Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἴσα δὲ κνώπεσσι ἀντὶ τοῦ τὰς ἀλγηδόνας ἴσας τοῖς προτέροις θηρίοις παρέχει, ἤγουν τοῖς φαλαγγίοις, οἷς προεῖπεν.
χειροδρόποι: ἤγουν οἱ ταῖς χερσὶ δρέποντες, ἤγουν θερίζοντες ἄνευ δρεπάνου. ἐν δὴ τοῖς τόποις τῶν ὀσπρίων φησὶ τὸ ἕβδομον εἶδος τῶν φαλαγγίων εὑρεθῆναι. λέγεται δὲ ὅμοιον εἶναι κανθάροις, πυρρόν· περὶ δὲ τὸ δῆγμα τοῦ βλαβέντος φλύκταιναι ἐπανίστανται.
τὸ μὲν οὖν ὄσπρια χέδροπά τ’ ἄλλα ὅμοιον τῷ ἑρπηστὰς ἔχιάς τε (Ther. 9), ἀπὸ γενικοῦ εἰς εἰδικόν. μεσοχλόου δὲ τῆς μήτε λίαν σκληρᾶς μήτε λίαν ἁπαλῆς ἀλλ’ ἔτι ἐγχλόου οὔσης· τότε γάρ θερίζουσι τά ὄσπρια, πρὶν ξηρανθῶσι τελείως.
δίενται δὲ ἀντὶ τοῦ διάγουσιν, ἐν τοῖς κυάμοις εὑρίσκονται ἢ διαιτῶνται, ἢ σιτίζονται καὶ νέμονται.
παρέστραπται: τὸ δὲ νοερὸν περιβλάπτεται καὶ. ἡ γλῶσσα φθέγγεται ἄσημα λήθουσα καὶ παραφρονοῦσα. διάστροφοι γὰρ τοῦ πληγέντος οἱ ὀφθαλμοί.
καὶ οὐλοὸς αἶα: διὰ τὸ εὖ περὶ τὸν ἀέρα εἶναι παρὰ τὸ (Od. Ω 402)
οὖλέ τε καὶ μέγα χαῖρε.ἢ οὐλοὸς διὰ τὸ τὰ τικτόμενα ἑρπετὰ καὶ θηρία ὀλέθρια εἶναι. ἡ δὲ σύνταξις τῆς φράσεως ἀκαταλλήλως ἔχει.
κνώδαλα: ἐνταῦθα κνώδαλα τὰ μικρὰ ζῷα ἐοικότα ταῖς ἀκρίσι λέγει εἰωθότα φαίνεσθαι περὶ τὰς ἁφὰς τῶν λύχνων. οἱ δὲ περὶ Ἀρίσταρχόν φασι κυρίως τὰ ἐν τῇ θαλάσσῃ. Ὅμηρος δὲ (Od. Ρ 317) ἐπὶ τοῦ χερσαίου. νῦν δὲ ὁ Νίκανδρος ἐπὶ τοῦ πτηνοῦ. τὸ δὲ ζῷον καλεῖται
κρανοκολάπτης. φαλαίνῃ δὲ ἐναλίγκια· καὶ γὰρ ἡ φάλαινα ζῷον, ἥτις νῦν ψώρα καλεῖται. Ἄλλως. φάλαινα λέγεται ἡ παρ’ ἡμῖν ψυχή. ἔστι δὲ αὕτη ὄρεον, ᾗ φασιν ἐμφερῆ τὸν κρανοκολάπτην. Σώστρατος δέ φησι ἐν τῷ περὶ βλητῶν καὶ δακέτων ὅτι, ἐάν τις λαβὼν κρανοκολάπτην ἐλαίῳ ἀποπνίξῃ, ἀλεξίκακον γίνεται. Ἄλλως. τὰ περὶ λύχνους πετόμενα θηρία φάλαιναι καλοῦνται παρὰ Ῥοδίοις.Παιφάσσουσαν: ἤτοι ὁρμῶσαν καὶ πολλῷ ταράχῳ κινουμένην.
καὶ τὸ στεγνὰ δέ οἱ πτερά ἀντὶ τοῦ ὑμενώδη, ὡς τῶν ἀκρίδων. ἡ σύνταξις, ἥντινα φάλαιναν ὁ ἀκρόνυχος, ἤγουν ἑσπερινός, δειπνητός, τουτέστιν ὁ δεῖπνος, πολυταράχως περὶ τοὺς λύχνους κινουμένην καὶ ὁρμῶσαν ἀπήλασεν. ἔγχλοα δέ, ἐπειδὴ αὐχμηρὰν ἔχει τὴν γαστέρα ὁ κρανοκολάπτης, ὁποία, φησί, τῆς κονίλης. ἡ δὲ κονίλη βοτάνη ἐστὶ ξηρότατα ἔχουσα τὰ φύλλα.
ἢ καὶ ἀπὸ σπληδοῖο: ἢ καὶ ἀπὸ σποδοῦ φαίνεται τὰ πτερά, ὅστις αὐτῶν ἅψηται. σποδώδη γὰρ τῷ ὄντι εἰσὶ τὰ πτερὰ τοῦ κανδηλοσβέστου· ταὐτὸν δὲ εἰπεῖν τὰς νῦν ψώρας εἴτ’ οὖν φαλαίνας. τοῦτο οὖν, φησι, τὸ ζῷον τῇ φαλαίνῃ ὅμοιον, ὁ κεφαλοκρούστης, ἐν τοῖς φύλλοις τῆς περσείας τρέφεται. ἔχει δὲ ἐν τῇ κεφαλῇ κέντρον καὶ πτερὰ τέσσαρα. Ἄλλως. σποδοῦ χροιὰν ἔχει τὰ πτερά, οἵαν οἱ ἀπὸ κόνεως μεμολυσμένοι ἴσχουσιν. ὁ κρανοκολάπτης δὲ ἐν ταῖς περσείαις ὁρᾶται πτερὰ ἔχων ὅμοια τοῖς ἐν τοῖς κήποις ψυχαῖς. τὸ κέντρον δὲ ἔχει ἐπὶ τῆς κεφαλῆς καὶ τῷ αὐχένι κρύπτει.
τῷ ἴκελος: ὁ κρανοκολάπτης ἐν ταῖς περσείαις ὁρᾶται, ὡς Σώστρατος ἐν τῷ περὶ βλητῶν καὶ δακέτων. τὴν δὲ περσείαν φασίν, ἣν ῥοδακινέαν καλοῦσιν, ἀπὸ Αἰθιοπίας εἰς Αἴγυπτον μεταφυτευθῆναι. Βῶλος δὲ ὁ Δημοκρίτειος ἐν τῷ περὶ συμπαθειῶν καὶ ἀντιπαθειῶν Πέρσας φησὶν ἔχοντας παρ’ ἑαυτοῖς θανάσιμον φυτὸν φυτεῦσαι ἐν Αἰγύπτῳ ὡς πολλῶν μελλόντων ἀναιρεθήσεσθαι, τὴν δὲ ἀγαθὴν οὖσαν εἰς τοὐναντίον μεταβαλεῖν ποιῆσαί τε τὸ φυτὸν καρπὸν γλυκύτατον.
ἀκροτάτῳ κεφαλῇ: τὸ κέντρον, φησίν, ἐν τῷ αὐχένι καὶ ἐν τῇ κεφαλῇ τοῦ ἀνδρὸς ἐνήψατο καὶ προσέβαλεν.
εἰ δ’ ἄγε: ἐνταῦθα κοινῶς φησι. διαλέγεται δὲ περὶ τῶν κατ’ εἶδος ῥηθησομένων.
τῶν ἤτοι λευκός: φησὶ δέ, ὁ μέν τις λευκός ἐστι κατὰ τὸ εἶδος, ἀβλαβὴς δὲ καὶ πυρρὸς κατὰ γένυν. καῦσον δὲ τοῖς πληγεῖσιν ἐπάγει. τὸ δὲ περισπαίρουσιν γράφεται καὶ περιπλάζονται. περιπλάζονται δὲ ἐν ταῖς λώβαις, φησί, καθάπερ οἱ πυρετῷ συνεχόμενοι.
κρατερὸν δ’ ἐπὶ δίψος: ὅτι τὸ δίψος οὐδέτερον.
ἄραδον κακόν: ἀντὶ τοῦ κίνησιν κακήν, οἷον παλμόν. Ἄλλως. ἄραδος λέγεται ἡ κίνησις τοῦ σώματος ἡ μετὰ γυμνασίας καὶ ἀλγηδόνος. οἱ δὲ πληγέντες ὑπ’ αὐτοῦ μεμήνασι καὶ ἀσθμαίνοντες τελευτῶσιν.
Ἄφραστοι γελόωσι: ἀντὶ τοῦ ἀλογίστως καὶ ματαίως.
ἐννεάδεσμοι ἀντὶ τοῦ πολύδεσμοι. οὐ γὰρ ὁρᾶται πλείους ἔχων τῶν ζ. οἱ ἐννεάδεσμοι ἤτοι ἐννέα ἁρμογαῖς ἤτοι δεσμοῖς καὶ ἁρμοῖς συνεχόμενοι. δεῖ δὲ ἀκούειν ἐννεάδεσμον οἷον πολύδεσμον, ἵνα δὴ ᾖ ἐπιρρηματικόν. τὸ γὰρ ἐννέα ἐπὶ πλήθους τέτακται, ὥς ποτε ὁ Νίκανδρος μέμνηται τοῦ δύο κέντρα ἔχοντος Ἄλλως. ἐννεάδεσμοι οὔτε διὰ τὸ ἐννέα δεσμοὺς ἔχειν, ὥς φησιν Ἀντίγονος, οὔτε διὰ τὸ ἐννέα σπονδύλους, ὥς φησι Δημήτριος. τοὺς γὰρ σπονδύλους ὁ σκορπίος οὐ πλείους ἔχων τῶν ἑπτὰ ὁρᾶται, ἀλλὰ καὶ αὐτοὶ σπάνιοι, καθώς φησιν ὁ Ἀπολλόδωρος. ἴσως δὲ λέγει τοὺς δύο κέντρα ἔχοντας σκορπίους.
Ἐμπέλιος: ἤτοι πελιδνός, ὁ ὠχρὸς λεγόμενος, ἔχει με γάλην γαστέρα, ὃς τοῖς πληγεῖσιν οἰδήσεις βουβώνων ἐμποιεῖ.
ἄητος δὲ ἄπληστος. Ὅμηρος " ἄατος πολέμοιο."