Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

προσεπιμετροῦντες*] ἀντὶ τοῦ καὶ πέρα τοῦ εἰκότος ἐπισκοποῦντες. ~ EVφΟΩΔ

ἐν ὄχλῳ] ὄχλος ἐνταῦθα οὐ τὸ πλῆθος ἀλλ’ ἡ ὄχλησις. ~ Δ

φθόην] τὴν φθίσιν, ἥτις ἐξ αἵματος ἐπιβολῆς. ~ Δ

καλέσασα κτλ.] ὁ καλὸς κἀγαθὸς Λουκιανὸς ὁ πάντας

καλῶς ἐλέγξας καὶ πάντων τὰ ἤθη παιδεύσας ἄτιμος μένει ἐν Καλαβρίᾳ. ~ E m. post.

εὖ ποιήσειν με τὸ περισπούδαστον — κυνίδιον κτλ.] λοιπὸν μακαριστέοι οἱ ἵππους καὶ ἡμιόνους καὶ ἀχθοφόρα ζῷα καὶ ἁμάξας μετακομίζοντες, ἴσως δὲ καὶ θεραπαινίδας τινὰς καὶ τιτθίδας σὺν ἑαυτοῖς διασῴζοντες ὡς τοῦ κυνιδίου πολὺ τιμιωτέρου. ~ U

ἐφεστρίδιον*] μανδύαν τινά, ἄμεινον δὲ κεκρύφαλον νοεῖν. ~ ECVφΩ

ἀπανθισάμενος κτλ.] ὡραῖον. ~ ΓΕ

βιβλίοις, ὧν χρυσοῖ μὲν οἱ ὀμφαλοὶ κτλ.] ὡραῖον ἄγαν καὶ σχεδὸν ἀληθές. ~ E