Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

Βουληθεὶς ἀνελεῖν ὁ Ὀδυσσεὺς τὰς μιγνυμένας τοῖς μνηστῆρσι θεραπαίνας, ὕστερον δὲ μεταγνοὺς, διὰ τῶν ἑξῆς πρὸς Εὔμαιον καὶ Φιλοίτιον διαλέγεται· ἐν ᾧ καὶ τῶν μνηστήρων γίνεται ὁμιλία. P. Q.V.

[*](6. δ. στελεοὺς (τελείους B. Q.) ἔχειν distincte cogitaret, quamvis revera εἰωθότας] τοὺς ἔχοντας στειλείους δ. H. feminarum hoc ministerium esset. 8. ἱστᾶσι ex codice addidit Barnes. BUTTM. 18. θέντων] Barnesius huic scho- 19. Ἀττικὴν] Sic, vel Ἀττικὸν, H. lio subnexuit diversam plane ratio- Videtur excidisse συνήθειαν, vel, nem Eustathii, qui ita: δέμνια θέτω- σχῆμα, si Ἀττικὸν scribatur. κατʼ σαν, αἱ δουλίδες δηλαδή. Est sane in Ἀττικὴν συνήθειαν est p. 667, 22. explicatione scholiastæ aliquid σο- 22—24. Habet hoc Argumen- λοικοφανές: quod defendi tamen pot- tum Eustathius p. 1880. est. Nam poeta forma masculina 23. ὕστερον δὲ] καὶ Eustathius. uti potuit, eo quod sexum non)
687

1. εὐνάζετο] ἀνεπαύετο, ἑαυτῷ εὐνὴν παρεσκεύαζεν. V.

2. ἀδέψητον] ἀμάλακτον, ἀνέργαστον· δεδευμένον τὸ μεμαλαγμέ- νον καὶ εἰργασμένον. B.H.Q.

16. ἀγαιομένου] ἄγαν θαυμάζοντος, ἢ χαλεπαίνοντος. Q. V. ἢ μισοῦντος ἢ φθονοῦντος. H. μεμφομένου ἢ ἐκπληττομένου. B.

17. ἠνίπαπε] ἐνουθέτησεν. V. ἠνίπατε] γρ. ἠνίπαπε. H.

22. καθαπτόμενος φίλον ἦτορ] καταστέλλων, τὴν ἀπότασιν ποιού- μενος εἰς τὴν ψυχὴν ὥστε αὐτῆς ἅψασθαι τὰ λεγόμενα. V.

23. ἐν πείσῃ] ἀντὶ τοῦ κατὰ χώραν. οὐκέτι ἦν ἐν κινήσει, ἀλλ’ ἐν δεσμοῖς ἔμενεν. ἢ ἐν οἷς ἐπέπειστο καὶ ἐγνώκει. οἷον, οὐκ ἔμελεν αὐτῷ. V. πεῖσα ἡ πειθὼ ἀπὸ τοῦ πείσω. B. ἐν πειθοῖ. H.

24. ἤτοι τὸ σῶμα αὐτοῦ ἐκυλίετο ἐν τῇ κλίνῃ. H.

27. αἰόλλῃ] ποικίλως στρέφῃ ἢ κινῇ. V. κινῇ παρὰ ἄελλαν, ὅθεν καὶ “πόδας αἰόλος ἵππος” (Il. τ, 404.), ὁ εὐκίνητος τοὺς πόδας· καὶ κορυθαίολος, ὃν ἀλλαχοῦ κορυθάῖκα (Il. χ,132.) εἶπε· καὶ “αἰό- λαι εὐλαίʼ (Il. χ,509.)· καὶ αἰολοπώλους (Il. γ, 185.)· καὶ, “σφῆ- κες μέσον αἰόλαιιʼ(Il. μ, 167.). B.H.Q.

49. εἴπερ πεντήκοντα λόχοι] ὁ λόχος ἐξ ἀνδρῶν λ΄. οἱ ν΄ λόχοι ἐκ τοσούτων ἀνδρῶν συνάγουσι μίαν ἡμίσειαν χιλιάδα. B.

50. Ἄρης νῦν ὁ σίδηρος. V.

52. ἀνίη καὶ τὸ φυλάσσειν] ἀνία ἐστὶ καὶ τὸ διʼ ὅλης τῆς νυκτὸς ἀγρυπνεῖν, ὡσπερ τινὰ φυλάσσοντα. B. V.

53. κακῶν δʼ ὑποδύσεαι ἤδη] κάκωσιν ὑπεισέλθῃς. V. ἤδη] πα- ραυτίκα. V.

κακῶν δʼ ὑποδύσεαι] ἢ κοιμηθεὶς ἀπαλλαγήσῃ τῶν κακῶν, ἢ μὴ κοιμηθεὶς κακώσῃ. ὑπεισέλθῃς. ἀντὶ τοῦ κακωθήσῃ, βλαβήσῃ. B. Q.

63. ἢ καὶ ἔπειτα] νῦν ἀντὶ τοῦ παραυτίκα. V.

64. ἠερόεντα κέλευθον] τὸν ἀέρα· ἢ τὸν Αιθην. V.

65. ἀψορρόου ὠκεανοῖο] τοῦ κύκλῳ περινοστοῦντος τὴν γῆν καὶ ἂψ πάλιν ἐπὶ τὰ αὐτὰ ἀφικνουμένου. ὁποῖόν ἐστι καὶ τὸ “ἂψ περιτελλο- μένου ἔτεος” (Od. λ, 295.). B.Q.V.

[*](2. 3. Sic H. In B. Q. ἀνέργαστον, 22. ὅσπερ τινὰ φ. om. V. ἀμάλακτον, δεδεγμένου τὸ μεμακασμέ- 23. κάκωσιν ὑπεισέλθῃς] κακώσεως νον καὶ ἠργασμένον. φπεξέλθῃς Barnes. 2. δεδευμένον] δεδεψημένον Buttm. 25. ἢ post κοιμηθεὶς lectum dele- 16. εὐλαί] εὐναί B.H.Q. vit Buttm. αἰολοπώλους H. αἰολοπώλα B. Q. 30. ὁποῖον—ἔτεος om. V. )
688

66. ὡς δʼ ὅτε Πανδαρέου κούρας] τὸ δέ περιττόν. H. Πανδάρεως ὁ Μέροπος καὶ νύμφης ὀρείας παῖς, Μιλήσιος τὸ γένος, γήμας Ἁρμα- θόην τὴν Ἀμφιδάμαντος ἔσχε παῖδας τρεῖς, Ἀηδόνα καὶ Κλεοθήραν καὶ Μερόπην, ἃς τρέφουσιν Ἀφροδίτη καὶ Ἀθηνᾶ καὶ Hρα. Πανδά- ρεως δὲ παραγενόμενος εἰς Κρήτην κλέπτει τὸν τοῦ Διὸς κύνα. καὶ αὐτὸν οὐκ ἤνεγκεν εἰς Μίλητον δείσας τὸν Δία, παρὰ Ταντάλῳ δὲ εἰς Φσρυγίαν κατατίθεται φάμενος ἄγειν ἐκ Φοινίκης τοῦτον. ὁ δὲ Τάνταλος δεξάμενος ἐφύλασσεν. ἔπειτα κελεύσαντος τοῦ Διὸς ἐρευνᾶν τὸν κύνα παραγίνεται πρὸς τὸν Τάνταλον ὁ Ἑρμῆς. ὁ δὲ ἀρνεῖται καὶ ὄμνυσι τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς μὴ συνειδέναι τι περὶ τοῦ κυνός. ὁ δὲ Ἑρμῆς εὑρίσκει αὐτὸν παρʼ αὐτῷ. ὡς δὲ ὁ Πανδάρεως ἐπύθετο, φεύγει ἐκ τῆς πατρίδος σὺν τῇ γυναικὶ Ἁρμαθόῃ καὶ ταῖς θυγατράσιν ἀγάμοις οὔσαις Κλεοθήρᾳ τε καὶ Ἀηδόνι καὶ Μερόπῃ εἰς Ἀθήνας, ἐκ δὲ Ἀθηνῶν εἰς Σικελίαν. ὁ δὲ Ζεὺς αὐτὸν ἰδὼν κτείνει σὺν τῇ γυναικὶ, ταῖς δὲ θυγατράσιν αὐτοῦ τὰς Ἁρπυίας ἐφορμᾷ. αἱ δὲ ἀνελόμεναι Ἐρινύσιν αὐτὰς διδόασι δουλεύειν. οὐ μὴν ἀλλὰ καὶ νόσον αὐταῖς ἐμβάλλει Ζεύς. καλεῖται δὲ αὕτη κύων. Q. V.

κούρας ἀνέλοντο θύελλαι] καὶ τοῦτο συναπτέον τοῖς ἐπάνω, ἢ ἔπειτά μʼ ἀναρπάξασα θύελλα οἴχοιτο προφέρουσα, ὡς ὅτε Πανδάρεω κούρας. λέγει δὲ τὰς παρθένους Μερόπην καὶ Κλεοθήραν. ἡ γὰρ φονεύσασα τὸν Ἵτυν ἐγαμήθη Ζήθῳ. B. Q.

67. αἱ δὲ λίποντο ὀρφαναὶ] προέθηκε τὸ κεφάλαιον· ὕστερον γὰρ συνέβη. καὶ γὰρ οὐκ ὀρφανὰς αὐτὰς ἀνεθρέψατο Ἀφροδίτη, ἀλλὰ πρὸ τῆς ὀρφανίας. τὸ δὲ ἑξῆς τοῦ λόγου, τῇσι τοκῆας μὲν φθῖσαν θεοί. Ἀφροδίτη δὲ πρὸς τὸν Δία αἰτήσουσα αὐταῖς γάμον παρε- γένετο. ἐν δὲ τούτῳ Ἀρπυιαι αὐτὰς ἀνηρείψαντο. διʼ ἔλεον δὲ αὐτὰς αἱ θεαὶ ἀνεθρέψαντο ἀγνοοῦσαι τὸ πεπρωμένον. μόνος γὰρ ὁ Ζεὺς “οἶδε μοῖγάν τʼ ἀμμορίην τε” (76.). H.Q.V.

71. μῆκος δʼ ἔπορε] κουροτρόφος γὰρ ἡ θεὸς ὁμοίως τῷ ἀδελφῷ Ἀπόλλωνι. V.

74. τέλος θαλεροῖο γάμοιο] περιφραστικῶς τὸν γάμον. B. Q.

[*](1. In V. hoc acholium ad rhap- 2. ὀρείας] ὀρείας V.: unde Buttm. sodiæ finem rejectum pro lemmate ὀρειάδος. habet versus integros 66—7I, cum 3. ἔσχε Q. ἴσχει V. nulla varietate praeter δʼ ἐλίποντο pro 22. προέθηκε H. προσέθηκε Q. V. δὲ λ. et meris aliquot mendis. Nar- 24. τὸ δὲ ἐξῆς τοῦ λόγου V. οὕτω rationem acholii confer cum scho- συντακτέον H. Q. lio ad τ, 518. BUTTM. τοκῆας] γονῆας Q.)
689

76. μοῖραν] εὐμοιρίαν, εὐδαιμονίαν. ἀμμορίην] κακομμορίην, ὅ ἐστι κακομοιρίαν. V. εὐμοιρίαν καὶ κακομοιρίαν. B.

80. ἠέ μʼ ἐῦπλόκαμος βάλοι] τὸ ἑξῆς, ἵνα καὶ γαῖαν ὑπὸ στυγερὴν ἀφικοίμην θεασαμένη Ὀδυσσέα. B.

82. ἀνδρὸς ἐῦφραίνοιμι νόημα] μηδὲ ἄλλῳ τινὶ συμμιγείην ἀνδρί. Q.

85. ἐπέλησεν] ἐπιλαθεῖν ἐποίησεν. H.

97. θύραζε φέρων] ἐνταῦθα οἱ μνηστῆρες. V.

104. ὑψόθεν ἐκ νεφέων] πῶς οὖν φησιν ἡ ἀλετρὶς “οὐδέποτε νέφος ἐστίν ;” νῦν τὸν τόπον ἔφη Ἀττικῶς ἐν ᾧ εἴωθε συνίστασθαι τὰ νέφη. ἢ τῶν χρυσῶν νεφῶν, ἃ ἦν ἐν οὐρανῷ· “ἀλλʼ ὁ γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσιν (Il. ν, 523.). V. ἐκ τοῦ τόπου ὅπου εἰώ- θασιν εἶναι τὰ νέφη. ἐπιφέρει γὰρ ἡ ἀλετρὶς “οὐδέ ποθι νέφος ἐστίν.” B. Q.

106. εἴατο, ψιλῶς, ἵν’ ᾖ, ἦσαν. V.

107. ἐπερρώοντο] ἐρρωμένως ἐνήργουν. V. ἐρρωμένως ἐκινοῦντο. B.

108. ἄλφιτα] τὰ ἀπὸ κριθῆς ἄλευρα. B. ἀλείατα δὲ τὰ ἀπὸ πυρῶν ἄλευρα. B. V.

113. ἐβρόντησας ἀπʼ οὐρανοῦ] οὕτως ἡ ἀλετρίς φησι κατὰ τὴν κοινὴν ὑπόνοιαν. ἢ ὅτι τὰ ὑψηλὰ τοῦ Ὀλύμπου ἐπουράνιά ἐστι. V.

130. ἀκηδής] ἀτημέλητος. V.

131. τοιαύτη γὰρ ἐμοὶ μήτηρ] οὐ διαβάλλει τὴν μητέρα, ἀλλὰ λέγει ὅτι τοὺς μὲν πτωχοὺς εὐαγγελιζομένους περὶ Ὀδυσσέως τιμᾷ καίπερ ψευδομένους, τοὺς δὲ ἀγαθοὺς διὰ τὸ μὴ ψεύδεσθαι ἀτιμά- ζει. Q.

132. ἐμπλήγδην] ἐμπληκτικῶς. ἢ ἀκρίτως καὶ ὡς ἂν τύχῃ ἐμ- πελάζουσα τοῖς πράγμασι. V.

[*](6. ἐπιλαθεῖν correxi pro ἐπιλαθῆ- ed. vet. ἀπὸ] ἐκ τῶν V. 11. ἐκ τοῦ —] Hoc scholion in 25. ἐκπλήγδην] Sic ed. ant. Sed B. Q. adscriptum ad v. 114. apparet in utroque scholio ἐμπή- 14. ψιλῶς] Secundum Aristar- γδην, ἐμπληκτικῶς et—οὶ scribendum chun: nam Aristophanes et He. esse. BUTTM. Recepi Buttman- rodianus εἴατο probabant. Vid. ni emendationes pro ἐκπλήγδην et schol. Il. ο, 10. ω, 84. Alii ἥατο ἐκπληκτικῶς. Eustathius p. 1886 hoc verbum scribebant, quod petr 18. ἐμπλήγδην κατὰ τοὺς παλαιοὺς τὸ ἐκάθηντο explicat Hesychius. ἀκρίτως παρὰ τὸ ἐμπελάζειν ἢ ἐμπή- 16. Hæc in B. adscripta ad v. σεῖν (corr. ἐμπλήσσειν) ἤτοι ἐμπίπτειν ὅπως ἂν καὶ τύχοι τοῖς πράγμασιν. 17. ἀλείατα] ἀλείφατα B. et V. in)
690

ἐμπλήγδην] παραφρόνως. ὅθεν καὶ ἐμπληκτικοὶ οἱ παράφρονες. Q. ὡς ἔτυχεν ἐμπελάζουσα τοῖς πράγμασι. B.H.

134. Εὐρύκλεια] γρ. Πηνελόπεια. H.

137. σίτου δʼ οὐκέτʼ ἔφη] κατὰ τὸ σιωπώμενον ἐκδεκτέον τοῦτο. V.

149. κορήσατε] σαρώσατε. εἴρηται δὲ κατʼ ἀντίφρασιν, ὡς καὶ τὸ σάρον ὄφελμα καλεῖται οὐκ αὖξόν τι, ἀλλὰ τοὐναντίον παραιρού- μενον καὶ μειοῦν. V.

152. ἀμφιμάσασθε] ἀπομάξατε. V.

καθήρατε δὲ κρητῆρας] καθάρατε. ἔνθεν κόρημα. τοιγαροῦν κόρη ἡ καθαρά· καὶ ὀφθαλμοῦ κόρη τὸ διειδέστατον. τὸ δὲ ἐκκορηθείης ἐκβληθείης ὡς κάθαρμα. καθήρατε καὶ καθάρατε. B. Q. καθάρατε καὶ Ἰακῶς καθήρατε. H.

153. καὶ δέπα ἀμφικύπελλα τετυγμένα] καὶ τὰ ποτήρια γεγενη- μένα περιφερῆ. B.

155. οὐ γὰρ δὴ μνηστῆρες ἀπέσσονται μεγάροιο, ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή] τὴν νεομηνίαν πάντων τῶν θεῶν νομί- ζουσιν εἶναι. ταύτην γὰρ οἱ πρόγονοι τοῖς θεοῖς ἀνέθεσαν διὰ τὸ πρώ- την αὐτὴν εἶναι τοῦ μηνὸς, πάσας τε τὰς ἀρχὰς προσῆψαν αὐτοῖς, ὀρθῶς ποιοῦντες. τοὺς γὰρ ἀπάντων ἄρχοντας τοῖς ὁμοίοις χρὴ γεραίρειν. καὶ τῶν σίτων τὰς ἀπαρχὰς πᾶσι τοῖς θεοῖς ἀπονέμομεν. τοῦ δʼ Ἀπόλλωνος ταύτην εἶναι νομίζειν τὴν ἡμέραν εἰκότως τὸ πρῶτον φῶς τῷ αἰτιωτάτῳ τοῦ πυρὸς, ἐκάλουν τε αὐτὸν καὶ Νεομήνιον. ἡ ἱστορία παρὰ Φιλοχόρῳ. V.

ἐπεὶ καὶ πᾶσιν ἑορτή] ταύτην τὴν ἡμέραν ἑορτὴν καὶ νουμηνίαν παρατίθεται Ἀπόλλωνος ἱερὰν, ἵνα τῶν ἀνδρῶν περὶ τὴν ἑορτὴν κατα- γινομένων εὔκαιρον ἔχῃ τὸ ἐπιτίθεσθαι μνηστῆρσι. V.

[*](1. ἐμπληκτικοὶ Buttm. pro ἐκπλη- tamen verius videtur ἐνόμιζον—ἐκά- λουν τε. Dativus τῷ αἰτιωτάτῳ ne- 8. ἀπομάξατε Barnes. ex codice gligentiæ exscriptoris videtur tri- pro ἀπομάζετε. buendus, participium ἀναθέντες vel 10. τὸ δὲ correxi pro τόγε. simile mente concipientis. Ad rem 15. μάλʼ ἦρι νέονται] μάλα εἰρηναῖόν conf. infra schol. φ, 258. quod pa- σε V. Totum scholion V. habet in riter ex Philochoro excerptum esse fine libri. observat Hemst. ad acholium huc 19. τοῖς ὁμοίοις Barnes. pro τοὺς itidem faciens im Aristoph. Plut. 1127. Cognomen Apollinis Neo- ὁμοίους. 21. εἰκότως] Barnes. pro εἰκότως re- menii nondum usquam hinc inveni posuit εἰκὸς, ὡς. Sibelis melius pro- enotatum. BUTTM. posuit νομίζομεν pro νομίζειν. Mihi )
691

160. ἐκ δʼ ἦλθον δρηστῆρες ἀγήνορες] γρ. ἐς. H.

163. τρεῖς σιάλους] διὰ τὴν ἑορτὴν τρεῖς ἄγει. ἕνα γὰρ καθʼ ἡμέραν εἰώθει. σιάλους δὲ τοὺς εὐτραφεῖς καὶ ἡμέρους, χλούνας δὲ τοὺς ἀγρίους. B.

166. ξεῖνʼ ἢ ἄρ τι] δύο μέρη λόγου τὸ ἄρ καὶ τὸ τί. B.

170. ἀεικέα] γρ. ἀτάσθαλα. H.

171. οὐδʼ αἰδοῦς μοῖραν ἔχουσι] οὐδὲ ὀλίγον αἰδοῦνται. V.

182. εἰσὶν δὲ καὶ ἄλλοθι] οὐ διὰ παντός. ἀλλʼ ὁρᾷ τὴν ἑορτὴν τοῦ Ἀπόλλωνος. V.

εἰσὶν δὲ καὶ ἄλλαι] γρ. καὶ ἄλλλοθι. H.

186. βοῦν στεῖραν] τῶν γὰρ ἀτόκων τὸ κρέας κάλλιστον. B.

πίονας αἶγας] γρ. πίονας οἶας. M.

187. πορθμῆες δʼ ἄρα τούς γε διήγαγον] οὗτοι γὰρ ἐν τῇ ἠπείρῳ ἐνέμοντο καὶ χρεία ἦν πορθμέως. φησὶ γὰρ “δώδεκʼ ἐν ἠπείρῳ ἀγέ- λας, τόσα πώεα οἰῶν” (ξ, 100.). ἡ δὲ ἤπειρος ἀντικρὺ τῆς Ἰθάκης. Κεφαλληνία δὲ καὶ αὐτὴ ὠνομάζετο ὑπʼ Ὀδυσσέα οὖσα. B. πορθ- μῆες] οἱ παραφέροντες. V.

γρ. πορθμῆες γὰρ τούς γε. H.

195. δυόωσι] εἰς δύην καὶ κακοπάθειαν βάλλουσι. Q.

δηόωσι] γρ. καὶ δυόωσιν, ἤτοι ἐν δύῃ καὶ κακώσει μεταβάλλουσιν, ἢ εἰς δύαν ἐμβάλλουσιν. Vind. 133.

196. ἐπικλώσονται ὀιζύν] οὐδὲ ἀξίαν δυσωποῦνται. B.

202. ἐπὴν δὴ γείνεαι] καθὸ πατὴρ ἀνδρῶν τε θεῶν τε. γείνεαι] γεννήσῃς. V.

204. ἴδιον ὡς ἐνόησα] ψιλωτέον τὸ ἴδιον. κυρίως μὲν ἵδρωσα, νῦν δὲ ἠγωνίασα. παρακολουθεῖ γὰρ τοῖς ἀγωνιῶσι καὶ ἱδρὼς, καθὸ ἶδος τὸ θέρος ἢ τὸ θερινὸν κατάστημα, ἐπειδὴ ὑγρόν. οὕτως δὲ καὶ τὸ “ἴδει ἐν αἰνοτάτῳ.” παρὰ τὸ ἰδίρ δὲ καὶ τὸ ἐνίδιος, καὶ ἐν συγκοπῇ “ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός” (Od. δ, 450.), ὅτε ὁ ἥλιος καίει. B.

[*](1. ἐκ] Sic etiam M. 23. τε post θεῶν addidit Buttm. 6. ἀεικέα] Hoc quoque in textu 24. γεννήσῃς Buttm. pro γενήσεις. habet M. 28. ἴδει ἐν αἰνοτάτῳ] Dixeris ex 10. ἄλλοθι in textu M. Homero citatum pro illo στείνει ἐν 16. Κεφαλληνία] Κεφαληνία B. αἰνοτάτῳ Il. θ, 476. sed est ex He- Addidi siglam B. ab Maio omis- siod. Sc. 297. Vid. Hevn. ad il- sam. lum locum. BUTTM. 18. τούς] αὐτούς H.)
692

206. λαίφεα] ῥάκη, ἢ λεπτὰ ἱμάτια. V. κυρίως τῶν πλοίων αἱ ὀθόναι, νῦν δὲ τὰ παχέα ἱμάτια. Q.

209. ἐπὶ βουσὶν] γρ. ἐνί. V.

212. ὑποσταχύῳτο] αὔξοιντο. Q.

ὑποσταχύοιτο] ἐπαύξοιτο. V.

218. πόλλʼ ἐπιδινεῖται] ἐν τοῖς στήθεσιν ἀνακυκλεῖ ὁ λογισμὸς, πολλὰς στροφὰς λαμβάνει. V.

230. ξενίη τε τράπεζα] γρ. ὕπατος καὶ ἄριστος. H.

245. συνθεύσεται] συντελεσθήσεται. B.

250. οὐδʼ ἱέρευον ὄῖς] παρατηρητέον ὅτι μόνους τοὺς μνηστῆρας θεοῖς θύοντας οὐκ οἶδεν. V.

251. βοῦν ἀγελαίην] ἀγελαστικὴν, ἔτι ἐν ἀγέλαις οὖσαν, καὶ μή- πω ὑπὸ ζυγὸν οὖσαν. B.

252. ἐν δʼ ἄρα οἶνον] γρ. ἐν δέ τε οἶνον. H.

255. ἐῳνοχόει] οἶνον τοῖς κυπέλλοις ἐπέβαλεν, οὐκ ἐκίρνα. εἶπε γὰρ ἄνω, κρητῆρσι κεράσσατο. B.

266. ἐνιπῆς] ἐπιπλήξεως. ἐνιπὴ ἡ διὰ λόγων ἐπίπληξις καὶ ἀπειλὴ, ἀπὸ τοῦ ἐνέπω. ἀπειλῆς. H.

276. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην] οὐχ οἱ τῶν μνη- στήρων, ἀλλʼ οἱ τῶν Ἰθακησίων, οἱ δημόσιοι. βούλεται δὲ δεῖξαι ὅτι Ἀπόλλωνος ἡ ἑορτή. τὸ, οἱ δʼ ἐπεὶ ὤπτησαν, μετέβη πάλιν ἐπὶ τῶν μνηστήρων. B.

281. οἵ ῥʼ ἐπένοντο] γρ. οἳ πονέοντο. M.

289. ὃς δή τοι κτεάτεσσι πεποιθὼς] ἠθικῶς δείκνυσιν ὁ ποιητὴς ὅτι οὐδὲν συλλαμβάνει πλοῦτος πρὸς σωφροσύνην. V.

πατρὸς ἑοῖο] γρ. θεσπεσίοισι. H.

[*](4. αὔξοιντο] δίκην σταχύων addit καὶ μόνον οἱ μνηστῆρες ἱερεύουσιν ὅῖς καὶ Eustath. p. 1890, 3. Integriora ad τὰ ἐξῆς ὡς ἐρρέθη, ἀλλαχοῦ δὲ τῆς Ὁμη- h. l. scholia excerpsit Apollon. ρικῆς ταύτης ποιήσεως οὐχ εὕρηνται τοῦτο Lex. s. v. ὑποσταχύοιτο. ποιοῦντες. Unde Barnesius, servato 10. Bene huic scholio respondet lemmate vulgato, scholio nostro lemma sicut ex ed. Argentin. re- attexuit hæc, εἰ μὴ ἐνταῦθα μόνον. posui, pro eo quod est in edd. re. Conf. schol. β, 300. BUTTM. cent. et in textu, οἱ δʼ ἱέρευον. Ne. 14. ἐν δʼ ἄρα οἶνον] Sic M. in tex- que tamen illo modo procedit ser- tu, H. vero ἐν δέ σοι οἶνον, quod non mo poetam. Sed mendosum esse differt ab varia lectione in margine ipsum acholium ex Eustathio p. posita. 1891,16. patet, qui ita: σημειοῦνται 20. δημόσιοι Buttm. δημόσιοι βου- ἐν τοῖς ῥηθεῖσιν οἱ παλαιοὶ ὡς ἐνθάδε λευταί B. )
693

297. λοετροχόῳ] νῦν τῷ τὰ λουτρὰ παρέχοντι ἢ παρασκευάζοντι. V. ἴσως τινὶ πρὸς τὰ λουτρὰ ἀποδεδειγμένῃ γυναικί. τοὺς γὰρ βασιλικωτέρους εὐγενεῖς ἔλουον παρθένοι. B.

302. Σαρδόνιον] σεσηρὸς, σαρκαστικὸν, ἐπίπλαστον. παρὰ τὸ μόνον σεσηρέναι τὰ χείλη, μὴ μέντοι γελᾶν. B.

Σαρδάνιον μάλα τοῖον] σεσηρὸς ἐπʼ ὀλέθρῳ. φασὶ Τάλων τὸν ἡφαι- στότευκτον ὑπὸ Διὸς Εὐρώπῃ δοθέντα φύλακα τοὺς ἐπιβαίνοντας τῇ Κρήτῃ ἰδίως τιμωρεῖσθαι. πηδῶντα γὰρ εἰς πῦρ καὶ θερμαίνοντα τὸ στῆθος περιπτύσσεσθαι αὐτούς. ὧν καιομένων ἐκεῖνον σεσηρέναι. ἔνιοι δὲ γίνεσθαι λέγουσιν ἐν Σαρδοῖ τῇ νήσῳ σέλινον τοιοῦτον, ὃ τοὺς φα- γόντας ξένους μετὰ σπασμοῦ σεσηρότας ἀπόλλυσθαι ποιεῖ. Τίμαιος δέ φησι τοὺς γεγηρακότας τῶν γονέων ἄγειν αὐτοὺς πρὸς βόθρον καὶ καταβάλλειν εἰς αὐτὸν, τοὺς δὲ ὡς μακαρίως ἀποθνήσκοντας γελᾶν. ἄλλοι δὲ ἄλλως. ἄμεινον δὲ, τὸν ἐπὶ καταμωκήσει προσποίητον γέ- λωτα, παρὰ τὸ σεσηρέναι, ὅ ἐστιν ἀνοίγειν τὰ χείλη. V.

οἱ τὴν Σάρδον κατοικοῦντες ἀπὸ Καρχηδονίων ὄντες χρῶνται νόμῳ τινὶ βαρβαρικῷ καὶ πολὺ τῶν Ἑλληνικῶν διηλλαγμένῳ. τῷ γὰρ Κρό- νῳ θύουσιν ἡμέραις τισὶ τεταγμέναις, οὐ μόνον τῶν αἰχμαλώτων τοὺς καλλίστους, ἀλλὰ καὶ τῶν πρεσβυτέρων τοὺς ὑπὲρ ἑβδομήκοντα ἔτη γεγενημένους. τούτοις δὲ θυομένοις τὸ μὲν δακρύειν αἰσχρὸν εἶναι δοκεῖ καὶ δειλὸν, τὸ δὲ ἀσπάζεσθαι καὶ γελᾶν ἔσχατον καὶ προῖόν- των ἀνδρῶδές τε καὶ καλόν. ὅθεν φασὶ καὶ τὸν ἐπὶ κακῷ προσποίητον γέλωτα κληθῆναι Σαρδόνιον. ἡ δὲ ἱστορίᾳ παρὰ Δήμωνι. V.

304. τόδε κέρδιον] τὸ μὴ βαλεῖν, ἐπεὶ αὐτὸς ἂν ἀνῄρητο, ἢ τὸ βα- λεῖν τὸν ξένον, αἱρεῖται τὸ κέρδιον. V.

311. τετλάμεν] παροξυτόνως, εἴτε ἀπὸ τοῦ τλῆμι εἴτε ἀπὸ τοῦ τετλάκαμεν συγκέκοπται. B.

[*](1. παρέχοντι] ἐπιχέοντι τῷ λούοντι e MS. ut ait, mutavit in δοῦλον. codex Barnes. BTTM. 6. Τάλων ex Zenobio 5, 85. et ἀσπάζεσθαι] Fortasse ἀλλήλους ad- Suida addidit Buttmannus. dendum ex Hesychio s. v. Σαρδόνιος 16. Hoc acholium in editionibus γέλως. ant. ad finem libri rejectum. BUT. προιόντων] Corruptum. προσποίητον Σάρδον] Σαρδόνα Barnes. Buttm. 17. Ἑλληνικῶν] Ed. ant. Ἑλληνῶν, 23. Δήμωνι] In libro περὶ παροι- recentiores Ἑλλήνων. BUTTM. μιῶν. BUTTM. 18. τισὶ] τρισὶ codex Barnes. 24. ἂν addidit Ernestius. 21. δειλόν] Ita in ed. ant. In re- 26. παροξυτόνως] Malum hoc præ- cenioribus δῆλον, quod Barnesius, ceptum in Homeri textu hucusque )
694

316. ἦεν] γρ. εἴη, ὃ καὶ κρεῖττον. Vind. 133.

319. ῥυστάζοντας] ῥυστάζειν γὰρ τὸ μετὰ βίας ἕλκειν παρὰ τὸ ἐρύω, ῥύω. V.

341. οὔτι διατρίβω] οὐχ ὑπερτίθεμαι. B. διατρίβω] κωλύω. V.

344. ἀναγκαίῳ] ἀναγκαστικῷ. B. V.

343. αἱμοφόρυκτα δὲ δὴ κρέα] ᾑμαγμένα. τοῦτο δὲ σημεῖον ὅτι ἤμελλε τὸ σῶμα αὐτῶν αἵματι μολύνεσθαι. οὐ τοῖς μνηστῆρσι δὲ, ἀλλὰ τῷ Θεοκλυμένῳ ταῦτα ἐφαίνετο τῷ μάντει τῷ παρὰ τοῦ Τη- λεμάχου ἀχθέντι ἀπὸ τῆς Πύλου. B.

353. δέδηε] διεγήγερται. V. ἀπὸ τοῦ δαίω τὸ καίω γίνεται τὸ δέδηε, ἀντὶ τοῦ φαίνεται. B.

354. ἐρράδαται] τὸ θέμα ῥοίζω. B.

355. εἰδώλων] ὡς τῶν ψυχῶν αὐτῶν ἐπὶ τὸν Ἄιθην ἀπιουσῶν. B.

356. ἱεμένων] πορευομένων. Gl. Vind. 133.

ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε] οὐ γὰρ ἡλίου ἔκλειψις ἐγένετο, ἀλλὰ Θεοκλύμενος οὕτως ὁρᾷ ὑπό τινος ἐνθουσιασμοῦ μαντευόμενος ὅτι ἐκλείψει αὐτοῖς ὁ ἥλιος. ἀμέλει οἱ μνηστῆρες ὡς οὐδὲν τοιοῦτον θεωροῦντες καὶ ἐκβληθῆναι αὐτὸν ἀξιοῦσιν ὡς παραπαίοντα. B. οὐχ ὡς ἐκλείψεως γεγενημένης, ἀλλʼ ὅτι τοῖς μνηστῆρσιν ὁ ἥλιος ἐκλε- λοίπει. ἐξέρχεται δὲ οὗτος ἐκ τῆς οἰκίας οἰκονομικῶς. V.

362. εἰς ἀγορὴν ἔρχεσθαι] χειραγωγήσατε αὐτὸν εἰς τὴν ἀγορὰν, ἵνα ἴδῃ τὸ φῶς. τὰ γὰρ κατʼ οἶκον νυκτὶ εἰκάζει. B.

ἐῴκει] γρ. ἐίσκει. M.

369. γρ. ἀνδρῶν οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. H.

374. ἐρέθιζον] γρ. θαύμαζον. H.

γελόωντες] γελωτοποιούμενοι, καταγελῶντες. V.

377. ἐπίμαστον ἀλήτην] ἐνδεᾶ ἐπαίτην, παρὰ τὸ μαστεύειν τρο- φήν. B. ἐπιμαστεύοντα καὶ ἐπιζητοῦντα. V.

[*]((nisi quod Barnesius tacite id mi- fortasse non librarii, sed ipsius gravit) ab omnibus observatum hic scholiastæ errorem corrigens. Nam video, dum δείδιμεν, μέμαμεν, μέμα- scholiorum codicis B. perexigua τον, τέτλαθι secure edunt. Nam auctoritas est. infinitivi, cujus τετλάμεν legitima 7. ἤμελλε Buttm. pro ἠμέλγετο. forma est, nullam hic rationem 19. ἐκλελοίπει] ἐπιλέλοιπεν ex Eust. perspicio. BUTTM. προπαροξυτόνως p. 1895, 16. qui habet: τινὲς —οὐκ εἴτε κίνημά ἐστιν ἀπὸ τοῦ τέτλημι εἴτε ἐνόησαν ἐπὶ τοῦ ἐκλιπεῖν, ἀλλʼ ὅτι τοῖς ἀπὸ τοῦ τετλήκαμεν συγκέκοπται Lo- μνηστῆρσιν ὁ ἥλιος ἤδη ἐπιλέλοιπεν ὡς beck. Pathol. Elem. vol. 1. p. 380. τεθνηξομένοις. BUTTM. )
695

379. ἔμπαιον] ἔμπειρον. V.

ἔμπεον] ἀπὸ τοῦ παίω τὸ τύπτω. διὰ τὸ μέτρον γράφεται ψιλὸν τὸ πε. B.

380. μαντεύσασθαι] γρ. μαντεύεσθαι. H.

383. ἐς Σικελοὺς] ἐγινώσκετο ἄρα τὰ κατὰ τοὺς Σικελούς. οὐκ εἰκὸς οὖν ἐκεῖ τὴν πλάνην γεγονέναι. διαφέρουσι δὲ Σικελιῶται Σι- κελῶν· οἱ μὲν γὰρ Ἕλληνες, οἱ δὲ βάρβαροι. V.

ἄξιον ἄλφοι] ἀξίαν εὕροι τιμὴν ἡ τῶν ξένων πρᾶσις. B.

387. κατʼ ἄντησιν] ἀντικρὺς τοῦ ἀνδρῶνος ἐν τῇ γυναικωνίτιδι. V.

390. γελοίωντες] ἀντὶ τοῦ γελοιῶντες καὶ γελωτοποιοῦντες, ἐν γέλωτι διατρίβοντες. B.

394. πρότεροι] οἱ μνηστῆρες δηλαδή. B.