Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Ἔνθεν ἀποτμήγων: καὶ γὰρ ἐκ τῆς προειρημένης
συνθέτου κατασκευῆς δραχμὴν λαβὼν μετὰ οἴνου πιεῖν δίδου τῷ βλαβέντι.ἀλεξητήρια δήεις: καὶ γὰρ μέχρι τοῦ ὧδε περὶ ὄφεων, ἐντεῦθεν περὶ φαλαγγίων καὶ τῶν ὁμοίων διαλαμβάνει, καὶ πρῶτον περὶ μέλανος ἢ ῥωγός. δέκα δέ φασιν εἶναι γένη φαλαγγίων, εἰ καὶ Νίκανδρος μόνων τῶν ἑπτὰ μέμνηται.
ἔργα δέ τοι σίνταο: Ἰόβας ὁ βασιλεύς φησιν ἐν τῷ Θηριακῷ ι γένη εἶναι τῶν φαλαγγίων, Ἀπολλόδωρος δὲ ἐν τῷ περὶ θηρίων καὶ Ἀριστοτέλης φησὶν (hist. anim. V 27) ὅτι ἐν γυργάθοις γεννῶσι τὰ φαλάγγια, τίκτει δὲ ὑπὲρ τὰ τριάκοντα, γεννηθέντα δὲ τὰ φαλάγγια ἀναιρεῖ τὴν ἰδίαν μητέρα, ἐνίοτε δὲ καὶ τὸν ἄρρενα, ἤγουν τὸν αὐτῶν ἴδιον πατέρα. μέμνηται δὲ τοῦ πρώτου φαλαγγίου, ὃ καλεῖται ῥὼξ διὰ τὸ ῥωγὶ σταφυλῆς ἐοικέναι. ῥὼξ δέ ἐστι φαλαγγίου εἶδος, ὅπερ κατὰ μέσην τὴν γαστέρα ἔχει τὸ στόμα. καὶ μέλαν δὲ φαλάγγιον καλεῖται. ἔστι δὲ καὶ ἀστέριον καὶ κυάνεον καὶ ἕτερα πλείονα.
πισσῆεν: ὅτι πισῶδές ἐστι τῇ χροιᾷ ἢ τῇ πνοῇ. ἢ ῥὼξ καὶ πισσῆεν καλεῖται. τὸ ουν περιφράζοιο ἀντὶ τοῦ περισκόπει. τὸ δὲ σήματά τ’ ἐν βρυχμοῖσιν ἀντὶ τοῦ καὶ τὰ ἐν τοῖς δήγμασι γινόμενα σημεῖα.
ἐπασσυτέροις ποσίν: ἤτοι πολλοῖς ποσὶν καὶ πυκνοῖς ἕρπον ὡς ἀράχνης. τοῦτό, φησι. μέλαν ὄν ἔχει τοὺς πυκνοὺς πόδας πέριξ, τὴν δὲ κεφαλὴν κατὰ μέσην τὴν κοιλίαν δύο ὀδοῦσιν ὡπλισμένην. λέγεται δὲ ῥώξ, ἢ ὅτι βότρυος ἔοικε ῥωγὶ κατὰ σχῆμα, ἢ ὅτι ῥωγί τινι ἄνθρωπον ἀναιρεῖ τρώσας.
ἔσκληκεν ὀδοῦσι: ἤτοι ἐξήρανεν ἀντὶ τοῦ στόμα καὶ τοὺς ὀδόντας ἐν τῇ γαστρὶ ἔχει.
ἐγχρίμψαντος δέ, ὅ ἐστι τοῦ φαλαγγίου πλήξαντος, ἀνούτατον καὶ ἄτρωτον τὸ σῶμα μένει τοῦ πληγέντος, οἱονεὶ κατὰ τὸ ἀφανὲς πλήττει τὴν πληγὴν καὶ δῆγμα μὴ ἐργαζόμενον. οἱ δὲ ὀφθαλμοὶ τοῦ πληγέντος φοινικοὶ καὶ μέλανες γίνονται.
αὐτίκα δὲ χρώς: ἤτοι τὸ σῶμα τοῦ δηχθέντος τείνεται ἐπὶ τὰ κάτω καὶ τὰ ἑαυτοῦ αἰδοῖα ἐξορθοῖ καὶ διὰ τῶν αἰδοίων ἀναδίδωσι χολώδες. καὶ αὐτὸς δὲ ὁ καυλός, δηλαδὴ μόριον, τῷ σπέρματι δίυγρος γινόμενος διὰ τὸ ἀκουσίως ἀποσπερματίζειν καὶ γονορρυεῖν τὸν δηχθέντα προιάπτεται, ἀντὶ τοῦ προπέμπεται καὶ προδίδοται, καὶ οἱονεὶ σήπεται, καὶ εἰς τὰ ἰσχία δὲ μάλκη, ὅ ἐστι ῥῖγος, ἐμπίπτουσα κατέβαλε τοὺς δεσμοὺς τῶν μελῶν καὶ γονάτων νεῦρα καὶ μύας.
[ἀστέριον: δεύτερόν φησι φαλάγγιον ὅ καλεῖται ἀστέριον.
ἐπὶ τῷ νώτῳ δὲ τούτου λιγνωτά, ἤγουν λιπώδη τινά, στίλβουσι καὶ λαμπραὶ ῥάβδοι ἐν τῷ σώματι. λείπει δὲ ὁ καί, ἵν’ ιἦ καί διαυγέες A]ἀίδηλον: ἤτοι δήξαντος ἀπροσδοκήτως φρίκη ἐπέβαλε τῷ ἀνδρί, κάρωσις δὲ καὶ ὕπνος τῇ κεφαλῇ τοῦ ἀνδρὸς παρακολουθεῖ καὶ μελῶν ἀσθένεια καὶ χαύνωσις ἐπιγίνεται.
κυάνεον δέ τοι: τουτέστι τρίτον εἶδος φαλαγγίου φησίν, ὃ καλεῖται κυάνεον. δασὺ δὲ καὶ μετέωρον. χαλεπὸν δὲ πλῆγμα ἐπιφέρει καὶ ὀδύνην τῷ δακνομένῳ. πεδήορον ἤτοι ὑψηλόν, ἐκ τοῦ πέδου μετέωρον καὶ ἐκκρεμές.
λοιγὸν ἀραχνήεντα ἤγουν ἀραχνώδης ἔμετος γλίσχρος ἐστὶ κατὰ τὴν αφήν. ἔχει δ’ ὄψιν ἀραχνῶν. ὄλεθρον δὲ ἀραχνήεντα οἱονεὶ γλίσχρον καὶ χυμώδη ἐξήμεσεν, ὅστις διὰ τὸ γλίσχρον κολλίζει τὴν φάρυγγα. Ἄλλως. λοιγὸν ἀραχνήεντα οἷον λεπτόν, ἀράχνῃ ὅμοιον. τὸ δὲ νὺξ περὶ κροτάφοις τουτέστι σκοτοῦνται καὶ βαροῦνται οἱ κρόταφοι αὐτοῦ.
Ἀγρώστης γε μέν: καὶ γὰρ τέταρτον εἶδος φαλαγγίου φησίν, ὅπερ καλεῖται ἀγρώστης. ὅμοιον δὲ λύκῳ. ἔστι δὲ μυῖα ὁ λύκος μέλαινα μεγάλη μακροσκελὴς δίπους, τὰ ἐπιφερόμενα διὰ τῶν ἑξῆς ζῷα κατεσθίων, μελίσσας, ψῆνας καὶ μύωπας καὶ τὰ λοιπὰ ὅσα ἐπὶ τὸν δεσμὸν τῶν ἀραχνίων αὐτοῦ παραγίνονται.
ἄκμητον: ἤτοι μὴ ἔχον κάματον καὶ ὀδύνην τύμμα ἐπιφέρει τῷ ἀνδρί. μεταμώνιον ἤγουν μάταιον, ἀδρανὲς καὶ ἀνέργητον.
ἄλλο γε μέν: πέμπτον εἶδος φαλαγγίου φησίν, ὅπερ καλεῖται δύσδηρι. ἔοικε δὲ σφηκί, ὅθεν καὶ σφηκεῖον αὐτὸ καλοῦσιν· ὃς δὴ σφὴξ ἐκ τοῦ ἵππου ἐκμάσσεται καὶ γεννᾶται καὶ θαρσαλέαν αὐτοῦ γενεὰν ἐκτυποῖ καὶ ἐκφαίνει κατὰ τὸ θράσος.
σκήνεσιν: φησὶν ὅτι τῶν ἵππων ἀποθνησκόντων σηπόμενα τὰ σκηνώματα γεννῶσι τοὺς σφῆκας, τῶν δὲ ταύρων ὁμοίως σηπομένων γεννῶσι τὰς μελίσσας. λυκοσπάδες δὲ ἢ τραχεῖς καὶ ὅμοιοι λύκοις τῷ χρώματι ἢ ἀναιδεῖς ὡς λύκοι. οἱ γὰρ σφῆκες αναίσχυντοί εἰσιν. Ἄλλως. τάχα ὅτι γυμνωθείσης τῆς σαρκὸς ὑπὸ τῶν λύκων ἐσθιόντων αὐτὰ τότε γεννᾶται. ταῦτα γὰρ ἡ βύρσα συνέχει τέως. οἱ λύκοι γὰρ διασπῶντες τοὺς βόας αἴτιοί εἰσι τῆς μελισσῶν γενέσεως.
Ἄλλοτε παλμός: καὶ γὰρ παλμός ἐστιν ἡ τῶν νεύρων καὶ τῆς καρδίας καὶ τῶν φλεβῶν νοσησάντων κίνησις. παλμὸς μὲν οὖν ἐξ ἀρρώστου σώματος, σφυγμὸς δὲ ἐξ εὐρώστου.
μινύθοντα δὲ λέγει
τὸν δηχθέντα καὶ ἀσθενῶς διακείμενον καὶ ἐλαττούμενον. ἀδράνεια δὲ ἡ ἀσθένεια, καὶ γίνεται παρὰ τὸ μὴ δύνασθαί τι δρᾶν.μυρμήκειον: ἕκτον εἶδος φαλαγγίου φησίν, ὃ δὴ μυρμήκειον καλεῖται. ἔοικε γὰρ μύρμηκι· ἔχει δὲ τὸν μὲν τράχηλον πυρρόν, τὴν δὲ κεφαλὴν μέλαιναν, ἅμα δὲ καὶ τὸ σῶμα μέλαν, περιέχον μικρὰς λευκὰς ῥανίδας, ἀστέρι ὅμοιον. Σώστρατος δὲ μυρμήκειον καὶ μύρμηκα Ἡρακλεωτικὸν καλεῖ, ὑπὸ δὲ τῶν ἄλλων μυρμηκοειδές.
ἄζῃ γε μέν: ἤτοι ἡ παρὰ μυρμηκείου ἀπὸ σήψεως μελανία ἢ ξηρασία. Δημητρίου λέγοντος ἄζη ἡ ξηρασία ἢ θηρίδιον Ἀντίγονος ἐναντιούμενός φησιν ἄζην τὴν ἐπίχροιαν τοῦ σώματος καὶ μελανίαν· καὶ παρ’ Ὁμήρῳ (Od. Χ 184) δὲ ἔνιοι ἀκούουσι πεπαλαγμένον ἄζῃ ἀντὶ τοῦ κεχρωσμένον ὑπὸ μελανίας.
αἰθαλέη δὲ ἤγουν τεφρώδης. ὁ δὲ νοῦς οὕτως, μέλαινα δὲ καὶ τεφρώδης ὀλίγον φαίνεται ἡ κεφαλὴ αὐτοῦ ἐπὶ τῷ τραχήλω αὐτοῦ. γράφεται δὲ καὶ ἀείρεται, ἀντὶ τοῦ ἐπίκειται τῷ τραχήλῳ ὀλίγον μέλαινα ἡ κεφαλή.