρμακοι· αἱ φαρμακώδεις πόσεις φησὶ τὰς ἀκαθαρσίας ἔχεαν ὁμοίας τοῖς ῴοῖς, οἷα η νομὰς ὄρνις ἐκβάλλει νεωστὶ τεθρομβωμένα καὶ φυσοειδῆ χωρὶς τοῦ κελύφου.
Καὶ αἰχμητῇσι νεοσσοῖς· τοῖς ἀλεκτρυόσι δηλαδή· οὗτοι γὰρ πρὸς ἀλλήλους πολεμισταὶ γίνονται.
Πάσχει γὰρ καὶ ἀπὸ πληγῆς καὶ ἐκ πλήθους ἐναποκειμένου αὐτῇ· τὸ ῥίπτειν φησὶν ἀτελῆ τὰ ὠὰ καὶ οἷα φύσας τινὰς καὶ ἀνόστρακα πολλάκις καὶ ἀπὸ νόσου γίνεται αὐτῇ.
Δύσπεπτον δὲ γόνον ἀντὶ τοῦ ἀμετάβλητον τὸν γόνον ἔτι ἐν τῷ ὑμένι ὄντα ἐκβάλλει.
Εὐβρεχέος· τῷ μὲν τοῦτο πεπωκότι τὸ ἄλγος ἀρήξει τὸ μετὰ γλεύκους ἐνστῦφον πόμα τοῦ ἀψινθίου· εἴωθε γὰρ τὰ πικρὰ καὶ δριμέα στύφοντα καλεῖν· τοὺς γοῦν ὄμφακας ἐπιστύφοντας εἶπεν·
ὄμφακες (δ’) ἡνίκα χεῖλος ἐπιστύφουσι ποθεῖσαι.κελεύει οὖν ἐν γλεύκει βρέχειν ἀψίνθιον καὶ οὕτω διδόναι πίνειν, προστάττει δὲ καὶ ῥητίνην τερεβινθίνην ἢ πευκίνην λαβεῖν, ἢ πίτυος δάκρυον μετὰ γλεύκους, καὶ τὰ ἑξῆς.
Νεοτρίπτῳ δ’ ἤγουν νεωστὶ τριβέντι, οἷον θλιβέντι, πατηθέντι, τουτέστι μετὰ γλεύκους τὸν τοῦ ἀψινθίου ζωμόν.
Γοερῆς, ὅτι πολὺ στάζει δάκρυον, ἢ ὅτι ἐν αὐτῇ ἀπεδερματίσθη Μαρσύας· μυθεύεται γὰρ, ὡς, ἐπειδὴ Μαρσύας δεθεὶς ἐκ πίτυος ἐξεδάρη ὑπὸ τοῦ Ἀπόλλωνος, ἡ πίτυς συμπαθὴς ἐπ’ αὐτῷ γινομένη θρηνώδης ὑπάρχει. Τμῆξαι δ’ ἀντὶ τοῦ κόψαι ἢ ξέσαι· ἢ μίξαι· ἢ τῆς πίτυός φησιν ᾗχι τοῦ Μαρσύου τὸν φλόα ὁ Φοῖβος ἀπεδύσατο ἐκ τῶν μελῶν, τουτέστιν ὅπου αὐτὸν ἔξεσεν· εἰς πίτυν γὰρ αὐτὸν ἔξεσε καὶ ἐξέδειρε κρεμάσας, αὕτη δ’ ἡ πίτυς τὸν μόρον τοῦ Μαρσύου τὸν πολύπυστον ἐπαιάζουσα κατ’ ἄγκη, καὶ τὰ ἑξῆς.
Κόρεσον αὐτὸν τοῦ ἄνθους τοῦ μυοκτόνου πολίου. ἰδίως δὲ μυοκτόνον εἴρηκεν· οὕτω γὰρ οὔτε κέκληκέ τις, οὔτε μύας ἀναιρεῖ· κελεύει οὖν λαβεῖν πολίου ἄνθος καὶ πηγάνου βλάστας καὶ νάρδον καὶ κάστορος ὄρχιν.
Λιμναῖον δ’ ἔφη, ἐπειδὴ ἐν τοῖς ποταμοῖς καὶ ταῖς λίμναις διαιτᾶται καθάπερ καὶ ὁ ἱπποπόταμος, δοκεῖ δ’ ὁ ὄρχις τούτου ὅμοιος εἶναι τῷ τοῦ κάστορος· οὗτος δ’ ὁ κάστωρ, ὥς φασι, διωκόμενος κόψας τοὺς ὄρχεις ῥίπτει, εἰδὼς, ὅτι δι’ αὐτοὺς διώκεται.
Ἢ ὀδελὸν σιλφίου τῷ χαρακτηρικῷ κνηστῆρι, ἤγουν χαρακτῷ κατάτριψον, οἷον ξέσον, κόψον κνηστῆρι χαρακτῷ, μαχαίρᾳ φησὶ, σιλφίου τῆς ῥίζης τοῦ ὀποῦ ὀβολοὺς δύο καὶ τραγορίγανον, ἢ γάλα προσφάτως ἠμελγμένον· τραγορίγανον δ’ ἐστὶν ὄρειον, ὅπερ ἐσθίοντες οἱ τράγοι γίνονται κατωφερεῖς· διὸ οὕτως εἴρηται· αὐτὴ ἡ ῥίζα λέγεται σίλφιον, ὁ δὲ ταύτης ὀπὸς Κυρηναϊκὸς καλεῖται ὀπός.
Ἢ τοῦ γάλακτος τοῦ νεωστὶ πηγνυμένου ἐν τῇ νεαμέλκτῳ πέλλῃ κορεσθείη, τουτέστι τοῦ νεωστὶ τυροῦ πήξαντος.
Τὸ ταύρειον αἷμά φησι Πραξαγόρας πινόμενον πήγνυσθαι ἐν τῷ στήθει καὶ θρομβοῦσθαι, ἔπειτα, συνεχομένων τῶν πνοῶν, θνήσκειν ποιεῖ, οὐ λανθάνει δὲ πινόμενον, ὥσπερ καὶ τὰ ἄλλα δηλητήρια πολλάκις ἀγνοοῦνται· ἔστι γὰρ εὐτονώτερον τοῦ τῶν ἄλλων ζώων αἵματος, ὡς Ἀριστοτέλης (H. A., III 19 et P. A. II, 4 T. I, p. 520 b, et 35 651 a)· διὸ καὶ ἀφρόνως εἶπεν· τινὲς ἀποκαρτεροῦντες πίνουσιν αὐτὸ καὶ τελευτῶσιν.