Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ∗∗〈ἱπποκορυσταί〉] οἱ ἐφʼ Ἵππων ὁπλιζόμενοι ἢ ἵππους κορύσ- σοντες—τουτέστι πολεμικοί-ἢ ἀπὸ τῶν ἵππων μαχόμενοι

8. οὖλος σημαίνει δ΄ τὸν ὁλόκληρον “ ἄρτον—οὖλον ἑλὼν ⌈ἐπέ- νειμε τραπέζῃ]” (Od. 17. 343) καὶ τὸν μαλακόν, ὡς τὸ “οὔλων τε ταπήτων” (Il. 16. 224) καὶ τὸν ὀλέθριον, ὡς τὸ “οὖλος Ἄρης ἀτρυνε μετελθάνʼ (Il. 5. 461) καὶ τὸν συνεστραμμένον, ὡς τὸ “γυρὸς ἐν ὠμοισιν μελανόχροος οὑλοκάρηνος” (Od. 19. 246) A+

11. ἕ] αὑτόν 12. πανσυδίῃ] πανστρατιᾷ ∗∗ τὸ “ρῦν” δηλοῦ χρόνους τρεῖς· ἐνεστῶτα, ὡς τὸ “νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἰας Ἀχαιῶν” (Il. 2. 193)· δηλοῦ καὶ τὸν ἐληλυθότα, ὡς τὸ “νῦν μὲν— Μενέλαος ἐνίκησεν σὖν Ἀθήνῃ” (Il. 3. 439)· σημαίνει καὶ τὸν μέλλοντα, ὡς τὸ “νῦν μὲν ἐγχεί〈ῃ〉 πειρή- σομαι” (Il. 5. 279) AB +

14. ἀθάνατοι φράζονται] οἳ μὲν ὑπὲρ Ἑλλήνων, οἳ δὲ ὑπὲρ τῶν Τρώων A + [*](14. ἁ ante ταγάν omisi ‖ 21. τῇ κ. coni. Studemund ‖ 27, 28. inclusi: om. A, περικαλλέος ὲκ κανέοιο codd. Od, ‖ 36. νῦν αὖτʼ codd. Il.)

496
ἐπέγναψεν] ἔπεισεν 20. Νἐηληίῳ υἶι] τῷ Νέστορι

22. ἐεισάμενος] ὁμοιωθείς 44. λιπαροῖσιν] λευκοῖς, εὐτραφέσιν

45. ξίφος] σπάθη A=

58. “ἕἶδος” ὲπὶ τοῦ προσώπου, “μέγεθος” ἐπὶ τοῦ σώματος, “φυήν” δὲ τὸ ἕλον κάλλος τοι τὴν τοῦ ἄλου σώματος εὐπρέπειαν

77. ἠμαθόεντος] τῆς ψα⌈μμ⌋ώδους A+

84. βουλῆς ἐξ ἦρχε ιέεσθαι] τῆς τοῦ βουλευτηρίου ἐξόδου προη- γεῖτο A= B +

87. ἀδινάων] τῶν ἄδην καὶ ἀθρόως πετομένων A=

⌈παραβολὴ παραδείγματος διαφέρει, καθὸ ἣ μὲν ἀπὸ τῶν καθʼ ἑκάστην γινομένων λαμβάνεται, ὡς ἔχει τὸ “ὥσπερ γὰρ οἱ τὴν γῆν ἐργαζόμενοι,” τὸ δὲ ἀπὸ τῶν ἅπαξ γεγονότων, ὡς ἔχει τὸ “τὸν Δημοσθένους ὅρα μοι βίοντ·” ἔτι δια⌋φέρουσι τῷ τὸ μὲν ⌈παρά- δει⌋γμα ἀπὸ ⌈μόνων⌋ τῶν λογικῶν ⌈ζωων⌋ παραλαμβά⌈νεσθαι⌋, τήν σὲ παραβολὴν ⌈ἀπὸ τῶν⌋ ἀλόγων καὶ ἀπὸ ⌈τῶν ἀψύ⌋χων ἐνίοτε (Doxopater in Aphthom. 11 273 Walz)

93. 〈δεδόει〉] ἤτοι ἐφρυκτώρει ἐλαμπαδούχει 〈ἢ〉 ἐπυρσοβόλει· τινὲς δέ φασι τὸ “δεδόει” ἀντὶ τοῦ διῄει, ἤτοι διήρχετο, καὶ ἐν συγκοπῇ δῄει καὶ ἀναδιπλασιασμῷ “δεδόει” ⌈δα⌋ίω τὸ καίσω, ⌈ὁ μέ⌋λλων δαίσω, ⌈ὁ παρακείμενος⌋ δέ- δαικα, ⌈ὁ μέσος⌋ δέδαια, ⌈καὶ τρο⌋πῇ τοῦ α εἰς η ⌈δέ⌋δρα, ὁ μέσος ⌈ὐπερ⌋συντέλικος ⌈ἐδε⌋δῇειν ἔδε⌈ δῄεις⌋ ἐδεδῥει, ⌈καὶ τὸ⌋ Ἰωνικὸν ὁε⌈δει⌋

99. ἐρήτυθεν δὲ καθʼ ἔδρας] κατεῖχον δὲ ἕκαστος τλς ἑαυτοῦ καθέδρας

103. διακτόρῳ] διάκτορι ἀφειλεν ἀπὸ τοῦ διάκτωρ· ἔστι δὲ μετα- πλασμός

104. τὸν Ἑρμῆν ἡγεμόνα τῶν ἅαρίττων παραδιδόασιν, ἐμφαίνοντες ὅτι εὑλόγωπ χαρίζεσθαι δεῦ, καὶ μὴ εἰκῆ ἀλλὰ τοῖς ἀξίοις· ὁ γὰρ ὐχαριστηθεὶς ὀκνηρότερος γίνεται πρὸς τὸ εὐεργετεῖν. τυγχάνει δὲ Ἑρμῆς ὁ λόγ⌈ος ὤν⌋, ὃν ἀπέστειλαν πρὸς ἡμᾶς ἐξ οὐρανοῦ οἱ θεοί, μόνον τὸν ἄνθρωπον τῶν ἐπὶ γῆς ζωίων λογικὸν ποιήσαντες, ὃ παρὰ τὰ ἄλλα ἐξοχώτατον εἰχον αὑτοί. ἀνόμασται δὲ ἀπὸ τοῦ ἐρεῖν μή- σασθαι, ὅπερ ἐστὶ λέγειν, ἢ ἀπὸ τοῦ ἔρυμα ἡῶν εἶναι⌋ καὶ οἶον ὀχύρωμα. διάκτορος δὲ κέκληται ἀπὸ τοῦ διάτορος εἷναι καὶ τρανός, ἢ ἀπὸ τοῦ διάγειν τὰ διανοήματα ἡμῶν εἰς τἀς τῶν πλησίον ψυχάς. καθιεροῦσι δὲ αὑτῷ καὶ τὰς γλώσσας. λέγεται δὲ καὶ ἐριούνιος ἀπὸ τοῦ ⌈μεγ⌋αλωφελής τις εἷναι, καὶ σῶκος ὡς σωτὴρ τῶν οἴκων. Ἀργειφόντης δὲ λέγεται οἱονεὶ ἀργεφάνrης, ἀπὸ τοῦ λευκῶς πάντα [*](10. sqq. recisa supplevi ex L. ‖ 15. in ine add. rec. ἐπανέστησαν a L. omissum ‖ 18. καὶ scripsi: ἡ ‖ 28 sqq. recisa et evanida omnia in hoc scholio supplevi ex L. et Corn. ‖ 36. νοήματα Corn.)

497
φαίνειν καὶ σαφηνίζειν—τὸ γὰρ λευκὸν ἀργὺν ἐκάλονν οἱ πα- λαιοί —ἢ ἀπὸ τῆς κατὰ ⌈τὴν φωνὴν ταχυτ⌋ῆτο⌈ς⌋· καὶ γὰρ τὸ ταχὺ ἀργὸν λέγεται. χρυσόρραπις δὲ λέγεται, ὅτι πολύτιμός ἐστιν ὁ ἐ αὑτοῦ ῥαπισμός· αἱ γἀρ εῦκαιροι νουθεσίαι πολλοῦ ἄξιαί εἰσιν. λέγεται δὲ καὶ κῆρυξ θεῶν, καὶ διαγγέλλειν αὑτὸν ⌈ ἔφασαν τὰ παρʼ ἐκείνων τοῖς⌋ ἀνθρώποις, κῆρυξ μὲν ὅτι διἀ φωνῆς μεγίστης πο- ριστά τὰ κατὰ τὸν λόγον σρμαινόμενα ταῖς ἀκοαῖς, ἄγγελος δὲ τῶν θεῶν ἐπεὶ τὸ βούλημα τοῶν θεῶν γινώσκομεν ἐκ τῶν ἐνδεδομένων ἡμῖν κατὰ ⌈τὸν λόγον ἐννοιῶν. φορεῖ δὲ πέδιλα πτεριω⌋τἀ καὶ διʼ ἀέρος φέρεται· πτερόεις γἀρ ὁ λόγος. διδόασι δὲ αὑτῷ καὶ ῥάβδον, “ᾖ θέλγει τὰ όμματα τῶν ἀνθρώπων’ ἢ τὰς διανοίας. πλάττεται δὲ καὶ ἄπους καὶ ἄχειρ καὶ τετράγωνος, τετράγωνος μὲν ⌈ ὅτι ἑδραῖος καὶ ἀσφαλής, ἄχειρ δὲ⌋ καὶ ἄπους ὅτι οὔτε χειρῶν οὔτε ποδῶν δεῖται εἰς τὸ ἀνύειν τὸ ἔργον. ἱδρύεται δὲ καὶ ἐν ταῖς ὁδοῖς, ἐπεὶ πρὸς πᾶσαν πρᾶξιν ἡγεμόνι αὑτῷ χρώμεθα. ἐπεὶ δὲ κοινὸς καὶ ἀνθρώπων καὶ θεῶν, καὶ κοινὸν ἕρμαιον λέγετ⌈ αι προσάπτουσι δὲ κ⌋αὶ λίθους ⌈τιῷ⌋ τούτου ἀγάλματι, δηλοῦντες ὡς ἐκ μικρῶν μεροῶν συνίσταται ὁ προφορικὸς λόγος (Cornut. Th. c. 16 p. 20 sqq. L.)

106. πολύαρνι] πολυάρνῳ ὁφειλεν ἀπὸ τοῦ πολύαρνος· καὶ ἔστι καὶ τοῦτο μεταπλασμός

112. 〈σχέτλιος〉] ὁ τοῦ σχετλιάζειν καὶ δυσφημεῖν τοὺς ἀνθρώ- πους αἴτιος, ὁ λύπας αὑτοῖς διδούς A–

122. 〈παυροτέροισι〉] οἱ μὲν γὰρ Τρῶες χωρὶς τῶν ἐπικούρων ἦσαν ἀριθμῷ μυριάδες πέντε (Il. 8. 562), τὸ δὲ τάν Ἑλλήνων πλῆθός τινες μέν φασι μυριάδας ιβ΄, ἄλλοι δὲ ἰδ’ A=

129. ταμόντες] διʼ ἐντομῶν ποιησάμενοι

131. 〈ἐγχέσπαλοι〉] οἱ πάλλοντες καὶ κινοῦντες τὰ δόρατα, πολε- μικοί· ἔσειον δὲ αὑτὰ πρὸ τῆς ἀφέσεως, μή ποτε ἄρα εἷεν κλα- σθέντα A—

145. “εὖρος” ὁ ἀπὸ ἀνατολῆς πνέων, ὁ καὶ ἀπηλιώτης, “νότος” ὁ ἀπὸ μεσημβρίας, “βορρᾶς” ὁ ἀπὸ ἄρκτου