Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

Σὺν Τηλεμάχῳ ἔκθεσιν ποιεῖται τῶν ὅπλων Ὀδυσσεὺς, καὶ πρὸς Πηνελόπην ἐκ Κρήτης εἶναι ὑποκρίνεται. γίνεται δὲ αὐτοῦ διʼ οὐλῆς ἀναγνωρισμὸς πρὸς Εὐρύκλειαν νίπτουσαν αὐτοῦ τοὺς πόδας. καὶ κατὰ παρέκβασιν ὁ ποιητὴς διηγεῖται ὡς ἐν Παρνασῷ ὑπὸ συὸς ἐπλήγη κυνηγῶν. P.Q.V.

2. σὺν Ἀθήνῃ] ἤτοι παρούσῃ σιωπωμένως, ἢ προνοίᾳ τῆς θεοῦ, ὡς ἐπὶ τοῦ δουρίου ἵππου “τὸν Ἕπειὸς ἐποίησε σὺν Ἀθήνῃ” (Od. θ, 493.). H.Q.

4—12. οἱ ἀστερίσκοι, ὅτι ἀναγκαίως ἐνθάδε, ὅτε καὶ ἑώρακε τὰ ὅπλα. H.M.V. Vind. 133.

[*](1. Ἀχιλῆῖ] ἀχιλλῆῖ B.H.Q. 18. ἐκ K. ὐ.] φησὶ ψευδῶς ἐκ A. Q. 2. τροφῆς] τρυφῆς H. 22. παρούσς] παρούσης H. 5. βρωτὺν] Sic H. in textu : sed 25. οἱ ἀστερίσκοι] Qui in Vind. scholiasta voluit βρῶτυν. appicti sunt versibus 4—12. (de- 14. ἐπισταδόν] Conf. schol. ad ν, bebant 4—13.). Dixit de his ante- 54. v, 453. BUTTM. riscis etiam Eustath. p. 1853, 10. 16. Hæc ὑπόθεσις apud Eustath. ἔνθα (versus dicit 4—13.) καὶ κεῖται p. 1852. πρὸ ἑνὸς ἑκάστου στίχου ἀστερίσκος δίχα )
670

9. ἀλλὰ κἀκεῖνα ἠφάνισται. H.

13. πρόχειρος γὰρ ἀνὴρ πρὸς φόνον παρακειμένου σιδήρου. H.

16. μαῖʼ, ἄγε δή μοι ἔρυξον] ἵνα μὴ τοῖς μνηστῆρσι διαβάλωσι, ὥσπερ καὶ τὴν τοῦ ἱστοῦ ἀνάλυσιν. H.

18. καπνὸς ἀμέρδει] καπνὸς στερίσκει. H.

20. ἵξετʼ ἀῦτμή] γρ. ἵκετ’ ἀῦτμή. H.

22. ἐπιφροσύνας ἀνέλοιο] ἀντὶ τοῦ φρόνιμος γενήσῃ. Q.

24. ἀλλὰ τίς δή σοι. H.

25. προβλωσκέμεν] προέρχεσθαι. Q.

27. ξεῖνος ἅδ’] ὁ ξεῖνος ὅδε φῶς μοι ποιήσει. B.

ἄεργον ἀνέξομαι] Ἀττικὴ ἡ σύνταξίς ἐστιν ἀνέχομαί σε, αἰτια- τικὴ ἀντὶ γενικῆς. B. Q.

28. χοίνικος ἅπτηται] τροφὰς λαμβάνει. τό τε μετροῦν καὶ τὸ μετρούμενον. V. ἀντὶ τοῦ δαπάνης, τροφῆς. ἅπαξ ἐνταῦθα ἡ φωνή. καὶ οὐ διὰ τοῦτο χωριστέον τῆς Ἰλιάδος τὴν Ὀδύσσειαν· κἀκεῖ γάρ εἰσι τοῦδε εὐτελέστερα ὀνόματα· “ὅλμον δʼ ὡς ἔσσευε βαλών” (Il. λ, 147.)· “ἀμφʼ ἀστραγάλοισι χολωθείςʼ (Il. ψ, 88.) πτύον. H. Q.

33. πάροιθε δὲ Παλλὰς Ἀθήνη] δῆλον οὖν ὅτι καὶ ἐν ἀρχῇ πα- ρῆν. Q.

34. λύχνον] ἀπὸ τοῦ λύειν τὸ νύχος. λέγει δὲ τὴν δᾷδα κυρίως. τοῦ δὲ παρʼ ἡμῖν καλουμένου λύχνου τοὺς ἥρωας χρωμένους ὁ ποιητὴς οὐκ εἰσάγει οὐδὲ Ἡσίοδος μέμνηται. H.Q.V. ὀρθῶς δὲ πεποίηκε τὴν Ἀθηνᾶν φρόνησιν οὖσαν καθαρὸν αὐτῷ παρέχειν τὸ φῶς. καὶ οἰκείως διὰ τὸν ἄσβεστον Ἀθήνησι λύχνον. V.

λείπει τὸ ὡς· ὡς χρύσεον λύχνον ἔχουσα, ὅ ἐστιν ἀμαυρὸν φῶς [*](ὀβελοῦ, ὡς ἐνταῦθα τῶν τοιούτων στίχων schol. ad Il. λ, 147. ἄριστα κειμένων καὶ οἷον ἀστέρος δίκην 17. πτύον H. πτύοντʼ Q. “πτύοντα λαμπόντων, οὐ μὴν ἐκεῖ (π, 281. ubi plene legitur Il. ψ, 697. An vo- vid. schol.) ὡς ἐπικρίνουσιν οἱ πα- luit πτυόφιν ? Il. ν, 588.” BUTTM. λύχνον, quod infra legitur v. 34. P. 669, 25. ἀναγκαίως ἐνθάδε] ἐν- memorat schol. Il. λ, 147. ὅλμον: θάδε καλῶς M. V. ἡ διπλῆ δὲ ὅτι ἅπαξ ἐνταῦθα κέχρηται. ὅτε καὶ] καὶ om. M. V. καὶ ὅτι ἐν Ἰλιάδι εὐτελέσι κέχρηται P. 670, 7. In V. φρόνιμος γένη. λεξιδίοις, οὐ μόνον ἐν Ὀδυσσείᾳ χοίνικος 11. ἐστιν] ὥστε B. Q. Conf. Eu- καὶ λύχνου, πρὸς τοὺς χωρίζοντας. stath. p. 1853, 59. et Apollon. Lex. 21. ἀπὸ—λέγει δὲ om. V. s. v. ἀνέξομαι. 15. οὐ διὰ τοῦτο χωριστέον] Conf. 23. οὐδὲ scripsi pro καὶ οὔτε. 15. εὐ διὰ τοῦτο χωριστέον] Conf. )

671
ἐποίει ὡς ἀπὸ ἐκλάμψεως χρυσοῦ. δουλοπρεπὲς καὶ λίαν εὐτελὲς τὸ τῆς διανοίας. πολλῷ γὰρ ἦν ἄμεινον ἐπιδημησάσης τῆς δαίμονος αὐτόματον ἐπιλάμψαι πολυτελὲς φῶς. οὕτως οὖν ὁ λόγος ἐχέτω· ἡ δʼ Ἀθηνᾶ φάος ἐποίει, ὡς χρύσεον λύχνον ἔχουσα. καὶ γὰρ οὐκ ἐχρῆν δαψιλὲς ἐπιλάμψαι τὸ φῶς πρὸς τὸ μὴ γνωσθῆναι κατὰ τὴν αὐλὴν τὴν μετακομιδὴν τῶν ὅπλων. εἴωθε δὲ ὁ ποιητὴς μὴ ἀποδοκι- μάζειν τῶν ὀνομάτων τὰ εὐτελῆ, ὡς τὸ μυῖαν, κυάμους τε καὶ ἐρε- βίνθους. B. Q.

ἔν τισι γρ. φόως. H.

37. μεσόδμαι] ὁ Ἀρίσταρχος τὰ μεσόστυλα. ἔνιοι δὲ τὰ μεταξὺ τῶν δοκῶν διαστήματα. B.H.Q. τὰ μεταξὺ τῶν κιόνων διαφρά- γματα, οἵτινες ἦσαν περὶ τοὺς τοίχους τὰ ἄκρα βαστάζοντες τῶν δοκῶν. V.

38. ὅτι καὶ ἀρσενικῶς ὁ κίων. H.

43. αὕτη τοι δίκη ἐστὶ θεῶν] οὗτος ὁ τρόπος, τὸ ὡς βούλονται φαίνεσθαι. V. οὗτος ὁ τρόπος τῶν θεῶν, τὸ καταφωτίζειν τοὺς τό- πους ἐν οἷς τυγχάνουσιν. Q.

46. αὐτὴ γὰρ ὀδυρομένη. ὁ γὰρ δέ ἀντὶ τοῦ γάρ. H.

ἀμφὶς ἕκαστα] ἀντὶ τοῦ χωρὶς, ὅ ἐστι κατὰ τάξιν. B. Q.

55. τῇ πάρα μὲν κλισίην] ταύτῃ τὸν κλισμὸν ἐν τῷ καταφωτιζο- μένῳ τόπῳ ἔθηκαν ἢ πλησίον τοῦ πυρός. B. Q. ὡς νῦν τὸν κλισμόν. H.

57. ὁ ποιήσας δηλονότι. H.

61. αἱ δʼ ἀπὸ μὲν σῖτον] ἐμφαίνει τὴν ἀσωτίαν αὐτῶν τὸ πολύ. οὕτως καὶ ἐν ἀρχῇ σῖτον δὲ δμῶαι παρενήνεον” (α, 147.). Q.

ᾕρεον] ἀφῃροῦντο. Ἀρίσταρχος Ἰακῶς, δασέως δὲ τὸ ᾕρεον. H.

62. ἐκτατέον τὸ δέπα. H.

63. αὐτῶν] τῶν μνηστήρων. M.

64. λείπει τὸ εἰς φῶς εἶναι καὶ θερμαίνεσθαι. H.

67. δινεύων] δινούμενος, ἀναστρεφόμενος, ἵνα πέψῃς, ἐπεὶ με- θύεις. B.

71. δαιμονίη] θαυμασία ἐπὶ κακᾷ. H.

72. ὅτι δὴ ῥυπόω] γρ. ὅτι οὐ λιπόω. M. ῥερύπωμαι, ῥύπου πε- πλήρωμαι. M.

[*](7. τὰ εὐπελῆ] Conf. schol. ad 28. 32. θαυμασία ἐπὶ κακῶ] Conf. 10. τὰ μεσόστυλα B.H. μεσόστη- schol. ad σ, 406. λοι Q.)
672

λιπόω] ἤτοι τῇ πιμελῇ λελίπασμαι. H.M.Q.V.

73. ἐπείγει] γρ. ἱκάνει. M.

81. τῷ νῦν] λείπει εὐλαβοῦ. H.

83. μή πως] ἤν πως, ἡ γραφή. τὰ δὲ εἰκαιότερα μή πως. H. γρ. ἤν πως, ἐάν πως. M.

85. νόστιμος] ἀνακομισθῆναι δυνάμενος. H.

86. Ἀπόλλωνός γε ἕκητι] ἐπειδὴ τῶν ἀρρένων κουροτρόφος ὁ θεός. τοὺς γὰρ κτεῖναι δυναμένους καὶ σώζειν εἰκός. διὸ κουροθάλεια καλεῖ- ται ἡ δάφνη, διὰ τὸ κουροτρόφον τοῦ Ἀπόλλωνος. Q. κουροτρόφος γὰρ ὁ θεός. H.

88. τηλίκος ἐστίν] τοιοῦτος τὴν ἡλικίαν ὡς ἀγνοεῖν τὰ γενόμενα. B.H.

92. ἔρδουσα μέγα ἔργον] τοῦτο μέγα ἔργον πράττουσα, τὸ ἀτι- μάζειν τὸν ξένον. H.

σῇ κεφαλῇ ἀναμάξεις] πάντως ἑαυτῇ προστρίψῃ ἢ ἀναλήψει. V. σεαυτῷ προστρίψεις. πάντα γὰρ ἀκριβῶς ᾔδεις. B.H.

94. ὡς τὸν ξεῖνον] ὥστε οὐ διὰ φιλοξενίαν μόνον τῷ πτωχῷ συνε- πόθει, ἀλλὰ καὶ προσθεραπεύουσα αὐτὸν ὑπὲρ τοῦ πυθέσθαι. Q.

95. πυκινῶς] ἀντὶ τοῦ πάνυ. V.

97. δίφρον] οὐ θρόνον, ἀλλὰ εὐτελὲς ὑποπόδιον. B.

108. νεικέοι] διαβάλοι ἐπὶ κακοξενίᾳ. B. κακολογοίη. V.

109. ὥστε τευ ἢ βασιλῆος] τὸ ἤ ἀντὶ τοῦ καί, ὡς εἶναι, ὥσπερ καὶ τινὸς βασιλέως κλέος ἀμώμου. H. Q.

111. εὐδικίας ἀνέχῃσι] δικαίας κρίσεις. τὸ δὲ ἀνέχῃσι, αὔξει, ἀνυψοῖ. B.

113. πάντα, οὐ μῆλα. Ῥιανὸς, ἄσπετα. H.

114. εὐηγεσίης] τῆς εὐδαιμονίας, ἢ τῆς εὐαρχίας, παρὰ τὸ εὗ ἡγεῖσθαι. κακῶς δʼ οἱ σὺν τῷ ρ γράφοντες, εὐηργεσίης. H.Q.V.

[*](1. ἤτοι om. H. M. χος, εὐδικίας ἄνω ἔχη. λελίπασμαι] οὐ λελίπασμαι H. 28. εὐηργεσίης] Sic omnes tres: 8. κουροθάλεια] Sic etiam ap. Eu- non εὐεργ. ut est in Vulg. edd. re- stath. p. 1856 33. Apud Hesych. cent. ex aliquot textus editionibus: κορυθαλία. Vid. Steph. Thes. vol. 4. vid. Alter. BUTTM. In textu M. p. 1847. ed. Paris. est εὐεργεσίης. Eustatm. p. 1857. 16. σεαυτῷ correxi pro σεαυτόν. 63. ἔοικε δὲ γράφειν τινὰς καὶ εὐηργετ 23. κλέος om. Q. σίας· διὸ παρασημειοῦνται οἱ παλαιοὶ 24. ἀνέχῃσι] Apollon. Lex. ἀνέ τι καλῶς (corr. κακῶς) λέγουσιν οἱ σῦν χῃσι· ἡ μὲν λέξις ἐν τῇ Τ τῆς Ὀδυσ· τῷ ρ γράφοντες. σείας “εὐδικίας ἀνέχησι.” ὁ δὲ Ἀρίσταρ- )
673

ἀρετῶσι δὲ λαοὶ] ἐν ἀρετῇ ὦσι, καλῶς προύχοντος τοῦ ἡγεμόνος. B. Q. ἢ, ἐν ἀρετῇ καὶ εὐδαιμονίᾳ διάγωσιν. B.Q.V.

116. μηδʼ ἐμὸν ἐξερέεινε γένος] διὸ, ἐπεὶ οὐδὲν κακὸν ἐποίησας, μηδʼ ἐμὲ λύπει τὰ παρὰ προαίρεσίν με αἰτοῦσα λέγειν. B. Q.

Ἀρίσταρχος, μηδέ μοι. H.

121. μή τις μοι δμωῶν] δμωῶν σὺν τῷ ι καὶ περισπωμένως, θη- λυκὸν γάρ ἐστι. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. H.

122. δακρυπλώειν] σύνθετον τὸ δακρυπλώειν, οἷον δάκρυσι πλη- θύειν. τὸ δὲ πλώω πολλάκις τὸ πλήθειν σημαίνει. B.H.Q. δα- κρύων πληθύνειν. V.

124. ἤτοι μὲν ἐμὴν ἀρετὴν] καὶ τὴν ψυχικὴν ἀρετὴν καὶ τὴν σω- ματικὴν ἀπώλεσαν ἐξ οὗ ἀπῆλθεν Ὀδυσσεύς. Q.

127. τὸν ἐμὸν βίον ἀμφιπολεύοι] τοῦ ἐμοῦ βίου προνοοῖτο. B.

130. ἠθέτηνται δ΄. ἐν δὲ τοῖς πλείστοις οὐδὲ ἐφέροντο. H.

131. ὑλήεντι Ζακύνθῳ] ἀρσενικῷ θῆλυ ἐπήγαγεν, ὡς τὸ “κλυτὸς Ἱπποδάμεια.” H.

135. οἳ δημιοεργοὶ ἔασιν] οἳ δημοσίαν μοι χρείαν ἀγγέλλουσι. B. Q.

136. Ὀδυσῆα ποθεῦσα] Ἀρίσταρχος, Ὀδυσῆ ποθέουσα. H.

πόσιν] γρ. φίλον. Vind. 5.

139. ὕφαινον] Ἀρίσταρχος, ὑφαίνειν. H.

144. τὸ ἑξῆς, ἐνταφήϊον Λαέρτῃ ἥρωῖ, ὅτε καί μιν μοῖρʼ ὀλοὴ καθέλῃσι θανάτου. H. τὸ ἑξῆς εἰς τὸ ταφήῖον. H.

150. ἀλλύεσκον, διὰ τοῦ ν. H.

154. οὐκ ἀλεγούσας] φροντίδα μὴ ποιουμένας. H.

155. ὁμόκλησαν] ὁμοῦ πάντες ἐπέπληξαν. V.

160. οἷός τε] δυνατός. καὶ ὁ τε πλεονάζει. H.

[*](5. μηδέ] μὴ δέ H. teres 136. et 139. agnoscit Ari. 8. πληθόειν H. πληθύνειν B. Q. starchus. Quare puto Λ mutann- 15. δ΄—έφέροντο]λ΄—ἔφερον H.Cor- dum in Δ et suspectos tantum ha- rexit Porsonus, qui haec annotavit bendos 130—133.” “Sed miram stragem edere vo- 20. Ὀδυσῆ] ὁδυσσῆα H. Legen- luere quicunque tot versus ejecere. dum Ὀδυσῆ. Schol. cod. Townl. Præterea non coit sententia tri- ad Il. δ, 384. Τυδῆ. ὡς ἀλλʼ Ὀδυσσῆ ginta tantum versibus expulsis, sed ποθέουσα· καὶ (Il. ο, 339.), Μηκιστῆ duo præterea 160. 161. abigantur δʼ ἕλε Πολυδάμας. PORSON. necesse est et legamus λβ΄. Præ-)
674

161. οἴκου κήδεσθαι] ᾧ οἴκῳ, ὅ ἐστιν οὐ τοῦ τυχόντος οἴκου δύνα- ται φροντίζειν. H.

ὄλβον] γρ. κῦδος. H.

ὀπάζει] παρέχει. V.

163. οὐ γὰρ ἀπὸ δρυός] ἐξ ὧν ἐφάτιζον, τουτέστιν ἐνόμιζον οἱ πα- λαιοὶ σφᾶς αὐτοὺς γεγονέναι. B. παλαιφάτου] παλαιὰ φατιζομένης. οἱ γὰρ παλαιοὶ ὑπελάμβανον τοὺς πρὸ ἑαυτῶν ἐκ δρυῶν καὶ πετρῶν γεγενῆσθαι, διὰ τὸ τὰς τικτούσας εἰς τὰ στελέχη καὶ σπήλαια ἐκ- τιθέναι τὰ παιδία. ἔστι δὲ ὁ λόγος, οὐ γὰρ δὴ ἐκείνων εἶ σύ. πιθα- νὸν δὲ τοὺς πάλαι ἀνθρώπους ἐν ταῖς ἐρημίαις τὰς μίξεις ποιεῖσθαι πλησίον πετρῶν καὶ δρυῶν. τινὲς δὲ, παλαιφάγου, ἐπειδὴ οἱ παλαιοὶ ἐβαλανοφάγουν· παρὸ καὶ φηγὸς ὡς φαγός τις οὖσα. H.Q.V.

172. Κρήτη τις γαῖʼ ἐστὶ περίρρυτος] ὑδρηλή. V. ἀντὶ τοῦ περιρρεομένη θαλάσσῃ. οὐ γάρ ἐστι μέσον ὡς κέντρον τοιοῦτον ἐπὶ τῆς Ὠλγυγίας “ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης” (Od. α, 50.). B. H.Q.

174. πολλοὶ ἀπειρέσιοι] ἐπήνεγκε τῷ πολλοί τὸ ἀπειρέσιοι αὐξή- σεως ἕνεκεν. V.

ἐννήκοντα πόληες] ἐν Ἰλιάδι (β, 649.) ἑκατόμπολιν τὴν Κρήτην λέγει, οὐχ ὡρισμένως ἑκατὸν πόλεις ἔχουσαν, ἀλλὰ ἀντὶ τοῦ πολλάς. ἔνιοι δέ φασιν Ἰδομενέα κατὰ τὸν ἐξ Ἰλίου ἀνάπλουν ἀπελαυνόμενον τῆς Κρήτης ὑπὸ Λεύκου, ὃν θετὸν παῖδα καταλελοίπει φύλακα τῆς βασιλείας, δέκα πόλεις πορθῆσαι. μετὰ δὲ τὰ Τρωῖκὰ αἱ δέκα πό- λεις προσεκτίσθησαν. V. πῶς οὖν ἐν τῷ καταλόγῳ φησὶν “ἄλλοι δʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο;” ἤτοι οὖν ἐκεῖ τὸ ἑκατόν ἀντὶ τοῦ πολλοῦ κεῖται, ὡς “τῆς ἑκατὸν θύσανοι” (Il. β, 448.)· ἢ [*](4. ὀπάζει et παρέχει correxi pro πετρῶν V. πετρῶν καὶ δένδρων Q. ὀπάζοι et παρέσχει (sic). Quod etiam παλαιφάγου] Sic Apio: vid. A- παράσχοι esse posse monet Buttm., pollon. Lex. s. 1. v. et conf. Eunt. si legatur ὀπάζοι, quod in textu ha- p. 1859, 33. ubi male παλαιφάτου. bent H. M., sed superscripto η in 14. περερρεομένη] περιραινομένη H. 22. Λεύκου, ὃν θετὸν ex Eustathio 6. φατιζομένης] φατιζόμενος Q. περὶ p. 1860, 57. restitutum pro λευ- ἦς παλαιὰ μυθεύεται addit V. κο*ὄντα. 7. ἑαυτῶν V. αὐτῶν H. Q. καταλελοίπει] κατέλιπε Eustathius. 8. ἐκτιθέναι] ἐντιθέναι V. 23. Τρωῖκὰ ex Eustathio correc- 9. εἷ σὺ] ἐσσι H. Q. tum pro ἡρωῖκά. πιθανὸν Barnes. pro εἰς πιθανόν. 26. πολλοῦ H. πολλῶν Q. 11. πετρῶν καὶ δρυῶν H. δρυῶν καὶ τῆς—θύσανοι] τοῖς—θυσάνοις Q. )

675
ἐπεὶ μετὰ τὸν ἀπόπλουν οἱ μετὰ Ἰδομενέως ἐπόρθησαν Λύκτον καὶ -τὰς πέριξ ἃς ἔχων Λεῦκος ὁ Τάλω πόλεμον ἤρατο πρὸς αὐτούς. οὕτος θετὸς ὢν Ἰδομενέως παῖς, ἀφεθεὶς ὑπʼ αὐτοῦ φύλαξ τῆς Κρήτης, ἐστασίασε πρὸς αὐτοὺς ἐπανελθόντας. μετὰ δὲ ταῦτα προσεκτίσθη- σαν αἱ δέκα. H. Q.

175. ἄλλη δʼ ἄλλ ων γλῶσσα] προῳκονόμησεν, ἵνα μή τις αὐτὸν ἐλέγξῃ διὰ τὸ μὴ χρήσασθαι τῇ διαλέκτῳ αὐτῶν. V.

ἐν μὲν Ἀχαιοὶ] μετὰ τὰ Ἴλιακὰ Ταλθύβιος ἐκ Μυκηνῶν ἤγαγεν ἀποικίαν. V.

176. Ἐτεόκρητες] οἱ αὐτόχθονες Κρῆτες, ἢ οἱ ἰθαγενεῖς.

Κύδωνες] οἱ αὐτόχθονες Κύδωνες, ἀπὸ Κύδωνος τοῦ Ἀπόλλω- νος. B.

177. τριχάῖκες] τριχῆ διαιρεθέντες. οἱ μὲν γὰρ Εὔβοιαν κατῴ- κησαν, οἱ δὲ Πελοπόννησον, οἱ δὲ Κρήτην. Ἀπολλώνιος δὲ τοὺς πο- λεμικοὺς λέγει, ἀπὸ τοῦ ἀΐσσοντας καὶ ἐπισείοντας τὰς κόμας ἐν τῇ περικεφαλαίᾳ πολεμεῖν, ἴσον τῷ “κορυθάῖκι” (Il. χ, 132.). εἰσὶ δὲ οἳ τοὺς τριλόφους φασὶν, οἱ δὲ τοὺς ὀρχηστὰς ἀποδιδόασιν. V. τριχῆ διαιρεθέντες. οἱ μὲν γὰρ Πελοπόννησον, οἱ δὲ Εὔβοιαν, οἱ δὲ Κρήτην ᾤκησαν. οἱ δὲ τοὺς πολεμικοὺς, ἀπὸ τοῦ σείειν τὰς τρίχας τῆς κεφαλαίας. B.

δῖοι] οἱ εὐγενέστατοι. V.

178. τῇσι δʼ ἐνὶ Κνωσσὸς μεγάλη πόλις, ἐνθάδε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστύς] μυθολογεῖται τὸν Εὐρώπης καὶ Διὸς Μίνωα ἐν Κρήτῃ οἰκοῦντα διὰ ἐνναετίας ἀφικνεῖσθαι πρὸς τὸν πατέρα παιδευθησόμενον, καὶ ὡς παρὰ σοφιστοῦ μανθάνειν τὰ δέοντα, οὐ μὴν ἀλλὰ καὶ τοῦ χρόνου τὰς ἀποδείξεις διδόναι ὥν μεμαθήκοι ἐν τῇ προτέρᾳ ἐνναετηρίδι παρὰ τοῦ Διός. ὅθεν καὶ τῶν πάντων αὐτῶν βασιλέα καταστῆσαι, τῇ τε γνώμῃ καὶ τῇ κρίσει διενεγκεῖν ὥστε ἐν Ἅιδου δικαστὴν γενέσθαι τῶν ἀδίκων ψυχῶν. ἡ δὲ ἱστορία παρὰ Πλάτωνι. V.

[*](2. ἔχων] ἔσχον Q., omissis hoc mam probat Joannes Alex. Τον. loco reliquis Λεῦκος—αὶ δέκα. Idem παραγγ. p. 8, 36. perispomenon vero verba οὗτος θετὸς ὢν—αἱ δέκα ponens Ταλῶς, ὁ. Vitiose Λεύκων ὁ infra habet ad v. 183. cum lem- Τάλας in schol. Il. β, 649. mate ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων. 17. φασὶν addidi ex Eustathio p. Λεῦκος Cramerus. λεῦ H. 1861, 16. Τάλω] ταλὼ H. Aut Τάλω scri- 30. Πλάτωνι] In Minoe p. 319. e. bendum erat, aut Ταλῶ, quam for- ad quem locum Boeckhius (in Plat. )
676

179. ὀαριστής] ὀαριστὴς, ὁμιλητής· οὐκ ἄρα μόνον ὀαρίζειν τὸ ἐρωτικῶς ὁμιλεῖν. τὸ δὲ ἑξῆς, ἔνθα τε Μίνως βασίλευεν ἐννέωρος Διὸς μεγάλου ὀαριστής. φασὶ γὰρ ὅτι ἐπὶ θʼ ἔτη κεχωρισμένος ἀν- θρώπων διέτριβεν ἐν τῆ Ἴδῃ καὶ συνετίθει νόμους, καὶ διεβεβαιοῦτο παρὰ τοῦ πατρὸς εἰληφέναι Διὸς πρὸς τὸ μὴ τοὺς ὑπηκόους ἀνυπο- τακτεῖν. οἱ δέ φασιν θʼ ἔτη παιδευθέντα αὐτὸν ὑπὸ τοῦ Διὸς οὕτω βασιλεῦσαι θʼ ἔτη. B.

ἐννέωρος] οἱ μὲν, ὅτι διὰ ἐννέα ἐτῶν τῷ πατρὶ συνιῶν Διὶ παρʼ αὐτοῦ ἐμάνθανεν ἅτινα εἴη δίκαια, οἱ δὲ, ὅτι ἐνναετὴς ὢν βασιλεύειν ἤρξατο· οἱ δὲ, ὅτι ἐπʼ ἐννέα ἔτη ἐβασίλευσεν ὁμιλητὴς γενόμενος τοῦ Διός· οἱ δὲ ὅτι ἐπʼ ἐννέα ἔτη παρὰ τῷ πατρὶ ἐπαιδεύθη. φασὶ δὲ ἕτεροι ὡς ταῖς τῶν βασιλέων γνώμαις οὐ ῥᾳδίως πείθονται οἱ ὑποτε- ταγμένοι. ἀνιόντα οὖν αὐτὸν εἰς τὴν Ἴδην διὰ ἐνναετίας συνθεῖναι νόμους, καὶ φέροντα διαβεβαιοῦσθαι ὡς ὑπὸ τοῦ Διὸς εἶεν δεδο- μέναι. V.

183. ὄνομα κλυτὸν] ἐκλυόμην καὶ ἐκαλούμην ὀνόματι. B. V. Αἴθων] ὄνομα κύριον. V.

188. στῆσε δʼ ἐν Ἀμνισῷ] προσώρμισε. Κνωσσοῦ δὲ ἐπίνειον Ἀμνισός. ἔστι δὲ καὶ ποταμὸς Κρήτης. B. Ἀμνισὸς πόλις καὶ ποταμὸς Κρήτης. V.

Εἰλειθυίης] τῆς ἀφωρισμένης ταῖς τικτούσαις θεᾶς. V.

192. δεκάτη ἢ ἑνδεκάτη] ψευδόμενοι ἐπὰν λέγωσί τι μὴ εἰδέναι ἀληθῶς, πιθανώτεροι δοκοῦσιν εἶναι. V.

203. ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα] τινὲς βούλονται τὸ ἔλεγε σημαίνειν. ἄλλοι δὲ τὸ ἤῖσκε, τὸ εἴκαζεν, ὡμοίου. τὸ γὰρ ὅλον, πολλὰ ψευδῆ λέγων εἴκαζεν, ὥστε ὅμοια εἶναι ἀληθέσιν. ἀπὸ τοῦ εἴδῶ, ὁ μέλλων εἴσω. V.

205. ὡς δὲ χιὼν] ἁρμοδίως ἐχρήσατο τῇ πρὸς τὸ δάκρυον παρα- βολῇ. B.

206. καταχεύῃ] ἄγαν ἐκχέῃ. V.

211. ὀφθαλμοὶ δʼ ὡσεῖ κέρα ἔστασαν] ὡς τόξα τεταμένα, ἐξ οὗ [*](Minoem p. 60.) nostro scholio ad lapsu manifesto. BUTTM. vindicandam ibi veram lectionem 8. Conf. Eustath. p. 1861, 29. recte usus est; nisi quod μεμαθήκοι et Apollon. Lex. s. v. ἐννέωροι. apud scholiasten quoque in μεμαθή- 16. In B. est ὀνομάκλυτος: ὡς κει mutandi causa est nulla. Edd. ἐκλύομεν καὶ ἐκαλοῦμεν ὀνόματι. ante Barnesium habent μεμαθήκοιεν 25. ἔλεγε Barnes. pro ἔλεγον. )

677
νοεῖται τὸ ἀκαμπεῖς, σκληροὶ, μὴ ἐνδιδόντες τοῖς δάκρυσιν. B. κέρα] τόξα, ἵνα ᾖ, τεταμένους εἶχε τοὺς ὀφθαλμοὺς ὥσπερ τόξα. ἢ ἄλλως τὴν φύσιν τοῦ κέρατος παρέλαβεν. σκληρὸν γάρ. V.

213. τάρπη] ἐκορέσθη, ἐτέρφθη. ἢ ἐξετράπη τοῦ γόου. V.

222. μοι] γρ. οἱ. H.

225. ὥς μοι ἰνδάλλεται ἦτορ] ὥς μοι ἀναφέρει ἡ ψυχὴ, ὡς δια- μέμνημαι. V.

225. πορφυρέην οὔλην] ἀντὶ τοῦ ὁλοπόρφυρον, ἢ ἁπαλήν. B. ἤτοι ὁλοπόρφυρον, ἢ τρυφεράν. V.

226. τοι] γρ. οἱ. H.

227. αὐλοῖσιν διδύμοισι] ἀνατάσεσι δυσὶ πρὸ τῆς χλαμύδος, ὅ ἐστιν εἰς τὸ ἔμπροσθεν μέρος τῆς χλαμύδος ἐπάνωθεν τῆς πόρπης ἐξημμένους. B. αὐλοῖσι] ῥάβδοις εὐθείαις, εἰς ἃς κατακλείονται αἱ περόναι. διδύμοισι] διπλαῖς, ἢ συμφνέσι περόναις. V.

229. λάων] ὁ μὲν Ἀρίσταρχος ἀπολαύων, ἀπολαυστικῶς ἔχων· ὁ δὲ Κράτης λάων φησὶν ἀντὶ τοῦ βλέπων. ὅθεν κατὰ στέρησιν ἀλαὸς ὁ τυφλός. οἱ δέ φασιν ἀφῃρῆσθαι τὸ υ, ἵνα ᾖ ὑλάων. ἢ ἀπελαύνων. V. ἀπολαυστικῶς ἐσθίων· ἢ ὑλάων κατʼ ἔνδειαν τοῦ υ. ἢ βλέπων· ὅθεν καὶ ἀλαὸς ὁ τυφλὸς κατὰ στέρησιν. B.

230. ὡς οἱ χρύσεοι ὄντες] ἀπὸ χρυσοῦ κατεσκευασμένοι. ἔστι γὰρ καὶ ἐν ὑφάσμασιν ἀπὸ χρυσοῦ ποικίλματα. λείπει δὲ τὸ ὡς, ὡς χρύσεοι ὄντες. B.

λάε] οἱ μὲν ἐπεβλέπετο, οἱ δὲ ἀπολαυστικῶς ἤσθιεν. V. ἀπέ- λαυε. P.

232. σιγαλόεντα] ἁπαλόν. V.

233. λοπὸν] τὸ λέπος, ὃ λέγομεν τζύπαν. γίνεται δὲ ἀπὸ τοῦ [*](3. παρέλαβεν correxi pro περιέλα- Ὀδυσσείας ex scholio integriore ad βεν. In cod. Barnes. ἐλάμβανε. hunc versum sumta esse conjecit 6. διαμέμνημαι Buttm. pro δια- Lehrs. de Aristarch. p. 3. 23. ἀπέλαυε Buttm. pro ἀπέ- μέμμνηται. 11. χλαμύδος] χλαμίδος B. utrobi- λαβε. Idem recte huc rettulit quod que. χλανίδος schol. Il. ξ, 513. Barnesius ex codice Alovsiano ad 15. ὁ μὲν Ἀρίσταρχος—] Excerp- v. 61. adscriptum protulit λάβε sit hoc scholion Eustath. p. 1863, cum gl. ἀπόλαυσον (corr. ἀπέλαυσεν). 42. Conf. etiam Apollon. Lex. s. v. 26. τζύπαν] De hoc vocabulo, λάων. Quae de cognato vocabulo λά- quod etiam τζίπα et τζήπα scribitur, ρυγξ Orion Etym. p. 94. excerpsit vid. Ducangium p. 1568. ex Aristonico ἐν τῷ περὶ σημείων)

678
λέπω τὸ λεπίζω. B. λέπυρον. εἴρηται δὲ πρὸς τὸ ἰσχνὸν καὶ εὔτο- νον. παρὰ τὸν ὑμένα τοῦ λεπίσματος. V.

242. τερμιόεντα] οἱ μὲν τέλειον, συναποτερματιζόμενον ὅλῳ τῷ σώ- ματι, ποδήρη, οἱ δὲ σύμμετρον, καὶ μήτε ἐνδέοντα μήτε ὑπέρμετρον. V. ποδήρη, ὡς “ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα (Il. π, 803.). B.

246. γυρὸς ἐν ὤμοισι] περιφερεῖς καὶ στρογγύλους ἔχων τοὺς ὤμους. ἢ κυρτός. ὁ τρόπος εἰκονισμός. V. γυρὸς] οὐκ ἐπιμήκης, ἀλλὰ στρογγύλος. B.

255. αὐτὴ γὰρ] γρ. αὐτίκα γάρ. H.

260. οὐκ ὀνομαστήν] δυσώνυμον· οὐκ ὀνομαστὴν δὲ, ἣν οὐδὲ ὀνο- μάσαι καλόν. B.

263. ἐναίρεο] ἀντὶ τοῦ ἔναιρε, διάφθειρε. B. Q.

ἀναίρεο] κατάφθειραι. V.

272. γρ. πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε. H.

283. ἀλλʼ ἄρα] τὸ ἑξῆς, ἀλλʼ ἄρα οἱ τόγε κέρδιον εἴσατο θυμῷ, χρήματʼ ἀγυρτάζειν, ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο. B.

285. ὣς περὶ κέρδεα πολλὰ] οὕτως περισσῶς συνετὰ οἶδεν ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους· ὡς τὸ “περὶ πάντων ἔμμεναι ἄλλων (Il. α, 287.). B.

288. ἀποσπένδων] γρ. ἐπισπένδων. H.

294. ἕτερόν γʼ ἔτι βόσκοι] ἐλλείπει γένος. V.

305. μὲν τῆ] τούτῳ τῷ τρόπῳ. V. οὕτως. Gl. H.

306. τοῦ δʼ αὐτοῦ λυκάβαντος] λυκάβας ὁ ἐνιαυτὸς ἠτυμολο- γήθη μὲν παρά τινων ἐκ μεταφορᾶς τῶν λύκων· οὗτοι γὰρ μενοι ποταμὸν ἀλλήλων τὰς οὐρὰς δάκνουσιν· ὥσπερ καὶ ἐπὶ τοῦ χρό- νου· ἡμέρα γὰρ ἔχεται τῆς ἡμέρας, καὶ ἑβδομὰς τῆς ἑβδομάδος, καὶ μὴν τοῦ μηνός. ἢ παρὰ τὸ λύγος τὸ σκότος, καὶ τὸ αὔω τὸ λάμπω· διὰ γὰρ τῶν νυχθημέρων συμπληροῦται ὁ ἐνιαυτός. ἄλλοι δὲ ἀπὸ τοῦ λύω καὶ τοῦ αὔω τὸ ξηραίνω, ἐπείπερ ὁ ἡλιακὸς δρόμος τὸ τοῦ χρόνου συμπερᾷ διάστημα. ἢ παρὰ τὸ λυγαίως βαίνειν ἤτοι κε- κρυμμένως καὶ λεληθότως. B.

314. τεύξῃ] γρ. τεύξεαι. H.

[*](1. λέπυρον pro λέποιον correctum τόν δʼ (sic, quasi τόνδʼ voluerit) ὑπο- ex Eustathio p. 1863, 48. δέξομαι. Non apparet quid voluerit. 21. Sequitur in H. ad v. 257. 24. λυκάβας] Conf. schol. ad ξ, (ubi τὸν δʼ οὐχ ὑποδέξομαι legitur) γρ. 161.)
679

323. τοῦτον ἀνιάζῃ θυμοφθόρος] λείπει, ὅστις δὲ θυμοφθόρος, τοῦ- τον ἀνιάζῃ κάκιον αὐτῷ. θυμοφθόρος δὲ σημαίνει ἐφθαρμένος τὴν ψυχὴν, φρενοπλήξ. οὐδὲν ἔργον ἀνίας ἀνύσει κατὰ τοῦ ξένου, ἐγῶ γὰρ αὐτοῦ προΐσταμαι. B.

326. ἐπίφρονα] γρ. ἐχέφρονα. H. M.

327. ἀῦσταλέος] αὐχμηρὸς, ἠμελημένος. B. αὐχμῶν. V.

328. δαινύῃ] εὐωχεῖσθαι μέλλεις. V.

ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσι] τοῦτο πρὸς τὴν εὐφημίαν εἴρη- κεν, καὶ ἀναφέρεται ἐπὶ τὸ κλέος. ὀλιγοχρόνιοι δὲ ὑπάρχοντες οἱ ἄνθρωποι ὀφείλουσιν εὗ πράττειν ἐν τῷ βίῳ, καὶ φήμην ἀγαθὴν περὶ ἑαυτῶν ἀπολείπειν. V.

331. ἐφεψιόωνται] ἐπεγγελῶσι, ἐπιμωκῶνται. B.

ἑψιόωνται] καθάπτονται, καὶ λοιδοροῦνται· ἢ ἐπιχαίρουσι καὶ ἐφήδονται. V.

338. ἤχθεθ] ἀντὶ τοῦ ἠλλοτριώθη. ἀρχὴν γὰρ ἔλαβον τοῦ δυσ- τυχεῖν ἐξελθὼν τῆς πατρίδος. ἐμισήθη, φησὶν, ἀφʼ οὗ κατέλιπον τὴν πατρίδα. ἐμίσησα τὰς χλαίνας, λοιπὸν ἐν ῥάκεσιν ἐθίσας. καὶ νῦν οὐ βούλομαι ἐν τοιούτῳ καθεύδειν, ἀλλὰ καθεύδω ἐν ῥάκει καὶ ἀγρυπνῶ ὡς πρότερον. B. τὸ ἄχος ἐμβάλλει. MS. Barnes.

343. ἐπιήρανα] προσηνῆ, ἀπὸ τοῦ ἐρᾶν. B.

344. οὐδὲ γυνὴ ποδὸς ἅψεται] διὰ τὸ ὑβριστικὸν τῶν γυναι- κῶν. V.

346. εἰ μή τις γρηῦς ἔστι] ἀθετοῦνται οἱ τρεῖς, πρῶτον μὲν ὅτι αἱρεῖται τὴν δυναμένην ἐπιγνῶναι· εἶτα δὴ καὶ γέλοιον τὸ ἥτις δὴ τέτληκε. τίς γὰρ φθονεῖ τῶν μὴ σπουδαίων; M. V.

351. φιλίων] ὡς ἡδίων, συγκριτικὸν, ἀντὶ τοῦ φίλτερος. B.

356. ὀλιγηπελέουσα] ὀλίγον ἔτι τοῦ πέλειν ἔχουσα. τούτου δὲ προκατάρχεται ὄνομα τὸ ὀλιγηπελία. B.

360. ἐν κακότητι] ἐν κακώσει καὶ ἐν ταλαιπωρίᾳ, ἀντὶ τοῦ ἐν κακοῖς. B.

[*](20. ἐπιήρανα] τὰ ἐπικουρητικὰ τῆς verum mihi videtur judicium: ut ψυχῆς· οὕτως Ἀρίσταρχος, Apollon. hæc sit mens istorum criticorum, Lex. s. v. ἐπίηρα, ubi ἐπίηρʼ ἀνὰ θυ- ridiculum esse quod Ulysses tam μῶ scriptum, quod librorum quo- probam ferminam sibi exposcat ad rundam vitium Eustath. notavit demandandum ei negotium minime p. 1867, 29. 25. μὴ addidit Barnes. Quod invidendum. BUTTM. 25. μὴ addidiy Batnes. Quod )
680

361. κατέσχεθε] κατέσχε. V.

363. ἀμήχανος] πρὸς ὃν, δηλονότι τὸν Δία, οὐκ ἔστι τινὰ μηχα- νὴν εὑρεῖν. ἐξ οὗ δεινὸς καὶ χαλεπός ἐστι. MS. Barnes.

370. ἐφεψιόωντο γυναῖκες] προσπαίζουσιν. ἴσως, φησὶ, καὶ αὐτὸς οὕτως ὑβρίζεται πλανώμενος, ὥσπερ σὺ νῦν ὑβρίζῃ παρὰ τῶν δουλί- δων. B. ἐφεψιόωντο] καθήπτοντο, ἐλοιδοροῦντο. V.

378. κήδεσιν] ἀντὶ τοῦ, διὰ τὰ σὰ κήδεα. B.

386. λέβητα] νῦν τὴν λεκάνην. V.

393. οὐλὴν] Ἀττικοὶ τὸ θεραπευθὲν τραῦμα ὠτειλήν φασι· παρὰ δὲ Ὀμήρῳ ὠτειλὴ μὲν τὸ ἀθεράπευτον, οὐλὴ δὲ τὸ θεραπευθέν. B. ἤλασε] τύψας ἐποίησε. B.

394. Παρνησσόνδε] εἰς τὸν Παρνασσόν. Παρνασσὸς δὲ ὅρος Δελφῶν. V.

396. κλεπτοσύνῃ θʼ ὅρκῳ τε] οὐκ ἐπιορκῶν, ἀλλὰ σοφιζόμενος τοὺς ὅρκους, αὐτὸς μὲν εὔορκος διέμεινε, τοὺς δὲ ἐγκαλοῦντας διὰ τῆς ἐπινοίας ἔπειθεν. B.

401. γρ. Ἀντίκλεια. H.

407. ὀδυσσάμενος] μισηθείς· ἢ ὀργὴν ἀγαγών· ἢ βλάψας. V.

409. ἐπώνυμον] φερώνυμον. V.

410. ἡβήσας] ἐν ἀκμῇ ἡλικίας γενόμενος. V.

432. Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας] Φιλωνὶς ἡ Δηῖόνος θυγάτηρ οἰκοῦσα τὸν Παρνασσὸν ἐν αὐτῷ παρελέχθη καὶ Ἀπόλλωνι καὶ Ἑρμῇ· εἶχε γὰρ τὸ κάλλος ἐράσμιον ἐπὶ τοσοῦτον ὥστε καὶ τοὺς θεοὺς ζηλοτυποῦντας κατὰ τὸ αὐτὸ θελῆσαι μίσγε- [*](1. κατέσχεθε] Sic ed. ant.: nam tem, memorat. BUTTM. recentt. e textu edito κατέσχετο. 19. ἐπώνυμον] Vid. ad η, 54. BUT. Illa scriptura nondum quod sciam 21. Hoc scholion in V. positum aliunde enotata est. BUTTM. in fine libri. 3. 4. Puto hoc acholium ad Il. τ, 22. Δηῖόνος] Δαιδαλίωνος Barnes- 273. pertinere. Nisi et hic forte ius collatis Hygino Fab. 200. et ἀμήχανος ad Ζεύς referatur. Vid. in- Ovidio Metam. 11, 295. fra ad v. 560. BARNES. Certe παρελέχθη] Verbum παρελέχθη pro utriusque loci, et hujus et Il. τ, παρέλεκτο vel παρελέξατο, et in ser- 273. eadem est ratio, significatio mone quidem prosario miror. BUT. autem vocis ἀμήχανος, nisi cum 23. καὶ Ἑρμῇ (cujus dei nomen scholiastis utrobique ad Jovem re- desiderari monuerat Muncker. ad feras, diversa. BUTTM. Hygin. fab. 200.) addidit Buttm. 4. προσπαίζουσιν] Respicit scrip- 24. αὐτὸ Barnes. ex cod. pro αὐ- turam ἐφεψιόωνται, quam Eustathius τῷ, quod alii in αὐτῇ, mutaverant. quoque, sed ut metro repugnan- )

681
σθαι. εἶτα ἐκ μὲν τοῦ Ἀπόλλωνος γίνεται Φιλάμμων, ἀνὴρ σοφιστὴς, ὃς καὶ πρῶτος ἐδόκει χοροὺς συστήσασθαι παρθένων, ἐκ δὲ τοῦ Ἑρ- μοῦ Αὐτόλυκος, ὃς οἰκῶν τὸν Παρνασσὸν πλεῖστα κλέπτων ἐθησαύρι- ζεν. εἶχε γὰρ ταύτην τὴν τέχνην παρὰ τοῦ πατρὸς, ὥστε τοὺς ἀν- θρώπους ὅτε κλέπτοι τι λανθάνειν, καὶ τὰ θρέμματα τῆς λείας ἀλλοι- οῦν εἰς ὃ θέλοι μορφῆς, ὥστε πλείστης αὐτὸν δεσπότην γενέσθαι λείας. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ. V.

πτύχας] τὰς ἀποκλίσεις. V.

434. ἀκαλαρρείταο λέγει τοῦ ἀκαλῶς καὶ ἡσύχως ῥέοντος. B.

435. βῆσσαν] τὴν πρόβασιν τοῦ ὄρους. V.

439. λόχμῃ] ὑλώδει χωρίῳ, πρὸς κοίτην ἐπιτηδείῳ, ἀπὸ τοῦ λέξα- σθαι. B. συνδένδρῳ τόπῳ. V.

440. διάη] διέπνει. V.

443. ἤλιθα] γίνεται ἐκ τοῦ ἁλίζω, τὸ συναθροίζω. ἀθροίσεως ἐπίρ- ρημα, σημαίνει τὸ ἀθρόως. τάττεται δὲ καὶ ἀντὶ τοῦ ματαίως. οἷον “ἐπέχραον ἤλιθα χερσίν ἀντὶ τοῦ ματαίως. V.

450. γουνὸς ὕπερ] κατὰ τὴν ἀρχὴν τοῦ μηροῦ· λέγει γοῦν “πολ- λὸν δὲ διήφυσε σαρκὸς ὀδόντι.” διὰ δὲ τοῦ λικριφίς δηλοῖ ὅτι οὐ μέχρι τῶν ὀστέων καθίκετο. ἐτυμολογοῦσι δὲ τὸ λικριφίς οἷον λίαν κεκρυμμένως· οἱ δὲ, περὶ τὰ ἰκρία, ὅ ἐστι τὰ πλάγια ξύλα, καὶ τὸ λίαν. B.

457. ἐπαοιδῇ δʼ αἷμα] Διοκλῆς ἐπαοιδὴν παρέδωκε τὴν παρηγορίαν. ἴσχαιμον γὰρ εἶναι ταύτην, ὅταν τὸ πνεῦμα τοῦ τετρωμένου προσεχὲς ᾖ, καὶ ὥσπερ προσηρτημένον τῷ παρηγοροῦντι, ὡς καὶ διʼ ἑτέρων “ἀλ- λὰ σὲ μὲν θεράπων ποτιτέρπετο” (Il. ο, 401.). ἔσχεθον δὲ ἀντὶ τοῦ ἔπαυσαν. V. [ἰστέον ὅτι ἀρχαία ἐστὶν ἡ διὰ τῆς ἐπαοιδῆς θερα- πεία, ὥστε καὶ Πίνδαρος ἐπὶ τοῦ Ἀσκληπιοῦ “μαλακαῖς ἐπαοι- δαῖς,” λέγει. MS. Barnes.]

471. χάρμα καὶ ἄλγος] Σοφοκλῆς “χαρά μʼ ὑφέρπει δάκρυον ἐκκαλουμένη. M. V.

[*](16. ἐπέχραον] Apoll. R. 2, 283. 29. Σοφοκλῆς] Sic etiam apud Eu- 20. κεκρυμμένως] Ab κόπτειν, πλεο- stath. p. 1872. extr. ὅθεν λαβὼν, φα- νασμῷ τοῦ ρ, derivat Etym. M. p. σὶ, Σοφοκλῆς ἔφη ὡς χάρμα ὑφέρπει δάκρυον ἐκκαλούμενον. Sed versus est 26. στέον—] Εκ Etym. M. p. Æschyli Agam. 270. unde χαρά μʼ correxi pro χάρμʼ (χάρμ, M.), quod 27. Πόδαρος] Pvth. 3, 91· uon scholiastæ, sed librarii errore )
682

490. κτείνωμι] γρ. κτείναιμι. H.

494, ἔξω] ἐν ἑαυτῇ κατάσχω. V.

497. καταλέξω] ἑκάστην εἴπω. V.

498. νηλίτιδές εἰσι] παρὰ τὸ ἀλιτεῖν. Ἀρίσταρχος δὲ τοὺς πο- λυαμαρτήτους, τοῦ νή ἐπιτατικοῦ ὄντος. ἄμεινον δὲ τοὺς ἀναμαρτή- τους. B. νηλιτεῖς] λίαν ἁμαρτωλαὶ ἄλλοι ἀπέδοσαν τοῦ νη ἐπι- τατικοῦ ὄντος, ὡς ἐν τῷ “νήχυτος ὄρπηξ.” ἄμεινον δὲ τὰς ἀναμαρ- τήτους, συγκειμένης τῆς λέξεως ἐκ τοῦ νη στερητικοῦ μορίου καὶ τοῦ ἀλιταίνειν, ἵνʼ ᾖ, ὅσαι ἁμαρτάνουσαι καὶ ὅσαι οὔ. V.

510. κοῖτος] ἀντὶ τοῦ ὕπνος. V.

511. ὅν τινά γʼ ὕπνος ἕλη] οἷον, ἐμὲ μὲν γὰρ οὐχ αἱρεῖ. V.

513. τέρπομʼ ὀδυρομένη] ἀντὶ τοῦ τρέπομαι, τῶν λυπηρῶν ἀπά- γομαι. B.

515. ἦλθεν] γράφεται, ἔλθῃ. B.

518. ὡς δʼ ὅτε Πανδαρέου κούρη] διαφόρως τοῖς νεωτέροις, οὐχὶ Πανδίονος, εἰ μὴ ἄρα διώνυμος ἦν. Πανδάρεω τοῦ Μέροπος Μιλη- σίου τὸ γένος γίνονται ἐξ Ἁρμοθόης γ΄ θυγατέρες, Ἀηδὼν, Κλεοθήρα, Μερόπη. οὗτος κυνα κλέψας χρνσοῦν ἡφαιστότευκτον ἔμψυχον ἐκ Κρήτης ἐκ τοῦ Διὸς τεμένους παρακατέθετο Ταντάλῳ. Διὸς δὲ καὶ Ἑρμοῦ ἀπαιτοῦντος αὐτὸν ὤμοσεν ὁ Τάνταλος μὴ ἔχειν. ὅθεν ὁ Ζεὺς κατέστρεψεν αὐτῷ Σίπυλον τὸ ὄρος. τὸν μὲν οὖν κύνα Ζεὺς δι᾿ Ἑρμοῦ ἀπέλαβεν ὁ δὲ Πανδάρης ἔφυγεν εἰς Ἀθήνας, κἀκεῖθεν εἰς Σικε- λίαν, ἔνθα διεφθάρη μετὰ τῆς γυναικός. συνέβη δὲ τῶν θυγατέρων αὐτοῦ Κλεοθήραν μὲν καὶ Μερόπην ὡραίας γενομένας ἁρπασθῆναι ὑπὸ ἀνέμων καὶ παραδοθῆναι Ἐρινύσιν ὑπηρετεῖν. Ἀηδὼν δὲ ἡ βυτάτη Ζήθῳ γαμηθεῖσα τῷ Διὸς μὲν παιδὶ, Ἀμφίονος δὲ ἀδελφῷ, Ἴτυλον ἔσχε παῖδα. φθονοῦσα δὲ τῇ ὁμονύμφῳ τῇ Ἀμφίονος γυναικὶ [*](scriptum esse ostendit femininum similibus narrata leguntur apud ἐκκαλουμένη, cui neutrum substituit Eustath. p. 1875, 33. Eustathius. 19. παρακατέθετο ex Eustathio .1. κτείναιμι] Hoc in textu habet scripsi pro παρεκατέθετο. 21. Σίπυλον τὸ ὅρος] Supra in schol. 6. νηλιτεῖς] Cf. schol. ad π, 317. λ, 582. Jupiter dicitur Tantalum 7. νήχυτος ὅρπηξ] Nicand. Ther. ἐξαρτῆσαι ἐπʼ ὅρους ὐψηλοῦ—, καὶ τὴν Σίπυλον (urbem) ἀνατρέψαι. Conf. 15. Πανδαρέου κοόρη] Conf. schol. etiam schol. Pind. Ol.α,97. BUTT. ad υ, 66. 25. Ἐρινύσιν scripsi pro Ἐρινύσιν, 18. οὗτος κύνα—] Eadem verbis pariterque in scholio proximo. )

683
Νιόβῃ τῇ Ταντάλου, τινὲς δὲ Ἱππομεδούσῃ, πλείονας ἐχούσῃ παῖδας, ὧν ὁ ἄριστος ἦν Ἀμαλεὺς, ἐπεβούλευε τούτῳ. καὶ τῶν ἀνεψιῶν συν- τρεφομένων, ὅθεν καὶ συγκοιμᾶσθαι συνέβη, κρύφα παρῄνεσε τὴν ἐν- δοτέρω κοίτην ἑλέσθαι, ὅπως εὐεπιβούλευτος αὐτῇ νύκτωρ ὁ Ἀμαλεὺς γένηται. καὶ τοῦ πάθους αὐτὴν σφόδρα καταλαβόντος ηὔξατο πᾶσι θεοῖς μεταστῆναι ἐξ ἀνθρώπων, καὶ ἠλλάγη εἰς τὸ ὁμώνυμον ὄρνεον. V.

Ἑρμοῦ καὶ Μερόπης γίνεται Πανδάρεως, οὗ καὶ Ἀρμοθόης Ἀηδὼν, Μερόπη, Κλεοθήρα. ἀλλʼ ἡ μὲν Ἀηδὼν Ζήθῳ γαμηθεῖσα, καὶ κτεί- νασα τὸν Ἀμφίονος υἱὸν, φόβῳ τῆς γυναικὸς αὐτοῦ καὶ τὸν ἴδιον υἱὸν Ἴτυν ἔσφαξε, προλαβοῦσα τὴν ἐκ τῆς δυσμενοῦς κόλασιν. τινὲς δέ φασιν ὅτι Ἀηδὼν ζηλοτυποῦσα τὴν πολυπαιδίαν Νιόβης τῆς Ἀμ- φίονος γαμετῆς, διὰ τῆς αὐτῆς ἀνοίας ὥρμησε νύκτωρ μετὰ ξίφους ἀποκτεῖναι τὸν μείζονα τῶν Νιόβης παίδων, ἔλαθε δὲ τὸν ἴδιον φο- νεύσασα. διωκομένη δὲ ὑπὸ Ζήθου διὰ τὸν φόνον τοῦ παιδὸς εἰς ὄρνεον μετεβλήθη τὴν ἀηδόνα. Μερόπη δὲ καὶ Κλεοθήρα ἀνετράφη- σαν ὑπὸ Ἀφροδίτης. ἐπεὶ δὲ Πανδάρεως δεξάμενος παρακαταθήκην ὑπὸ Ταντάλου τὸν ἐκ Κρήτης κλαπέντα κύνα χρυσοῦν ἔξαρνος ἐγένετο μὴ λαβεῖν, ἁρπασθεῖσαι ὑπὸ Ἁρπυιῶν Ἐρινύσι παρεδόθησαν. B.

τῇ Νυκτέως Ζεὺς μίγνυται. ἐξ ἧς Ζῆθος γίγνονται καὶ Ἀμφίων. οὗτοι τὰς Θήβας οἰκοῦσι πρῶτοι, καὶ καλοῦνται Διὸς κοῦροι λευ- κόπωλοι. γαμεῖ δὲ Ζῆθος μὲν Ἀηδόνα τὴν τὸν Πανδαρέου, τῶν δὲ γίνεται Ἴτυλος καὶ Νηΐς. Ἴτυλον δὲ ἡ μήτηρ Ἀηδὼν ἀποκτείνει διὰ νυκτὸς, δοκοῦσα εἶναι τὸν Ἀμφίονος παῖδα, ζηλοῦσα τὴν τοῦ προει- ρημένου γυναῖκα, ὅτι ταύτῃ μὲν ἤσαν ἓξ παῖδες, αὐτῇ δὲ δύο. ἐφορ- μᾷ δὲ ταύτῃ ὁ Ζεὺς ποινήν· ἡ δὲ εὔχεται ὄρνις γενέσθαι, καὶ ποιεῖ αὐτὴν ὁ Ζεὺς ἀηδόνα. θρηνεῖ δὲ ἀεί ποτε τὸν τύλον, ὥς φησι Φερε- κύδης. V.

χλωρηῒς] ἤτοι ἐν χλωροῖς φαινομένη, ἢ διὰ τὸ χρῶμα. B. ἤτοι ἐν χλωροῖς ὄρνεον διατρίβουσα, ἢ ἅμα τοῖς χλωροῖς φαινομένη. ἔαρος [*](2. Ἀμαλεύς pro Ἀμανεύς bis re- est ad finem libri; simulque accidit posui Barnesio credens non apud ut post illius extrema verba (παρὰ Eunt. solum sed in MS. Aloys. quo- Φερεκύδῃ), huqus lemma periret cum que sic scriptum esse. BUTTM. prima ipsius acholii voce, Ἀντιόπη. 5. γένηται] Lacunosam hanc nar- 20. λευκόπωλοι] Vid. Barnes. ad rationem supple e scholio sq. et ex Eurip. Here. F. 29. et Valck. ad Eustatio. BUTTM. Pheniss. 610. BUTTM. 19. Alterum hoc de hac re in 25. ταύτῃ Buttm. pro αὐτῇ. Vulgatis acholium cum illo de Au. 28. Excerpsit hæc Eustathius p. tolyco ad 432. in edd. ant. rejectum 1875, 39.)

684
γὰρ φαίνεται. ἢ διὰ τὸ χρῶμα. καὶ παρὰ Σιμωνίδῃ δὲ χλωραύχενες λέγονται αἱ ἀηδόνες. V.

521. πολυηχέα] πολλὰς μεταβολὰς ποιουμένην. V.

524. ὀρώρεται] κεκίνηται, τετάρακται, μεταβάλλεται ὡς ἡ τοῦ ὀρνέου φωνή. B.

530. χαλίφρων] κεχαλασμένας ἔχων τὰς φρένας, ἀσύνετος καὶ ἄφρων, ἐναντίος τῷ “πυκινὰ φρεσὶ μήδεʼ ἔχοντι” (353.). ἔνιοι δὲ χαλίφρονα τὸν ἀκρατόφρονα. χάλις γὰρ ὁ οἶνος ὁ ἀναχαλῶν τὰς φρένας. ἐναντίον οὖν τῷ “φρεσὶ γὰρ κέχρηται ἀγαθῆσιʼ (Od. γ, 266.). τὸ δʼ αὐτὸ καὶ ἐπὶ τοῦ “χαλιφροσύναι γʼ ἔμʼ ἔχουσι” (Od. π, 310.), δηλοῦται, οἷον ἀφροσύναι. V.

533. πάλιν ἐλθέμεν] ἀντὶ τοῦ ἐξελθεῖν. V.

534. γρ. ἀσχάλλων. H.

536. πυρὸν ἔδουσιν ἐξ ὕδατος] ἢ ἀντὶ τοῦ βεβρεγμένον ὕδατι σῖτον, ἢ ἐξιόντες τοῦ ὕδατος ἔνθα διατρίβουσιν. B. P. ἔξω καὶ χω- ρὶς ὕδατος. V.

547. ὕπαρ] τὸ μεθʼ ἡμέραν φαινόμενον ἐνύπνιον. B. V.

553. παρὰ πύελον] παρὰ τὸ ἄγγος ἐν ᾧ αὐταῖς βάλε πιεῖν. ἐπὶ δὲ τῶν πλυνουσῶν τὰ ἱμάτια πλυνοὺς λέγει· ἀσαμίνθους δὲ τὰς πρὸς τὸ λουτρὸν, παρὰ τὸ μινύθειν τὴν ἄσιν. B.

560. ἀμήχανοι] πρὸς σὓς μηχανὴν εὑρεῖν οὐκ ἔστιν. V.

[*](1. Σιμωνίδῃ] Fragmentum Simo- non quo mendosam credam for- nidis plenius extat in Etym. M. mam in ξ de vino: vid. infra ad ψ, v. Χλωρίς. Glossa Etymologi inte. Ι: sed quoniam sub eadem voce gra haec est: Χλωρηῒς (sic Gaisf. e χαλίφρων in Etym. M. scriptum est cod. Dorv.) ἀηδὼν, ἀπὸ τοῦ χρώματος. χάλις, in Etymol. Gud. (p. 562.) ἢ διότι ἐν ἔαρι φαίνεται ὅτε πάντα τὰ χάμις, in nostro scholio χάμε. BUT. (del. τὰ) χλωρά. οἱ δὲ, τὴν χλωροῖς 10. χαλιφροσύναι] χαλιφρόσυνα V. ἡδομένην. κρεῖττον δὲ τὸ πρῶτον. τοι- et mox ἀφρόσυνα. αύτην γὰρ τὴν πτέρωσιν ἔχει. καὶ Σι- 11. ἀφροσύναι] In ed. ant. huic μωνίδης, εὖτʼ ἀηδόνες πολυκώτιλοι χλω- voci subqicitur sine interpunctione ραύχενες εἰαριναί. ἀντὶ τοῦ ἐξελθεῖν. In recentioribus 3. πολυηχέα] Conf. schol. ad α, 1. vero acholium seorsim proxime 8. ἀκρατόφρονα Buttm. pro ἀκρα- subqunctum: 533. ἐλθέμεν] ἀντὶ τοῦ τήφρονα, deleto quod post φρένας le- ἐξελθεῖν: huic nostro autem scholio gebatur ἀκρατόφρονα, quae est vitiosæ addita in fine vox πάλιν (ἀφρόσυνα illius scripturae correctio loco alieno πάλιν). Nimirum voluerunt: 533. illata. πάλιν ἐλθέμεν] ἀντὶ τοῦ ἐξελθεῖν. BUT. χάλις] In ed. ant. χάμε: cui re- 12. De hoc scholio vide praece- centiores substituerunt χάλιξ. E. dentem annotationem Buttmanni. go cum Barnesio reposui χάλις; 19. πλυνοὺς Buttm. pro πολυέλους. )
685

ἀκριτόμυθοι] ἄκριτα καὶ ἀδιάτακτα καὶ ἀδιάσταλτα λέγοντες. B. V.

562. δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσιν ὀνείρων] οἱ μέν φασι κερατίνην πύλην συνεκδοχικῶς τοὺς ὀφθαλμούς· κερατοειδὴς γὰρ ὁ πρῶτος χιτὼν τοῦ ὀφθαλμοῦ· ἐλεφαντίνην δὲ τὸ στόμα, ἐλεφαντό- χρωτες γὰρ οἱ ὀδόντες. ἐκ δὲ τούτων πιστότερα εἶναι τὰ ὁρώμενα τῶν λεγομένων. καὶ ὅτι διὰ μὲν κέρατος οἷόν τε καὶ ἰδεῖν, διὰ δὲ ἐλέφαντος οὔ. ἢ ὅσα ἄν τις ἐν πλησμονῇ τροφῆς ἴδοι, ταῦτα εἶναι ψευδῆ. κερατίνην μὲν τὴν ἀληθῆ παρὰ τὸ ἔτυμα κραίνειν καὶ τελει- οῦν, ἐλεφαντίνην δὲ τὴν ψευδῆ· ἐλεφήρασθαι γὰρ τὸ παραλογίσασθαι καὶ ἀπατῆσαι, ὡς “οὐδʼ ἄῤ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων” (Il. ψ, 388.). τινὲς δὲ οὕτως ἀπέδοσαν, κερατίνην μὲν τὴν ἀληθῆ καὶ διαφανῆ καὶ λάμπουσαν, ἐλεφαντίνην δὲ τὴν ψευδῆ καὶ ἀσαφῆ καὶ συγκεχυμένην. οἱ δέ φασι κέρασιν ἀπεικάζειν τοὺς οὐρανίους ὀνείρους, οἵτινες καὶ ἀληθεύουσι, τῷ τὰ κέρατα εἰς ὕψος ἀνατείνειν· ἐλέφαντι δὲ τοὺς χθονίους· τὰ γὰρ τῶν ἐλεφάντων κέρατα κάτω νεύει. διττοὺς δὲ οἶδεν ὀνείρους. ἐπὶ μὲν γὰρ τῶν οὐρανίων φησὶν “ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστινʼ (Il. α, 63.)· ἐπὶ δὲ τῶν χθονίων “πὰρ δʼ ἴσαν ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, ἠδὲ παρʼ ἠελίοιο πύλας καὶ δῆμον ὀνείρωνʼ (Od. ω, 12.). V.

ἀμενηνῶν εἰσιν ὀνείρων] ἀνυποστάτων. φαντασίαι γάρ εἰσιν ὀνεί- ρων. B.

563. αἱ μὲν γὰρ κεράεσσι] οἱ μὲν κέρατα τοὺς ὀφθαλμοὺς παρό- σον κερατοειδὴς ὁ πρῶτος χιτὼν τοῦ ὀφθαλμοῦ, ἐλέφαντας δὲ τοὺς ὀδόντας. πιστότερα δὲ τῶν λεγομένων τὰ ὁρώμενα. οἱ δὲ κερατίνην μὲν τὴν ἀληθῆ παρὰ τὸ κραίνειν, ἐλεφαντίνην δὲ τὴν ψευδῆ παρὰ τὸ ἐλεφαίρεσθαι. ἢ παρόσον τὰ μὲν κέρατα ἀγχιστεύει ἡγεμονικωτάτῳ, οἱ δὲ ὀδόντες τῇ πλησμονῇ τῆς γαστρός. ἢ ὅτι οἱ μὲν ὀδόντες τῶν ἐλεφάντων κάτω νεύουσι, τὰ δὲ κέρατα ἄνω. ὁ δὲ ποιητὴς δύο γένη οἶδεν ὀνείρων, ὡς ὅταν λέγῃ “καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστι” καὶ πά- λιν “ἠδὲ παρʼ ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων.” B.H.Q.

[*](1. καὶ ἀδιάσταλτα om. B. quin novum scholium incipit. Sed 4. δὲ τὸ στόμα—ὸδόντες P., omissa recte eædem editiones post ἀληθῆ reliqua acholii parte. δὲ στόμα καὶ inserunt παρά. Vid. schol. ad v. sq. ἔσωθεν ἐλεφαντοχρῶτα, τοὺς ὐδόντας V. BUTTM. Veterum interpretum 8. κερατίνην μὲν] Sic ed. ant. opiniones exposuerunt Apollon. in Recentt. post μέν inserunt γὰρ εἶναι, Lexico s. v. δοιαί et Eustath. p. male : nam particulae γάρ nullus hic 1877. locus, ubi nova potius explicatio, 22. παρʼ ὅσον H. ἢ παρʼ ὅσον B. Q. )
686

568. αἰνὸν ὄνειρον] τὸν θαυμαστὸν ἢ φοβερόν. B.

574. ἵστασχ’ ἑξείης, δρυόχους ὡς] οὕτως ἵστησι τοὺς πελέκεις ὡς δρυόχους. δρύοχοι δὲ ξύλα εἰσὶν ὀρθὰ ὑποκάτω τῆς τρόπιδος, ἐφ’ ὧν ἐπερείδεται, ἵνα μὴ αὐτὴν ἡ ψάμμος ἐσθίῃ. τινὲς δὲ δρυόχους φασὶ τὰ πρῶτα πηγνύμενα ξύλα εἰς ναυπηγίαν. τινὲς δὲ τοὺς πελέκεις τοὺς δρυίνους στελεοὺς ἔχειν εἰωθότας. τὸ δὲ “ὡς δώδεκα” στοχαστι- κὸν, οἷον, ἴσως δώδεκα. B.H.Q. δρυόχους] κυρίως μὲν τοὺς πασ- σάλους, ἐφʼ ὧν τὴν τρόπιν ἱστᾶσι τῶν καινουργουμένων πλοίων. ἑξῆς δὲ μάλιστα οὗτοι τίθενται ἕνεκα τοῦ ἴσην γενέσθαι τὴν ναῦν· νῦν δὲ, ἐφʼ ὗν ἐτίθει τοὺς πελέκεας. V.

578. διοιστεύσει] τοξεύσει, διαπεράσει. V. δηλονότι διαβιβά- σει τοῦτο εἰς τὰς τρύπας τῶν πελέκεων. H.

διοιστεύσῃ] γρ. διοιστεύσει. H.

579. ἑποίμην] ἀκολουθήσαιμι. V.

585. πρὶν γάρ] τὸ ἑξῆς, πρὶν γὰρ τούτους νευρὴν ἐντανύσαι, πρό- τερον ἐλεύσεται Ὀδυσσεύς. B.

586. τόδε] γρ. ποτέ. H.

599. θέντων] ἀποθεμένων, δηλονότι τῶν θεραπαινῶν. V. ἢ θερα- παινίδων θέντων κατʼ Ἀττικὴν, ἢ θέτων ἀντὶ τοῦ θέτωσαν. H.