Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

νῦν μὲν γὰρ ὥσπερ κτλ.] ὡραῖον. ~ E

ὑπ’ αἰδοῦς αὐτῷ ἐπέτρεψας κτλ.] παναληθῆ ταῦτα, ὦ Λουκιανέ· πέπονθα γὰρ κἀγὼ τὰ ὅμοια καὶ πολλαῖς ὑποσχέσεσιν ἐξαπατηθεὶς οὐ τὴν τυχοῦσαν ἐς ὕστερον ἔσχον μεταμέλειαν, εἰ καὶ μηδὲν ὠφελήθην μεταμελούμενος. ~ U

κιγκλίδος] ὅτι κιγκλίς ἐστι τὸ λεγόμενον κάγκελλον. ἔστι δὲ καὶ κίγκλος εἶδος ὀρνέου τὴν ὀσφὺν πολλὰ κινοῦντος, ὃ τινὲς σεισοπυγίδα καλοῦσιν· ἔστι δὲ καὶ σφόδρα λεπτόν, ὅθεν καὶ ἡ πτωχότερος κίγκλου παροιμία. ~ Vat. 942

ἐπὶ τὰ Μανδροβούλου* χωρεῖ : παροιμία κατὰ τῶν ἐπὶ τὸ χεῖρον προκοπτόντων ἀεί· ὁ γὰρ Μανδρόβουλος οὗτος εὑρών ποτε θησαυρὸν ἐν Σάμῳ χρυσοῦν πρόβατον ἀνέθηκε τῇ Ἥρᾳ, τῷ δὲ δευτέρῳ ἔτει ἀργυροῦν καὶ τῷ τρίτῳ χαλκοῦν. ~ CEVφΟΩΔ. Addunt EΔ: μέμνηται Πλάτων ὁ κωμικὸς [fr. 54. C. A. F. Ι 6Κ.] ἐν Διὶ κακουμένῳ. ~

ἀεικελίῳ] ματαίῳ. ~ Γ

συγκλύδων*] συμμίκτων, ἀγελαίων. ~ ΔMΩ

ὑπὸ* κώδωνι] σημείωσαι, ὅτι σύνηθες ἐκ παλαιοῦ Λατίνοις ὑπὸ κώδωνι ἐκκλησιάζειν. ~ VEφΟΩΔ

καθάπερ ὁ λάβραξ κτλ.] ὡραῖον. ~ E

βάδην: ἠρέμα ἢ θᾶττον ἢ ταχέως. ~ Δ

διψῶντα*] τὸ ἑξῆς διψῶντα κεκραγέναι ἐπιμελούμενον, ὡς ἐπίσημος ἔσῃ καὶ κορυφαῖος. ~ VEφΟΩΔ