Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

4. *ἀποσκίδνασθαι] ἀφ᾿ ἑαυτοῦ χωρίζεσθαι· ἢ παρέλκει ἡ “ἀπό,” ἐν τῷ “ἀπητίμησε” (Il. 13. 113).

6. 〈Μυρμιδόνες⟩ ταχύπωλοι] καὶ ὁ θεὸς ἐν τῷ πρὸς Αἰγιεῖς χρησμῷ “ἵππον Θεσσαλικήν” (cf. Anth. Pal. XIV 73, schol. Theocr. XIV 47).

[*](A-)

7. μὴ δή πω] μηδέπω. Λοκροὶ δὲ οἱ πρὸς τῇ Ἰταλίᾳ χρῶνται τῷ η ἀντὶ τοῦ ε.

[*](B-)

8. αὐτοῖς] λείπει ἡ σύν, ὡς τὸ “αὐτῷ γωρυτῷ” (Od. 21. 54).

[*](B+)

10. τεταρπώμε〈σ〉θα γόοιο] Αἰσχύλος (fr. 375) “οἵ τοι στεναγμοὶ τῶν πόνων ἰάματα.”

[*](B=)

12. οἳ δʼ ᾤμωξαν] ἰάσατο τὸ ἀπρεπὲς τοῦ κλαίειν ἐνόπλους στρα- τιώτας διὰ τῆς Θέτιδος. καὶ ἦρχεν Ἀχιλλεὺς τῆς οἰμωγῆς, οἳ δὲ συνῴμωξαν, ὥσπερ ἐνδόσιμον λαβόντες ὑπὸ τοῦ Ἀχιλλέως.

14. μετὰ δέ σφι Θέτις] ἢ καὶ αὐτὴ ἀνακαλουμένη ἢ θείᾳ δυνάμει ἐμπνεύσασα συμπάθειαν αὐτοῖς.

[*](AB=)

15. τεύχεα φωτῶν] τινὲς διαστέλλουσιν ἐπὶ τὸ “τεύχεα,” ἵνα, φασί, τοῖς τῶν ἀνθρώπων δάκρυσιν αἵ τε ψάμαθοι καὶ τὰ ὅπλα βρέχηται· τερατῶδες γὰρ τὸ δακρύειν τὰ ὅπλα.

[*](1. ἦ τοι W: τοι ‖ 4. κήσεαι κιήσῃ ‖ σώματα scripsi: ὅπλα ‖ 8. addidi ‖ 10. Ἀναξανδρίδῃ Meineke Com. I p. 373: Ἀλεξανδρίδῃ ‖ 11. schol. p. 403, 25 post πάθος additum: traiecit W ‖ 20. unte A. omisi ὡς τὸ εἰς κόρακας, quod ad Il. 22. 498 refert. W ‖ 23. οἵ τε schol. Soph. El. 286 ‖ 24. ἐρείσματα schol. Soph. ‖ 28. ἢ κ. W : ἡ κ. )
405

16. τοῖον γὰρ πόθεον] “τοῖον” αὐξητικῶς κατὰ ἔμφασιν· οἱ δὲ [*](A=B+) γλωσσογράφοι ἀντὶ τοῦ ἀγαθὸν ἤκουσαν.

μήστωρα φόβοιο] μήσασθαι φυγὴν πολεμίοις δυνάμενον.

[*](B=)

17. ἄλλως: ἀδινοῦ—γόοιο] ἀθρόου, οἰκτροῦ· δεῖ γὰρ ἐν τοῖς θρήνοις [*](B=) προϊέναι μὲν ἀθρόον τὸ πνεῦμα, μὴ δυνάμενον δὲ φέρειν ὑπεκλύεσθαι.

18. χεῖρας ἐπʼ ἀνδροφόνους] δίχα δύναται, ἐάν τε αὐτὸς ᾖ ὁ τὰς [*](AB=) χεῖρας ἐπιτιθεὶς τῷ φίλῳ, ἐάν τε τὰς ἐκείνου χεῖρας τοῖς στήθεσι λέγῃ τὸν Ἀχιλλέα ἐπιτιθέναι.

19. χαῖρέ μοι, ὦ Πάτροκλε] οἴκτου κινητικὸν ἡ πρὸς νεκροὺς [*](AB=) ὁμιλία. κατέχεται δὲ τῇ κοινῇ ἐννοίᾳ ὁ Ἀχιλλεύς, καὶ ἔοικεν ἀηδές τι τὸν θάνατον ὑπειληφέναι· τοῦτο γοῦν ἐν ὑπερβολῇ φησὶ “καὶ εἰν Ἀίδαο δόμοισιν” ὢν χαῖρε, οἷον, εἰ ἔστι παραμυθία καὶ χαρὰ ἐν τοῖς τετελευτηκόσι, ταύτην δέχου παῤ ἡμῶν.

20. τελέω] ὅσον οὔπω ‘τελέσω.’

21. “δάσασθαι·” ἔδει μέλλοντος εἶναι ‘δάσεσθαι.”

δάσασθαι] οἳ μὲν Ἕκτορα δάσασθαι λείποντος τοῦ τέ, οἳ δὲ μερί- [*](B -) σασθαι. εἰώθασι δὲ κύνες ἄλλος ἄλλοθεν ἀποσπᾶν καὶ μερίζεσθαι τὸ σῶμα.

24. ἀεικέα μήδετο ἔργα] ἀπεοικότα διετίθει ἔργα—τοῦτο δέ ἐστι [*](B-) τὸ ἐπὶ στόμα ἐκτεῖναι τὸ σῶμα καὶ ἐνυβρίζειν τῷ οὐκ ἀντιλαμ- βανομένῳ· “κωφὴν γὰρ δὴ γαῖαν” (Il. 24. 54)—ἢ τοῦτο ἀεικὲς τὸν μείζω παρὰ τῇ τοῦ ἥσσονος ἐρρῖφθαι σκηνῇ.

μήδετο ἔργα] νῦν ἀντὶ τοῦ εἰργάζετο.

[*](B+)

26. οἳ δὲ— ἕκαστοι] ἀντὶ τοῦ ‘τῶν δὲ ἕκαστος.’

[*](B=)

28. παρὰ νηί] λείπει ‘καὶ σκηνῇ,’ ὡς “παρά τε κλισίῃ καὶ νηὶ μελαίνῃ” (Il. 1. 329)· φησὶ γοῦν “ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέι χαλκῷ κεῖται” (Il. 19. 24).

29. τάφον] ἰδίως νῦν ἐπὶ τοῦ μὴ ταφέντος· φησὶ γοῦν “ χεύαντες [*](B~) δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα” (257) καὶ ἐπʼ Αἰγίσθου “ δαίνυ τάφον Ἀργείοισιν — αὐτῆμαρ δέ οἱ ἦλθεν” (Od. 3. 309,11)· εἰ δὲ εὑρήκει αὐτόν, οὐκ ἂν εἴασε ταφῆναι· φησὶ γοῦν “τῷ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν” (ib. 258), εἰ μὴ τὸ “δαίνυ” ἀντὶ τοῦ παρεσκεύαζεν. Κύπριοι δὲ “τάφον” τὸν φόνον· “πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησα⟨ς⟩” (Od. 24. 87). ὅ ἐστι φόνῳ.

[*](4. γόου ‖ 15. lemma ἀδινοῦ γόου (17) omisi et v. 2: scholion adscripsi ‖ 16. τε W : ῑ ‖ 17. ἄλλοσε alt. B ‖ 19. δετο post μήδετο omisi ‖ 31. τῷ καὶ)
406
[*](B=)

30. πολλοί] ἡ ἐπανάληψις τοῦ “πολλοί” (31) τὸ πλῆθος ἐμφαίνει καὶ τὸ ἀόριστον.

[*](B-)

βόες ἀργοί] ταχεῖς· ἀλλὰ εἰλίποδες. λευκοί· ἀλλʼ οὐ θύεται λευκὸν τοῖς τεθνεῶσιν· δῆλον ἐκ τοῦ “ἐνθ᾿ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν” (Od. 10. 527) καὶ “ὄιν ἱερευσέμεν οἴῳ παμμέλανα” (ib. 524). ἢ οὖν μετὰ τὸ ἐκδαρῆναι διὰ τὴν πιμελήν. ἢ ὅτι οὐ τῷ Πατρόκλῳ, ἀλλʼ εἰς τὸ δεῖπνον τῶν ζώντων τοὺς βόας ἔθυον. ἢ ἀργῶς, ὅ ἐστι ταχέως, ὡς “ταχέες δʼ ίππῆες ἄγερθεν” (287). τινὲς δὲ “ἀργοί” συνεχεῖς, ταχεῖς, ἀδιάλειπτοι· ἢ “ἀργῷ—σιδήρῳ” τῷ πολιῷ.

[*](B-)

ἄλλως: ὀρέχθεον] κατὰ μίμησιν ἤχου τραχέος πεποίηται τὸ ῥῆμα, ἀντὶ τοῦ ἔστενον ἀναιρούμενοι. ἢ ἐξετείνοντο ἀποθνήσκοντες, ὡς τὸ “κεῖτο μέγας μεγαλωστί” (Il. 16. 776).

30, 1. σιδήρῳ σφαζόμενοι] τινὲς ἀθετοῦσιν ὡς οὐκ ὄντος σιδήρου τότε· τί οὖν φασι “πολιόν τε σίδηρον ” (Il. 9. 366).

[*](B=)