Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
τοί θ’ ὑπὲρ ἄκρων: αἵτινές, φησιν, ἤγουν αἱ ἀκρίδες, ἐπὶ τῶν ἄκρων ἀθέρων τοῦ σίτου ἱπτάμεναι τὸν λέπυρον, ἤτοι λεπυριζόμενον, στάχυν βόσκονται.
κατὰ πηγάζοντα χωρία ἐν τοῖς ὄρεσιν οὗτοι οἱ σκορπίοι φιλοῦσι διάγειν, ἔνθα καὶ τοῦ κισσοῦ τὸ φυτόν.
οἶδά γε μήν: καὶ γὰρ ἐπαγγέλλεται εὑρεῖν ἀλεξητήρια φάρμακα πρὸς τὴν τῶν σκορπίων καὶ τῶν ἄλλων δακέτων πληγήν. καθ’ ὁμοιότητα τῷ βέμβικι καὶ ταῖς μελίσσαις μέτεισι ἐπὶ τὰ κέντρῳ ἀμυνόμενα ζῷα. τοιαῦτα γάρ ἐστι τῶν σκορπίων τὰ τύμματα οἷα τῶν βεμβίκων καὶ μελισσῶν. βέμβιξ δέ ἐστι ζῷον σφηκοειδὲς μέλαν κατὰ τὴν χροιὰν κέντρῳ χρώμενον, ὡς οἱ σφῆκες. μνημονεύει δὲ καὶ Παρμένων ἐν τοῖς ἰάμβοις. μόνος δὲ ὁ ἄρρην τῶν μελισσῶν κέντρον ἔχει, ἔστι δὲ ὅμοιον τῷ σφηκί. ἡ δὲ πεμφρηδὼν καὶ αὕτη ζῷόν ἐστι παραπλήσιον μελίσσῃ. καὶ ὁ ἴουλος δὲ εἶδος σφηκὸς ἢ σκώληκος τοῦ καλουμένου μυριόποδος.
τοῖσι βολάων: ἤγουν τούτοις τοῖς βλαπτομένοις τῶν βολῶν καὶ τῶν δηγμάτων ἀλεξητήρια καὶ ἰάματα, οἷάπερ ἀλεξητήριά εἰσι καὶ ἐπὶ τοῦ βέμβικος τοῦ ὀρεστέρου. ὀρέστερον δὲ νῦν εἶπε τὸν ἄρρενα καὶ πλήττοντα τῷ κέντρῳ καὶ ἰοβόλον. εἰσὶ γὰρ καὶ θηλυκαὶ βέμβικες. τὰ οὖν αὐτά, φησιν, ἀλεξητήριά εἰσι καὶ ἐπὶ τῶν βεμβίκων.
ἐμμαπέουσα: ἤτοι ἐνεργοῦσα κατὰ βάθος καὶ σφοδρῶς πλήττουσα.
ἀμφικαρὴς δὲ ἤγουν δικέφαλος. ψευδῶς δέ φησιν. οὐ γὰρ ἔστιν, ἀλλ’, ὡς Ἀριστοτέλης (hist. anim. IIII 7) φησίν, εἰς τοὐπίσω πολλάκις ἕρπει καὶ παρέχει δόξαν τοῦ δικέφαλος εἶναι.
[ὀπάζεται δὲ ἀντὶ τοῦ παρέχει G].
νήιά θ’ ὡς σπέρχονται: καὶ γὰρ ὥσπερ τὰ νήια παρὰ τῆς νηός, τουτέστιν αἱ κῶπαι, σπέρχονται καὶ ἐλαύνονται, οὕτως αἱ δύο κεφαλαὶ τῆς σκολοπένδρης κινοῦνται. ἴσως δὲ διὰ τὸ πολύπουν ὡς ναῦς ἐστιν ἐλαυνομένη.
μυγαλέην τροχιῇσι; ἤγουν Ἀμύντας φησὶ τὴν μυγαλῆν ἐκ μυὸς καὶ γαλῆς γίνεσθαι. χαλεπὸν δ’ ἐστὶ τὸ δῆγμα αὐτῆς, ὅταν τινὰ δάκῃ. τροχιαῖς δέ, τουτέστι μὴ ὁρῶσα γὰρ ἐμπίπτει περὶ τροχούς, καὶ οὕτως κἀκεῖ ἀναιρεῖται.