Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

100. ἠύτε καπνός] διὰ τὸ λεπτὸν καὶ πνευματῶδες· ἢ πρὸς τὴν κίνησιν· Ζωίλος δέ φησιν, ὅτι “ἀλλ᾿ ὁ καπνὸς ἄνω φέρεται.”

[*](B=)

101. τετριγυῖα] ἐλεεινὰ βοόωσα, ὡς ἐπὶ τῶν νεοσσῶν (Il. 2. 314).

[*](B=)

102. 〈συμ〉πλατάγησεν] ἐπὶ τῇ παραδόξῳ φαντασίᾳ τὰς χεῖρας συνέκρουσεν.

[*](B-)

ἔπος δʼ ὀλοφυδνόν] ὁ μετὰ τίλσεως τῶν τριχῶν οἶκτος· “ὥλοψας δὲ βίηφι” (Callim. in Dian. 77).

[*](A~B=)

104. ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν] “φρένες ” τινὲς σῶμα· μέρος γὰρ σώματος αἱ φρένες. τοῦτο δὲ εἶπε, παρʼ ὅσον ἐκταθεὶς οὐκ ἔλαβεν. κάλλιον δέ, ὅτι φρένας οἱ τεθνεῶτες οὐκ ἔχουσιν. ἐμέμφετο γὰρ ὡς ἠμελημένος· καὶ μὴν οἱ ἄταφοι προμαντεύονται· ἢ εἰσὶ μέν, οὐ μὴν πάμπαν. §. γράφεται δὲ καὶ “πᾶσαι.”

[*](B=)

107. θέσκελον αὐτῷ] θεοείκελον, ὡσεὶ θεοῦ τὴν ὁμοιότητα κατα- σκευάσαντος.

[*](B=)

108. ὑφʼ ἵμερον ὦρσε] ὑπερβολὴ πένθους ἐστίν· ὥστε οἱ τὰς παραμυθίας ὀφείλοντες προσφέρειν αὐτοὶ κατάρχονται τῶν δακρύων.

110. ἀμφὶ νέκυν] Ἀττικῶς ἐξέτεινε τὸ “νέκυν.”

111. οὐρῆάς τʼ ὤτρυνε] “οἳ δʼ, ὡς ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσ〈σ〉αν ἀταρπόν ” (Il. 17. 742, 3).

[*](4. supplevi ex A ‖ 5. εὔλογος W: εὐλόγως ‖ 32. οἶδ᾿ ὥστ᾿ ἡμ.)
411

ἄλλως: οὐρῆάς τε] ἐν πολλοῖς χωρὶς τοῦ “τέ.”

[*](A=)

113. Μηριόνης] Κρήτη γὰρ ὀρεινὴ καὶ δενδροφόρος.

116. πάραντά τε] μήτε ἀνωφερῆ μήτε κατωφερῆ, ἀλλʼ ἰθύ- [*](B=) τομα.

117. πολυπιδάκου] “πίδακος ἀμφʼ ὀλίγης” (Il. 16. 825). [*](A+) οὕτως οὖν “πολυπίδακος.”

119, 20. κτυπέουσαι πῖπτον] ἤλλακται ἡ τάξις

[*](A+B =)

120. διαπλήσσοντες] διακόπτοντες πρὸς τὴν συμμετρίαν· καὶ [*](A+B -) “τῷ οἱ ἀποπλήξας κεφαλήν” (Od. 10. 44o)· τὸ δὲ “διαπλίσσοντες” τοῖς ποσὶ διαβάντες.

121. ταὶ δὲ χθόνα ποσ〈σ〉ὶ δατεῦντο] διέκοπτον ταῖς ὁπλαῖς τὸ [*](AB=) ἔδαφος, ἢ διεμερίζοντο τοῖς ποσὶ τὴν γῆν· μερισμῷ γὰρ ὅμοιόν ἐστιν ἄλλοτε ἄλλῃ τιθεμένων τῶν ποδῶν.

123. πάντες—φιτροὺς φέρον] νόμος στρατιωτικὸς μὴ κούφους [*](AB=) ἐν ταῖς χρείαις διατελεῖν.

125. ἐπισχερώ] ἐφεξῆς, παρὰ τὸ ἄλλο ἐπʼ ἄλλῳ τὴν σχέσιν [*](AB=) ἔχειν.

126. ἠρίον] παρὰ τὴν ἔραν.

ἠδέ οἱ αὐτῷ] ἴσως ἀφʼ ἑαυτοῦ τοῦτο ἀναπεφώνηκεν ὁ ποιητής.