Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

ἐποκριόωσι: τραχύνονται. ὁποῖαι δὲ χηλαὶ τῶν καρκίνων τῶν πετραίων, τοιαῦται καὶ τῶν σκορπίων ἐοικότων καρκίνοις· ἀφ’ ὧν καρκίνων καὶ τὴν γένεσιν ἔχουσιν οἱ σκορπίοι οὗτοι, περὶ ὧν ὁ λόγος νῦν. [ἄλλως. ἐποκριόωσιν ἀντὶ τοῦ ἐπιτραχύνουσι G]. πάγουρος δὲ λέγεται παρὰ τὸ ἐν τοῖς πάγοις ὀρούειν, τουτέστιν ὁρμᾶν, ἢ παρὰ τὸ τοὺς πάγους οὐρεῖν καὶ φυλάττειν. πάγοι δέ οἱ τραχεῖς καὶ δύσβατοι τόποι.

τῶν δὴ καὶ γενεήν: ἐξ ὧν, φησι, καὶ τὴν γενεὰν ἔμμορον, ἤγουν ἔλαχον καὶ ἔτυχον. φασὶ γὰρ ὅτι ὁ πάγουρος οὗτος, ἐπὰν ἀγρευθῇ παρὰ τῶν ἁλιέων, εἰ δυνηθῇ ἀποδρᾶσαι καὶ εἰσελθεῖν εἰς τρώγλην, ἐκεῖ ἀποθνήσκει, καὶ ἐκ τοῦ σκήνους αὐτοῦ γίνονται οἱ σκορπίοι οὗτοι.

τὸ δὲ πολυρροίζοιο θαλάσσης γράφεται καὶ πολυφλοίσβοιο καὶ πολυστίοιο ἀντὶ τοῦ πολυψήφου.

ἰχθυβολῆες δὲ οἱ ἁλιεῖς καὶ δελεαστρέες οἱ δελεάζοντες τοὺς ἰχθῦς.

μυοδόκοις: ἀντὶ τοῦ ἐν ταῖς μυοδόχοις τρώγλαις, ὅπου τὰ κακόφθορα τέκνα αὐτῶν τῶν μυῶν. κακόφθορα δὲ κακῶς φθειρόμενα ἢ τὰ ἐπὶ κακῇ φθορᾷ τεχθέντα. γρώναις δὲ ταῖς τρώγλαις.

καὶ καθ’ ἕρκεα ἀντὶ τοῦ κατὰ τοὺς οἴκους ἢ τὰς τρώγλας.

καὶ μελίχλωρον, ἄλλος ἐστὶ σκορπίος ὀνομαζόμενος οὕτως, κηροειδὴς δέ, φλογοειδής. μελίχλωρον δὲ ἤτοι μελιτόχρουν. τὸ δὲ σπόνδυλος θηλυκῶς νῦν.

ἔχθιστος δ’ ὅγε: καὶ γὰρ ἔχθιστος τοῖς ἀνδράσι τυγ χάνει, εἰ βλάψειέ τινα τούτων. καὶ γὰρ ἐπὶ πολὺν χρόνον ἔχουσι τὰς ἀλγηδόνας. τῶν δὲ παίδων ἐὰν προσέλθῃ τινί, θάνατον εὐθὺς ἐπάγει. τούτοις δὲ τοῖς σκορπίοις περὶ τὰ νῶτα πτερὰ λευκὰ χέονται μάστακι σιτοφάγῳ, ἀντὶ τοῦ ἀκρίδι τῇ σιτοφάγῳ, ὅμοια. ἡ δὲ σύντάξις

οὕτως, ἔχθιστος δ’ ὅγε ῥαιβὰ γυῖα φλογὶ ἴκελα ἀνδράσι φέρει, ἀντὶ τοῦ σκαμβὰ καὶ στρεβλὰ φέρει τὰ μέλη, τουτέστι στρεβλῶς περιπατεῖ οἷα καρκίνος.