Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

121. ποδάρκης] ὁ ἐπαρκεῖν ἑαυτῷ δυνάμενος διὰ τῆς ὀξύτητος τῶν ποδῶν καὶ ἀποφεύγειν τοὺς πολεμίους B +

123. μεγάθυμοι] ἐπαίρει τοὺς Ἕλληνας εἰς ἑαυτόν

124. 〈ἴδμεν〉] οἴδαμεν ἦν ἀφαιρέσει τοῦ ο καὶ συγκοπῇ τοῦ ᾱ ἴδμεν· ὁ δεύτερος ἀόριστος 〈ἴδον〉, τὸ πρῶτον τῶν πληθυντικῶν ἴδομεν, καὶ κατὰ συγκοπὴν τοῦ 0 “ζδμεν”

125. 〈δέδασται〉] δαίω τὸ κόπτω καὶ τὸ μερίξω, ὁ μέλλων δαίσω καὶ ἐξ αὑτοῦ δέδαικα καὶ ἀποβολῆ τοῦ ῑ δέδακα, ὁ παθητικὸς παρα- κείμενος δέδασμαι “δέSασrαι”

129. λάπαθος βοτάνη καθαρτική· καὶ γίνεται ἐξ αὑτοῦ λαπάζω καὶ κατὰ πλεονασμὸν τοῦ ᾱ ἀλαπάζω

134. 〈σθαι〉] παρὰ τὸ ἕω τὸ καθέζομαι· τούτου τὺ παραγωγὸν ἕημι καὶ ὁ παθητικὸς ἕεμαι καὶ κράσει ἥμαι καὶ ἤσται καὶ “ἦσθα,”

136. ἔσται] λείπει καλόν· ἢ ὅπως ἴσον τῇ ἐμῇ ἀξίᾳ γένηται· ἢ μεθʼ ὑποστολῆς, εἷτα τὸ “ἔσται”

143. ἐπίτηδες] ἐπιτηδείως

144. καλλιπάρηον] διὰ τοῦ Δωρικίῶς

147. ἐκπαγλότατα] μεταθέσει τοῦ η εἰς ᾱ· παρὰ γὰρ τὸ πλήσσω· ἐπὶ μὲν ψυχικοῦ πάθους διὰ τοῦ ᾱ, ἐπί δὲ τοῦ σαωματικοῦ πλήγματος διὰ τοῦ η· ἐπλάγην γὰρ καὶ ἐξεπλάγην ἐπὶ τῆς ψυχῆς

150. ὑπόδρα ἰδών] δεινὸν ὑποβλεψάμενος A= ὑπόδρα] ἐπίρρημα. γίνεται δὲ ὥσπερ ἀπὸ τοῦ ἠρεμῶ ἡρέμα [*](6. sequitur schol. rec. eadem de re, at fere evanidum ‖ 7. supra μέγα v. 103] scriptum μένη ‖ 20. οἶδμεν ὁ δ. ‖ 27. ἔω ‖ 28. ἕημι ‖ ἔεμμαι ‖ 29. sd 135 ut videtur schol. extat in margine evanidum)

489
καὶ σιγῶ σῖγα οῦτως ἐκ τοῦ ὁρῶ ὄρα, καὶ μετὰ τῆς ὑπό ὑπόρα καὶ πλεονασμῷ τοῦ δ “ὑπόδρα,” τὸ ὑφορᾶσθαι καὶ ἄλλως: ἔστιν δρῶ καὶ σημαίνει τὸ βλέπω, ἐξ οὖ δρᾶσις καὶ δρᾶμα· ὲκ τοῦ οὖν δρῶ γίνεται δρᾶ, καὶ μετὰ τῆς ὑπό “ὑπόδρα,” τὸ ὑποβλέπειν· καὶ δραπετεύειν

162. ῷ ἔπι] ἀναστραφέν A=

171. πλοῦτον] συνεξάκουε τὸν τῶν Τρώων

173. παρὰ τῷ ποιητῇ πέντε σημαίνει ὁ θυμός· τὴν ὀργήν, ὡς τὸ “θυμὸς δὲ μέγας —διοτρεφέων βασιλήων” (Il. 2. 196), τὴν ψυχήν, ὡς τὸ “μελιηδέα θυμὸν ἀπηύρα” (Il. 10. 495 al.), τὴν ἐπιθυμίαν, “ᾦ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὺνῇ” (Od. 5. 126), τὸν ἐπιλο- γισμόν, ὡς τὸ “ἕτερος δέ τε θυμὸς ἀνῆκεν” (Od. 9. 302), τὴν ὁμόνοιαν, ὡς τὸ “ἔνα θυμὸν ἔχοντε ” (Od. 3. 128) Α=

174. 〈μητιέτα〉] μητιέτης ἐστίν· ὁ δὲ τοιοῦτος σχηματισμὸς τῶν Βοιωτῶν καὶ Αἰολέων ἐστίν, ὡς τὸ “Ὀύεστα” (Il. 2. 07) ἀντὶ τοῦ Ουέστης καὶ “νεφεληγερέτα” ἀντὶ τοῦ νεφεληγερέτης· παρʼ ἡμῖν δὲ οὐδὲν ὄνομα ἀρσενικὸν ἐπὶ τῆς εὐθείας εἰς ᾱ λήγει A +

176. 〈ἐσσί〉] ἔω τὸ ὑπάρχω ἐσμί ἐμ〈μ〉ί 〈ἐμσί〉 -ἅπερ οὐx εῦρηται —καὶ τροπῇ τοῦ μ εἰς σ “ἐσσί”

178. θεός] ἡ εἱμαρμένη 182. ὡς ἐμέ] σπερ ἐμέ

187. ἷσον] ἰσήγορον 190. παρά] ἐπί

191. ἀναστήσειεν] ἀναστατώσειε, θορυβήσειεν

194. κολεοῖο] τῆς ξιφοθήκης τῆς τὸ κολοβοποιὸν φερούσης ξίφος. κόλον γὰρ τὸ κολοβόν